Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ζώοις, αὕτη δʼ ἐστὶν ἀκούειν τοῦ βελτίονος, καὶ νομίζεις τὸν ἀετὸν οἷόν τʼ εἶναι τὸ ἴσον κινεῖσθαι τῷ κολοιῷ, οὗ καὶ προσιόντος ἔτι πόρρωθεν δήλη τοῖς ὁρᾶν καὶ ἀκούειν δυναμένοις ἡ ἀλκὴ σχίζοντος τὸν ἀέρα, ὥσπερ ὅταν ναῦται τῇ κώπῃ τὴν θάλατταν. δῆλος δὲ καὶ λέων ἐπιβρυχώμενος οἷα δράσει, μὴ ὅτι μασσῶν. σὺ δʼ ἀπαιτεῖς ἵππου μὲν δρόμον, σχῆμα δὲ τῆς κεφαλῆς ὄνου, πράγματα οὐχὶ συμβαίνοντα· ἐκείνων δʼ οὐκ ἤκουσαις

    ἀμφὶ δὲ χαῖται
  1. ὤμοις ἀΐσσονται, ὁ δʼ ἀγλαΐῃφι πεποιθὼς
  2. ῥίμφα ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων.
ὄνῳ δὲ ἀρκοῦν ἐστι γαύρωμα, ἀπαλλαγῆναι τοῦ φορτίου, ὃ τῆς ἐφʼ ἡμέρᾳ χρείας ἕνεκα τῷ δεσπότῃ περιφέρει, πλείους τῶν βημάτων τὰς πληγὰς ἐκλέγων. ἀλλὰ γὰρ ᾠχόμην ὥσπερ κατὰ ῥοῦν ὑπὸ τοῦ λόγου φερόμενος. ἐπάνειμι δὴ ἐπʼ ἐκεῖνο, ὅτι ἀξιοῖς μεταβάλλειν τὸν τῆς φύσεως νόμον, ὃς κελεύει τὴν τῶν κρειττόνων ὑπερβολὴν ἀνέχεσθαι καὶ ζῆν πρὸς τὸ ἡγούμενον. αἰσχρὸν τῷ στρατηγῷ βλέπειν εἰς τοὺς στρατιώτας, καλὸν δέ γε τοῖς
στρατεύμασιν εἰς τοὺς στρατηγοὺς, ὥσπερ, οἶμαι, τοῖς χορευταῖς εἰς τὸν ἡγεμόνα, τοῖς ναύταις εἰς τὸν κυβερνήτην, τοῖς δήμοις εἰς τὸν ἄρχοντα, τοῖς ἀκροαταῖς εἰς τὸν ῥήτορα. εἰ μὲν οὖν ῥήτωρ τις ἡμῖν ἐξ ἀκροατοῦ μετεσκεύασαι, ὥρα σοι παραλαμβάνειν τὸν θρόνον, εἰ δὲ μικρὸς μικρὰ ἀπολαμβάνων περὶ ταῦτα διατρίβεις, ἐγὼ μὲν οὐδὲν εὔφημον ἐπενεγκεῖν ἔχω σοι, βούλομαι δʼ ὃ μικρῷ πρόσθεν ἔφην διὰ πλειόνων ἐξετάσαι τὸ τῆς αἰτίας, ἐπειδή γε καὶ σὺ συμφαίης ἂν τὰ πολλὰ ταύτῃ κρίνεσθαι. εἰ μὲν γὰρ ἐγὼ τούτου χάριν, ὅπως ἢ μειράκια ὑπαγοίμην, ἢ πατέρας τινὰς κακοδαίμονας ἐξαπατήσας ἐπάραιμι τελεῖν ἐμαυτῷ μισθοὺς, οὕτω ταῦτα σεμνῶς ἀνῆγον, καὶ μὴ μόνον εἰ πρώην, ἀλλὰ καὶ ὁποτοῦν ἐν τῷ παντὶ χρόνῳ τοιούτου τινὸς ἡττηθεὶς ὁτιοῦν ἢ μικρὸν ἢ μεῖζον εἴρηκα ἢ πεποίηκα, ὅ τι βούλει χρῶ λαβὼν, οὐ παραιτοῦμαι· εἰ δʼ ὡς ἡ τοῦ λόγου φύσις εἰργάζετο καὶ προήγετο, οὕτω διεκείμην, καὶ τῶν ἐμαυτοῦ λόγων ἠκροώμην ὡς ἀλλοτρίων, μᾶλλον δὲ ταύτῃ γε καὶ παντάπασιν ἠλαττούμην καὶ ἐπειχόμην, οὐχ οἷός τε ὢν βακχεύειν καὶ μετὰ ἀδείας τῆς