Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

τοὺς λόγους καὶ τοὺς ταμίας αὐτῶν, ὥσπερ οἱ πρὸς τοὺς ἄλλο τι ὀρέγοντας ἑαυτοῖς βλέποντες, καὶ ταῦθʼ ὅταν ἐξ ὑψηλῶν προτείνωσι, καί τι ἔπος, φησὶ, προέηκεν ὅπερ ἄρρητον οὐ φορητὸν ἦν—φέρει γὰρ ὁ καιρὸς πόλλʼ ἅ τις οὐκ ἂν ἐννοήσειεν ἰδιώτης τῶν τοιούτων ἀγώνων—καὶ οὐκ ἔστιν ἀνέντα τὴν γνώμην οὐδʼ ὑποθέντα ἑαυτὸν τοῖς ἀκροαταῖς, ὃ προσήκει κέντρον τῶν λόγων διασώσασθαι, ἀλλʼ ἡ θέρμη καθάπερ τι φάρμακον μόνη δὴ παραπέμπει καὶ κατευθύνει καθάπερ ναῦν τὸν λόγον καὶ τοῖς ἐναντίοις χώραν οὐ δίδωσιν. ἡνίκʼ ἂν δὲ αὕτη προλίπῃ, ὑπορρεῖ τὰ τῶν λόγων καὶ τὰ τῆς νάρκης νικᾷ, καὶ ἀνάγκη δὴ κάτω φέρεσθαι τὸν τοιοῦτον ῥήτορα ὑπὸ τῆς ἀμβλύτητος ἀποψυχόμενον, καθάπερ τινὰ ἀετὸν τῶν πτερῶν ὑφιέντα.

ἔχω δέ σοι καὶ λόγον τινὰ ἱερὸν διελθεῖν, ἀκούσας

νύκτωρ οὐ πάλαι παρά του τῶν κρειττόνων, οἷόν ἐστι τὸ χρῆμα τῆς θείας μανίας. εἶχε δέ πως ὧδε ὁ λόγος. ἀνάγκη τὸν νοῦν, ἔφη, κινηθῆναι τὴν πρώτην ἀπὸ τοῦ συνήθους καὶ κοινοῦ, κινηθέντα δὲ καὶ ὑπερφρονήσαντα θεῷ συγγενέσθαι καὶ ὑπερέχειν. καὶ οὐδέτερόν γε, ἔφη ὁ διδάσκων, θαυμαστόν. ὑπεριδών τε γὰρ τῶν πολλῶν ὁμιλεῖ θεῷ θεῷ τε ὁμιλήσας ὑπερέχει. τάδε μέν σοι τῆς ἱερᾶς, ὡς οἱ ποιηταὶ καλοῦσι, νυκτὸς ἀπομνημονεύματα διὰ κεράτων μὲν ἥκοντα, στιλπνότερα δὲ ὡς ἀληθῶς ἐλέφαντος παντός. ὥστʼ εἰ καὶ μηδένα μηδʼ ἀφʼ ἑνὸς εἴδους εἴχομεν εἰπεῖν ἐπʼ αὐτῷ τι φρονήσαντα, μηδʼ ἦν ἀναγκαῖον τῶν λόγων τὸ τοιοῦτον πάθημα, ἡμᾶς δʼ εἰς ταύτην ὁ θεὸς νῦν ἦγεν, οὐκ ἂν τὰ πρεσβεῖα δή που συμφορὰν ἐποιούμεθα. σὺ δʼ αἰτιᾷ τὸ σύμβολον αὐτοῦ τοῦ ῥήματος. ἢ πρὸς θεῶν ἀκροατὴς μὲν οὐχ ὅστις σφόδρα σώφρων, ἀλλʼ ὅστις ἐπίσταται κινεῖσθαι βέλτιστος καὶ ὅστις ἀπαντᾷ τοῖς λεγομένοις, ῥήτωρ δὲ οὐχ ὁ θερμότατος καὶ πρῶτος αὐτὸς αὑτοῦ συνιεὶς ἄριστος, ἀλλʼ ὅστις ἡττᾶται τῶν ἀκροωμένων, ἢ παρʼ ἐκείνων δεῖται μαθεῖν ὁποῖʼ ἄττα ἐστὶν ἃ λέγει; σκόπει δὴ καὶ τοῦτο. φημὶ γὰρ αὐτῶν ἕνεκα τῶν λόγων συμβαίνειν ἀνάγκην πολλάκις παραφθέγξασθαι τόν