Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

σύμβολον, ὧν δʼ ἐξ αὐτῆς τῆς κεφαλῆς ἀνίησι τὸ πῦρ ἡ θεὸς, τούτοις οὐδὲ συγγνώμης μεταδίδως; καὶ ποίας μάχης τοσαύτην θέρμην φήσεις ἡγεῖσθαι, ὅσην τῶν ἐμψύχων λόγων καὶ ἀληθινῶν; πάντα μὲν γὰρ ἴσως κατὰ Δαρεῖον τὸ πῦρ ἐκόσμησε, καὶ οὐ δυνατοῦ μᾶλλον τὸ ῥῆμα ἢ ἀνδρὸς σοφοῦ, λόγων δʼ αὕτη πηγὴ μία, τὸ ὡς ἀληθῶς ἱερὸν καὶ θεῖον πῦρ τὸ ἐκ Διός ἐστιν, ἐφʼ ᾧ καθεύδειν οὐκ ἔνι δή που τὸν τετελεσμένον τε καὶ εἰς τὸ μέσον φερόμενον. σὺ δὲ τηνικαῦτα ἀξιοῖς σκοπεῖν εἰς σὲ καὶ τοὺς σοὺς ὀφθαλμοὺς, δεδοικότα ὥσπερ παῖδα μή τι γρύξειεν ὅ σοί τινα ἀηδίαν οἴσει. καὶ τίθης οὐχὶ τῷ χειμάρρῳ ὅρια, ἀλλὰ τῷ Νείλῳ, καὶ ταῦτα ὁμοῦ τῷ μεγέθει τὴν συμμετρίαν ἔχοντι. οὐκ οἶσθʼ ὅτι ὥσπερ τὰ παρʼ Ἡφαίστου ὅπλα αὐτὰ καθʼ αὑτὰ κινούμενα ἁνὴρ ἐκεῖνος ἐποίησεν; οἶμαι δέ που καὶ τοὺς τοῦ Ἀπόλλωνος ὀϊστοὺς αὐτοὺς ἐφʼ αὑτῶν ἐπηχῆσαι συνοργισθέντας αὐτῷ. οὕτω κἀν τοῖς ἀγῶσι τοῖς περὶ τοὺς λόγους τοὺς περὶ τῶν θεῶν πολλὰ τοιαῦτα αὐτῶν τῶν λόγων ἰδίᾳ κινουμένων ὥσπερ ἔκφορα γίγνεται, καί τινα ἠχὴν παρέχεται τότε ὁ λόγος ἀναγκαίαν

καὶ ἀκόλουθον τῇ ῥύμῃ καθάπερ βέλος τι σὺν ῥοίζῳ φερόμενον. δέδοικα μὲν οὖν μὴ παρὰ κωφὸν λέγω καί τινα τρόπον ἐξορχῶμαι δεικνὺς ἀμυήτῳ τὰ ἱερά· ὅμως δὲ ὥσπερ ἐν μύθῳ τις ἀπόρρητος λόγος τοῖς μὲν ἀκούειν δυνατοῖς εἰρήσεται, σοὶ δὲ οὐδὲν μᾶλλον. λέγω γὰρ οὖν ὡς ἐπειδὰν περιέλθῃ τὸ τοῦ θεοῦ φῶς, καὶ τὸ λεγόμενον δὴ τοῦτο ἀστράψῃ διʼ ἅρματος, οἷα δὴ ταῖς Μούσαις ἅρματα οἱ ποιηταὶ δεδώκασι, καὶ κατάσχῃ τὴν ψυχὴν τοῦ λέγοντος, ὥσπερ τι πῶμα παρελθὸν ἐξ Ἀπόλλωνος πηγῶν, εὐθὺς μὲν τόνου καὶ θέρμης ἐνέπλησε μετʼ εὐθυμίας, ἦρε δὲ τοὺς ὀφθαλμοὺς ἄνω καὶ τὰς τρίχας διέστησε, βλέπει δὲ οὐδʼ εἰς ἓν ἄλλο ὁ τοιοῦτος, εἴτε χορευτὴν εἴτε βάκχον βούλει λέγειν, οὔτε παρὸν οὔτε ἀπὸν, ἀλλʼ ἢ πρὸς αὐτοὺς