Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
αἰτίας; εἰ μὲν γὰρ κἀκείνῳ ταῦτʼ ὠνείδιζες, πόρρωθεν συκοφάντης εἶ, εἰ δʼ ἐκεῖνόν γʼ ἂν ἀφῆκας, τοῖς αὐτοῖς ἐμὲ συκοφαντεῖς. δοκεῖ δέ μοι καὶ τὸ ἐπίγραμμα οὐκ ἔξω τῆς Δημοσθένους γνώμης ἔχειν τὴν ἐπιγραφὴν, ὃ νῦν ἀναγιγνώσκομεν ἐν Κεραμεικῷ. ἐμοὶ μὲν οὖν ἐξήρκει, ἐπειδή γε καὶ ῥητόρων ἐμνήσθην, τάττοις γὰρ ἄν που καὶ ἡμᾶς ἐνταῦθα χοροῦ· οὐ μὴν ἀλλʼ ὑπέρ γε τῆς ἀληθείας διὰ πάντων ἐθέλω τὸν λόγον ἐξακριβῶσαι, ὅπως καὶ γνῷς οἷος ὢν ἐμὲ νουθετεῖς, τῆς παροιμίας σοι λεγούσης αἰπολεῖν.
σκόπει δὴ καὶ ἑτέραν ἀπολογίαν ἀνδρὸς σοφοῦ, ὃς τοσοῦτον ἀπέχει τοῦ κομπάζειν ὥστε καὶ τοὺς σοφιστὰς ἤλεγχε περιιὼν ὡς μάτην θρασυνομένους. λέγει τοίνυν τοῖς Ἀθηναίοις ἀπειλῶν ὡς, ἐὰν αὐτὸν ἀποκτείνωσιν, ἕτερον τοιοῦτον οὐχ εὑρήσουσι. καὶ ταῦτα εἰς ἀξιόχρεων ἀναφέρει τὸν θεὸν τὸν ἐν Δελφοῖς. καὶ ἐγὼ οἶμαι, φησὶν, οὐδέν πω ὑμῖν μεῖζον ἀγαθὸν γενέσθαι ἐν τῇ πόλει ἢ τὴν ἐμὴν τῷ θεῷ ὑπηρεσίαν. τοιαῦτʼ ἄττα ἐστὶν ἐν ἀπολογίᾳ Σωκράτους. καὶ γάρ τοι καὶ ἑάλω διὰ ταῦτα, φαίης ἄν. καὶ μετέγνωσάν γε οἱ καταγνόντες, φαῖεν ἂν οἵ γε ἀπʼ ἐκείνων. νὴ Δίʼ ἀλλʼ οὐκ εἶπε τούτους τοὺς λόγους Σωκράτης αὐτός. ἔστω τοῦτο. ἀλλʼ εἰ τὰ μάλιστα αὐτὸς μὲν μὴ εἶπεν, ἕτερος δὲ ὁμότιμος εἴρηκεν ὡς ἐκείνῳ προσήκοντας, εἰς ταυτὸν ἀφικνεῖται. φημὶ δʼ ἐγὼ καὶ διὰ βίου Σωκράτη μεγαλαυχεῖσθαι, καὶ εἰ τοὺς πολλοὺς λέληθεν. ἢ τί νομίζεις εἶναι τὴν πολλὴν εἰρωνείαν αὐτοῦ; ἐγὼ μὲν ἡγοῦμαι ὅτι τοῖς πολλοῖς ἐκεῖνος ὥσπερ παισὶ διελέγετο, ὡς ἀληθῶς προσπαίζων τε καὶ ὡς εὐηθικοῖς οὕτω προσφερόμενος. οὐκοῦν ὅτε σπουδῇ μὲν οὐκ ἐθαύμαζεν, οὐτʼ ἔφασκεν, οὐδʼ αὖ διενοεῖτο περὶ ἑαυτοῦ ὡς τῷ ὄντι οὐδενὸς ἀξίου, φαίνεται δʼ ὅμως τοῖς ῥήμασι τούτοις χρώμενος, ἄλλο τι ἢ περιλείπεται ὡς οὐδενὸς ἀξίων ὄντων πρὸς ἑαυτὸν φαίη γʼ ἄν τις οὑτωσὶ συμβαίνειν; καὶ δὴ τὸν μὲν Σωκράτη, εἰ βούλει, παρίημι, τὸν δὲ Ἰφικράτη σκόπει, ἄνδρα οὐ μεθόριον ῥήτορος καὶ στρατηγοῦ, ἀλλʼ ἀμφοτέρων ἐφικνούμενον. ἆρʼ οὖν διῆλθές ποτʼ αὐτοῦ
τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς δωρεᾶς; καίτοι τίθει μὲν, εἰ