Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
γε ὑπὲρ τῆς ἀναρρήσεως λόγον τὸν πολυύμνητον δὴ τοῦτον ἀνεγνωκέναι. ἐνταῦθα τοίνυν ἐστὶ τῷ Δημοσθένει, οὗ σὺ τοὔνομα θαυμάζεις μόνον, ὡς ἔοικεν, Ἐπεπείσμην δὲ ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δὲ ἐπεπείσμην —ὁρᾷς ὅπως ἐρεθίζει σε δὶς εἰπὼν ἐπεπείσμην—μήτε γράφοντα ἂν ἐμοῦ γράψαι βέλτιον μηδένα—ἐγὼ δὲ ὑπὲρ ὧν ἔγραψα μόνον καὶ ὧν ἐπὶ τοῦ παρόντος ἐδείκνυον, περὶ τούτων τι παρεφθεγξάμην, καὶ ταῦτα τοῖς φήνασι θεοῖς θαρρῶν· ὁ δὲ προστίθησι, μήτε πράττοντα πρᾶξαι μήτε πρεσβεύοντα πρεσβεῦσαι προθυμότερον μηδὲ δικαιότερον. διὰ ταῦτα ἐν ἅπασιν ἐμαυτὸν ἔταττον. ἀναγνωσθείσης τοίνυν τῆς ἐπιστολῆς, Εἰς ταῦτα, φησὶ, κατέστησε Φίλιππον τίς; οὐχ ὁ τῶν Ἀθηναίων δῆμος, ἀλλʼ ἡ ἐμὴ πολιτεία, Αἰσχίνη· ταύτην τὴν φωνὴν ἀφῆκεν ἐκεῖνος, πολλοὺς καὶ θρασεῖς τὰ πρὸ τούτων ἐπαιρόμενος τῇ πόλει λόγους· οὑτωσί πως, οὐ γὰρ ἀκριβῶς μέμνημαι τὰ ῥήματα. πολὺ δὲ ἔτι τούτων λαμπρότερον καί πως ἤδη τοῦ Περικλείου τύπου περὶ τὴν τοῦ λόγου τελευτὴν εἰ δʼ οἷος ἐγὼ παρʼ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων ἀνὴρ ἐγένετο, μᾶλλον δὲ εἰ ἕνα ἄνδρα μόνον Θετταλία καὶ ἕνα ἄνδρα Ἀρκαδία ταὐτὰ φρονοῦντα
ἔσχεν ἐμοὶ, οὐδεὶς οὔτε τῶν ἔξω Πυλῶν Ἑλλήνων οὔτε τῶν εἴσω τοῖς παροῦσι κακοῖς ἐκέχρητʼ ἂν, ἀλλὰ πάντες ἂν ὄντες ἐλεύθεροι καὶ αὐτόνομοι μετὰ πάσης ἀδείας ἀσφαλῶς ἐν εὐδαιμονίᾳ τὰς ἑαυτῶν ᾤκουν πατρίδας, τούτων τῶν τοσούτων καὶ τοιούτων ἀγαθῶν ὑμῖν καὶ τοῖς ἄλλοις Ἀθηναίοις ἔχοντες χάριν διʼ ἐμέ. καὶ ἴσως τινὲς τότε τῷ Δημοσθένει ταῦτα λέγοντι ἤχθοντο ἄνθρωποι μικροὶ καὶ δυστυχεῖς καὶ ἀπεκάλουν αὐτὸν ἀλαζόνα. ὁ δʼ ἐπιὼν ἔδειξε χρόνος ὅτι οὐδὲν καθʼ ὑπερβολὴν ἐλέγετο, ἀλλὰ καὶ συμπάσῃ τῇ Ἑλλάδι ἱκανὴ φορὰ τοιοῦτος εἷς τις ἦν γενόμενος. οὐκοῦν οὐδʼ ἀμφισβητήσαις αὐτῷ πρωτείων, οὐδὲ πρὸς οὓς ἐμοὶ νομίζεις ἀποχρῆν εἶναι τὸν λόγον. καί μοι πρὸς θεῶν ἀπόκριναι τοῦτο αὐτὸ, εἰ κατὰ τοὺς αὐτοὺς ἐγένου χρόνους ἐκείνῳ, πότερόν ποτε καὶ τῷ Δημοσθένει αὐτὰ ταῦτα ἂν ἐνεκάλεις, ἢ ἐκεῖνόν γʼ ἂν ἠφίεις