Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
γε ὑπὲρ τῆς ἀναρρήσεως λόγον τὸν πολυύμνητον δὴ τοῦτον ἀνεγνωκέναι. ἐνταῦθα τοίνυν ἐστὶ τῷ Δημοσθένει, οὗ σὺ τοὔνομα θαυμάζεις μόνον, ὡς ἔοικεν, Ἐπεπείσμην δὲ ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δὲ ἐπεπείσμην —ὁρᾷς ὅπως ἐρεθίζει σε δὶς εἰπὼν ἐπεπείσμην—μήτε γράφοντα ἂν ἐμοῦ γράψαι βέλτιον μηδένα—ἐγὼ δὲ ὑπὲρ ὧν ἔγραψα μόνον καὶ ὧν ἐπὶ τοῦ παρόντος ἐδείκνυον, περὶ τούτων τι παρεφθεγξάμην, καὶ ταῦτα τοῖς φήνασι θεοῖς θαρρῶν· ὁ δὲ προστίθησι, μήτε πράττοντα πρᾶξαι μήτε πρεσβεύοντα πρεσβεῦσαι προθυμότερον μηδὲ δικαιότερον. διὰ ταῦτα ἐν ἅπασιν ἐμαυτὸν ἔταττον. ἀναγνωσθείσης τοίνυν τῆς ἐπιστολῆς, Εἰς ταῦτα, φησὶ, κατέστησε Φίλιππον τίς; οὐχ ὁ τῶν Ἀθηναίων δῆμος, ἀλλʼ ἡ ἐμὴ πολιτεία, Αἰσχίνη· ταύτην τὴν φωνὴν ἀφῆκεν ἐκεῖνος, πολλοὺς καὶ θρασεῖς τὰ πρὸ τούτων ἐπαιρόμενος τῇ πόλει λόγους· οὑτωσί πως, οὐ γὰρ ἀκριβῶς μέμνημαι τὰ ῥήματα. πολὺ δὲ ἔτι τούτων λαμπρότερον καί πως ἤδη τοῦ Περικλείου τύπου περὶ τὴν τοῦ λόγου τελευτὴν εἰ δʼ οἷος ἐγὼ παρʼ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων ἀνὴρ ἐγένετο, μᾶλλον δὲ εἰ ἕνα ἄνδρα μόνον Θετταλία καὶ ἕνα ἄνδρα Ἀρκαδία ταὐτὰ φρονοῦντα
ἔσχεν ἐμοὶ, οὐδεὶς οὔτε τῶν ἔξω Πυλῶν Ἑλλήνων οὔτε τῶν εἴσω τοῖς παροῦσι κακοῖς ἐκέχρητʼ ἂν, ἀλλὰ πάντες ἂν ὄντες ἐλεύθεροι καὶ αὐτόνομοι μετὰ πάσης ἀδείας ἀσφαλῶς ἐν εὐδαιμονίᾳ τὰς ἑαυτῶν ᾤκουν πατρίδας, τούτων τῶν τοσούτων καὶ τοιούτων ἀγαθῶν ὑμῖν καὶ τοῖς ἄλλοις Ἀθηναίοις ἔχοντες χάριν διʼ ἐμέ. καὶ ἴσως τινὲς τότε τῷ Δημοσθένει ταῦτα λέγοντι ἤχθοντο ἄνθρωποι μικροὶ καὶ δυστυχεῖς καὶ ἀπεκάλουν αὐτὸν ἀλαζόνα. ὁ δʼ ἐπιὼν ἔδειξε χρόνος ὅτι οὐδὲν καθʼ ὑπερβολὴν ἐλέγετο, ἀλλὰ καὶ συμπάσῃ τῇ Ἑλλάδι ἱκανὴ φορὰ τοιοῦτος εἷς τις ἦν γενόμενος. οὐκοῦν οὐδʼ ἀμφισβητήσαις αὐτῷ πρωτείων, οὐδὲ πρὸς οὓς ἐμοὶ νομίζεις ἀποχρῆν εἶναι τὸν λόγον. καί μοι πρὸς θεῶν ἀπόκριναι τοῦτο αὐτὸ, εἰ κατὰ τοὺς αὐτοὺς ἐγένου χρόνους ἐκείνῳ, πότερόν ποτε καὶ τῷ Δημοσθένει αὐτὰ ταῦτα ἂν ἐνεκάλεις, ἢ ἐκεῖνόν γʼ ἂν ἠφίειςαἰτίας; εἰ μὲν γὰρ κἀκείνῳ ταῦτʼ ὠνείδιζες, πόρρωθεν συκοφάντης εἶ, εἰ δʼ ἐκεῖνόν γʼ ἂν ἀφῆκας, τοῖς αὐτοῖς ἐμὲ συκοφαντεῖς. δοκεῖ δέ μοι καὶ τὸ ἐπίγραμμα οὐκ ἔξω τῆς Δημοσθένους γνώμης ἔχειν τὴν ἐπιγραφὴν, ὃ νῦν ἀναγιγνώσκομεν ἐν Κεραμεικῷ. ἐμοὶ μὲν οὖν ἐξήρκει, ἐπειδή γε καὶ ῥητόρων ἐμνήσθην, τάττοις γὰρ ἄν που καὶ ἡμᾶς ἐνταῦθα χοροῦ· οὐ μὴν ἀλλʼ ὑπέρ γε τῆς ἀληθείας διὰ πάντων ἐθέλω τὸν λόγον ἐξακριβῶσαι, ὅπως καὶ γνῷς οἷος ὢν ἐμὲ νουθετεῖς, τῆς παροιμίας σοι λεγούσης αἰπολεῖν.
σκόπει δὴ καὶ ἑτέραν ἀπολογίαν ἀνδρὸς σοφοῦ, ὃς τοσοῦτον ἀπέχει τοῦ κομπάζειν ὥστε καὶ τοὺς σοφιστὰς ἤλεγχε περιιὼν ὡς μάτην θρασυνομένους. λέγει τοίνυν τοῖς Ἀθηναίοις ἀπειλῶν ὡς, ἐὰν αὐτὸν ἀποκτείνωσιν, ἕτερον τοιοῦτον οὐχ εὑρήσουσι. καὶ ταῦτα εἰς ἀξιόχρεων ἀναφέρει τὸν θεὸν τὸν ἐν Δελφοῖς. καὶ ἐγὼ οἶμαι, φησὶν, οὐδέν πω ὑμῖν μεῖζον ἀγαθὸν γενέσθαι ἐν τῇ πόλει ἢ τὴν ἐμὴν τῷ θεῷ ὑπηρεσίαν. τοιαῦτʼ ἄττα ἐστὶν ἐν ἀπολογίᾳ Σωκράτους. καὶ γάρ τοι καὶ ἑάλω διὰ ταῦτα, φαίης ἄν. καὶ μετέγνωσάν γε οἱ καταγνόντες, φαῖεν ἂν οἵ γε ἀπʼ ἐκείνων. νὴ Δίʼ ἀλλʼ οὐκ εἶπε τούτους τοὺς λόγους Σωκράτης αὐτός. ἔστω τοῦτο. ἀλλʼ εἰ τὰ μάλιστα αὐτὸς μὲν μὴ εἶπεν, ἕτερος δὲ ὁμότιμος εἴρηκεν ὡς ἐκείνῳ προσήκοντας, εἰς ταυτὸν ἀφικνεῖται. φημὶ δʼ ἐγὼ καὶ διὰ βίου Σωκράτη μεγαλαυχεῖσθαι, καὶ εἰ τοὺς πολλοὺς λέληθεν. ἢ τί νομίζεις εἶναι τὴν πολλὴν εἰρωνείαν αὐτοῦ; ἐγὼ μὲν ἡγοῦμαι ὅτι τοῖς πολλοῖς ἐκεῖνος ὥσπερ παισὶ διελέγετο, ὡς ἀληθῶς προσπαίζων τε καὶ ὡς εὐηθικοῖς οὕτω προσφερόμενος. οὐκοῦν ὅτε σπουδῇ μὲν οὐκ ἐθαύμαζεν, οὐτʼ ἔφασκεν, οὐδʼ αὖ διενοεῖτο περὶ ἑαυτοῦ ὡς τῷ ὄντι οὐδενὸς ἀξίου, φαίνεται δʼ ὅμως τοῖς ῥήμασι τούτοις χρώμενος, ἄλλο τι ἢ περιλείπεται ὡς οὐδενὸς ἀξίων ὄντων πρὸς ἑαυτὸν φαίη γʼ ἄν τις οὑτωσὶ συμβαίνειν; καὶ δὴ τὸν μὲν Σωκράτη, εἰ βούλει, παρίημι, τὸν δὲ Ἰφικράτη σκόπει, ἄνδρα οὐ μεθόριον ῥήτορος καὶ στρατηγοῦ, ἀλλʼ ἀμφοτέρων ἐφικνούμενον. ἆρʼ οὖν διῆλθές ποτʼ αὐτοῦ
τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς δωρεᾶς; καίτοι τίθει μὲν, εἰβούλει, Λυσίου τὸν λόγον εἶναι, τίθει δʼ Ἰφικράτους, εἰ τοῦτο αἱρεῖ. ἔστι τοίνυν οὐδὲν οὕτω τοῦ παντὸς ἀγῶνος ἐπιφανὲς ὡς τὸ φρόνημα, ὃ δὴ καὶ ποιεῖ κρείττω Λυσίου τῶν πολλῶν εἶναι τὸν λόγον. λέγει γὰρ ἄλλα τε δὴ τοῖς Ἀθηναίοις, οὐ τῆς σῆς ψυχῆς, καὶ εἰ, φησὶν, ἑπτὰ ὑμῖν ἦσαν τοιοῦτοι στρατηγοὶ οἷος ἐγὼ, ἀοίκητος ἂν ἦν ἡ Λακεδαίμων. καὶ μνησθεὶς Ἁρμοδίου καὶ Ἀριστογείτονος, οὓς Ἀθηναῖοι πρώπους ἁπάντων τῶν εὐεργετῶν ἦγον, ἢ παραλαβεῖν ἂν αὐτούς φησιν, ἢ ὑπʼ ἐκείνων παρακληθῆναι, εἰ κατʼ ἐκείνους ἐγένετο. καὶ ὑμεῖς μὲν, φησὶν, οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῶν ταῦτά μοι γράμματα καὶ τὴν στήλην εἶναί τι σεμνὸν, ἐμοὶ δὲ στήλη οὐρανομήκης ἕστηκεν ἐν τῇ Πελοποννήσῳ μαρτυροῦσα τὴν ἀρετήν. εἰς τοσοῦτον δὲ ἀφικνεῖται τῆς παρρησίας ὥστʼ ἀμφοτέροις ἑαυτὸν ἀντεξετάζει τοῖς στρατηγοῖς, καὶ τοῖς τῶν πολιτῶν καὶ τοῖς τῶν πολεμίων. καίτοι πρὸς θεῶν εἴ σε σύμβουλον τότε ὁ Ἰφικράτης παρεκαθίσατο μέλλων ἀπολογήσεσθαι, πότερον αὐτῷ συνεβούλευσας τοῦτον ἀπολογεῖσθαι τὸν τρόπον, ἢ πεσόντα εἰς γόνυ ἱκετεύειν τοὺς δικαστάς; ἆρʼ οὖν περὶ μὲν τῆς δωρεᾶς ἀπολογούμενος παρρησίᾳ τινὶ χρώμενος φαίνεται, κινδυνεύων δʼ ὑπὲρ τῆς ψυχῆς ὑπʼ Ἀριστοφῶντος μετέθετο; ἀλλὰ κἀκεῖ τὴν φύσιν διεσώσατο. ἐρόμενος γὰρ τὸν Ἀριστοφῶντα, ὥς φασι, σὺ δʼ αὐτὸς εἰ κύριος ἦσθα τῶν νεῶν, πότερον προὔδωκας ἂν, ἢ οὔ; ἐπειδὴ ἀπέφησεν ὁ Ἀριστοφῶν, εἶτα σὺ μὲν οὐκ ἂν προὔδωκας ὢν Ἀριστοφῶν, Ἰφικράτης δὲ προὔδωκεν; ἔτι τοίνυν ἑνὸς ῥήματος τῶν ἐκείνου μνησθεὶς ἐπʼ ἄλλο τι τρέψομαι. λέγεται γὰρ ἐν Αἰγύπτῳ παρατάττων καὶ μελλούσης ἔσεσθαι τῆς μάχης φάναι πρὸς τοὺς παρόντας ὅτι αὑτῷ τὰ μὲν ἄλλα ἐπιεικῶς ὑπάρχοι πάντα, ἓν δὲ ἀπείη τὸ μέγιστον.
ἐρομένου δέ τινος τί τοῦτο λέγοι, Ὅτι, ἔφη, τὸ τοῦ Ἰφικράτους ὄνομα οὐκ ἴσασιν οἱ πολέμιοι, ὃ πρὸς τοὺς ἐν τῇ Ἑλλάδι κινδύνους μέγιστον εἶναι φάρμακον αὑτῷ. ἀκούω δὲ καὶ τὴν Ἐπαμεινώνδα πρὸς Θηβαίους ἀπολογίαν ἔτι ὑπὲρ τὴν τοῦ Ἰφικράτους γενέσθαι· καὶ τί ταῦτα θαυμάζοι τις ἄν;ἀλλʼ ἐμὲ πρώην ἀνὴρ ἑταῖρος, ὃς οὑτωσὶ καθῆστο