Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Περσῶν, ἢ Λακεδαιμόνιοι ἀπὸ τῶν δείνων, ἢ ὁτιδήποτʼ ἂν, ἢ τοὐπίγραμμα ἐξαλειπτέον. ἆρά σοι καὶ τὰ τοιάδε δόξει ἀλαζονία τις εἶναι;
καὶἙλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι,
- ἔκτειναν Μήδων ἐννέα μυριάδας·
καὶ πάντα ἐκεῖνα καλλίω τῶν σῶν οἶμαι λόγων ἐπιγράμματα, καὶ ἔτι γε μᾶλλονἀμφί τε Βυζάντειον ὅσοι θάνον, ἰχθυόεσσαν
- ῥυόμενοι χώραν ἄνδρες ἀρηίθοοι·
καὶ πρό γε τούτωνἐξ οὗτʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε
- καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει,
- οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν
- ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ.
- οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες
- Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
- ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν
- πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου.
οἶμαι λέγει τὸ ἐπίγραμμα καὶ πολλὰ ἕτερα. νὴ Δίʼ ἀλλὰ ταῦτα Ἀττικὰ καὶ θερμότερα. ἀλλʼ ὡς μὲν καὶ ἡμεῖς οὐκ εἰς ἕτερον τελοῦμεν ἔθνος τῇ προαιρέσει τῶν λόγων ἅπασι πρόδηλον. σὺ δʼ οὖν ἐξέταζε τὰ Δώρια, εἰ βούλει, καὶ τὰ Λακωνικά·ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες
- παῖδες Ἀθηναίων,
ἆρʼ οὖν οὐκ ἀλαζονία ταῦτα καὶ πολλὴ καὶ πρός γε αὐθάδεια λαμπρά; τετρακισχίλιοι, φασὶν, ὄντες τριακοσίαις μυριάσι πολεμίων ἀντήραμεν. ἕτεροι δʼ αὖ λέγουσινμυριάσιν ποτὲ τῇδε τριηκοσίῃς ἐμάχοντο
- ἐκ Πελοποννήσου χιλιάδες τέτορες.
ὥστε ὥρα σοι σκώπτειν αὐτοὺς ὡς ἀδολέσχας τινὰς νεκροὺς καὶ οὐκ εἰδότας ἡσυχίαν ἄγειν. κᾆτά σε ἀνήρ τις Σιμωνίδειος ἀμείψεται, ὤνθρωπε, κεῖσαι ζῶν ἔτι μᾶλλον τῶν ὑπὸ γῆς ἐκείνων. φέρε δὴ καὶ ταῦτα ἐξέτασονἀκμῆς ἑστηκυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
- ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι
- δουλοσύνας· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα
- ἥψαμεν, ἀργαλέης μνήματα ναυμαχίας.
- ὀστέα δʼ ἄμμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος
- ἀντʼ εὐεργεσίης μνῆμʼ ἐπέθηκε τόδε.
ταῦτʼ οὐ δοκεῖ σοι σαφῶς ὁ ποιητὴς ἑαυτὸν ἐπαινῶν λέγεινἁ Μοῦσα γὰρ οὐκ ἀπόρως
- γεύει τὸ παρὸν μόνον, ἀλλʼ ἐπέρχεται
- πάντα θεριζομένα.
ὡς γόνιμον καὶ πόριμον εἰς τὰ μέλη; τί δʼ ἐπειδὰν λέγῃ
σκόπει δῆτα καὶ τοὺς ῥήτορας, οὓς μόνους σὺ φῂς θαυμάζειν, ἅτε καὶ σφόδρα κατʼ αὐτοὺς ὢν τὴν φύσιν. πρότερον δὲ τοὺς μεταξὺ τῶν ποιητῶν τε καὶ ῥητόρων ἐξετάσαι βούλομαι. Ἡροδότου Ἁλικαρνασσέος ἱστορίης ἀπόδεξις ἥδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται μήτε ἔργα μεγάλα καὶ θωυμαστὰ, τὰ μὲν Ἕλλησι, τὰ δὲ καὶ βαρβάροις ἀποδεχθέντα, ἀκλεᾶ γένηται. εἶεν, ὦ βέλτιστε Ἡρόδοτε, ἐν σοὶ δὴ καὶ τοῖς σοῖς λόγοις ἀξιοῖς εἶναι τὸ σωθῆναι μνήμῃ τάς τε Ἑλλήνων καὶ βαρβάρων πράξεις, ἢ διεφθάρθαι πάσας; ἔγωγε, φησὶν ὁ Ἡρόδοτος, εἰ μὴ παντάπασιν ὕπνου μεστὸς εἶ. καί μοι δοκεῖ τὸν ἕτερον τοῦτο ἡσυχῆ κνίζειν. οὐκ ἔχων γοῦν ὅστις γένηται τὸν πόλεμον αἴρει, καὶ βουλόμενος εἰπεῖν, οἶμαι, ὅτι αὐτὸς ἀξιολογώτατος εἴη τῶν συγγραφέων τῷ πολέμῳ τὴν ψῆφον δίδωσι. καὶ τὸ μὲν κεφάλαιον ὅπερ λέγω τῆς σπουδῆς τοῦτʼ ἔστι. περιέρχεται δʼ αὐτὸ καὶ μάλα ἀστείως καὶ τοὺς πρεσβυτέρους πολέμους ὡς ἂν σὺ δόξαις καθαιρεῖ. ἔστι δὲ ταῦτα οὐδὲν ἕτερον ἀλλʼ ἢ ἐνδείκνυται τῷ Ἡροδότῳ καὶ τοῖς Ἑλλανίκοις καὶ τοῖς Ἑκαταίοις καὶ πᾶσι τούτοις ὅτι ἐγὼ ὑμῶν προέχω τῇ κρίσει πρῶτον· τὰ γοῦν κράτιστα ἐξειλεχὼς, ταῦτα καὶ περὶ τούτων γράφω, τὰ δὲ πλείω παιδιά. ὅτι δʼ οὖν ἔνεστι φρόνημα τῷ Θουκυδίδῃ εὕροις ἂν καὶ διὰ πάσης τῆς συγγραφῆς. πρῶτον μέν γε ἐπίπαν οἱ δημηγοροῦντες αὐτῷ κατὰ πόλεις μετέχουσι τοῦ τοιούτου, ἔπειτα κατʼ ἄνδρα. τίς οὐκ οἶδεν οἷος μὲν ὁ Περικλῆς αὐτῷ, εἰ ἄρα καὶ Περικλέους ὄνομα ἤκουσας· ὃς οὐκ ἐν ὁμιλίᾳ καὶ κατʼ ἐξουσίαν οὑτωσὶ παραφθέγγεται, ὃ σὺ πρώην ἡμῶν ἀφῃροῦ, ἀλλʼ ἐν τοιούτοις καιροῖς ἐμβεβηκὼς αὐτός τε καὶ τοῦ δήμου τοῦ παντὸς ὄντος, ἐν οἷς σύ γʼ ἂν αὐτῷ συνεβούλευσας καὶ ἱκετηρίαν θεῖναι, φθειρομένης μὲν τῆς χώρας ὑπὸ τοῦ πολέμου, φθειρομένων δὲ τῇ νόσῳμή μοι καταπαύετʼ, ἐπεί περ ἤρξατο
- τερπνοτάτων μελέων ὁ καλλιβόας πολύχορδος αὐλός;
- νὴ Δίʼ ἀλλʼ οἱ ποιηταὶ μόνοι οὕτως ἐφρόνησαν.
τῶν ἐν τῇ πόλει, πάντων δʼ ἐγκειμένων αὐτῷ καὶ παρωξυμένων ὡς πρὸς μόνον αἴτιον τῶν κακῶν, παρελθὼν αὐτὸς
ἔλεγε τοιαυτὶ, Καὶ προσεδόκων ταῦτα, ὦ Ἀθηναῖοι, καὶ ἀδικεῖτε ὅτι ὀργίζεσθε. εἰμὶ γὰρ ὑμῶν, φησὶ, πάντα ἄριστος, ὥσπερ Ζεύς τις Ὁμηρικός. καὶ τὰ μὲν ἄλλα ἧττον ἄν τις θαυμάσειε, τὸ δʼ, ὦ Ζεῦ καὶ θεοὶ, ῥήτορα μὲν καὶ στρατηγὸν ὄντα, λέγοντα δʼ ἐν ἐκκλησίᾳ, ὕποπτον δὲ τοῖς πολλοῖς καὶ κατὰ ταύτην ἴσως τὴν δεινότητα μηδʼ αὐτὸ τοῦτο ὡς ὑπεναντίον φυλάξασθαι μηδʼ ἀποκρύψαι, ἀλλὰ δέον παραιτεῖσθαι καὶ λέγειν ἅπερ ἄν τις καὶ ἄλλος, Καὶ μή μοι νομίσητε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ λόγων δεινότητι ἢ τὸ ἐξ ἀρχῆς τοῦθʼ ὑμᾶς ἔπεισα, ἢ περὶ τῶν παρόντων ἀξιῶ θαρρεῖν, ἀλλʼ ἀντὶ τοῦ ταῦθʼ οὕτω κομψεύεσθαι καὶ περιστέλλειν μετὰ τῶν ἄλλων καὶ τοῦτο φάσκει προέχειν, ὅτι καὶ λέγειν εἴη κράτιστος αὐτῶν, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ λόγου, σχεδὸν γὰρ καὶ τοῦτό μοι δοκῶ μεμνῆσθαι. πότερον οὖν σὸν, ὦ Θουκυδίδη, ἢ Περικλέους ἦν; ἕτερος δʼ αὖ φησι τῷ αὐτῷ ποιητῇ, Καὶ προσήκει μοι, ὦ Ἀθηναῖοι, ἄρχειν, ἀνάγκη γὰρ ἐντεῦθεν ἄρξασθαι, ἐπειδή μου, φησὶ, προστίθει γὰρ, οὐ σοί τις παραπλήσιος, ἀλλὰ Νικίας καθήψατο· ὃς σοῦ γε οὐδʼ ἂν τοὔνομα ἀναγκαζόμενος εἰπεῖν ἀνασχέσθαι μοι δοκεῖ. ὁ δʼ ἐν Συρακούσαις δημηγορῶν Ἑρμοκράτης οὐκ ἄντικρύς σοι κομπαστὴς εἶναι δοκεῖ; λέγει γοῦν ἑαυτόν τε καὶ τοὺς Συρακοσίους σεμνύνων δεῖξαι Ἀθηναίοις ὅτι οὐκ Ἴωνες ταῦτα οὐδὲ Ἑλλησπόντιοι, κελεύων ἀπαντᾶν αὐτοῖς ἔξω τῆς Σικελίας. καὶ ταυτὶ μὲν καὶ μετριώτερα· ἀλλʼ ὅρα τὰς ὑπερβολάς· ἰέναι δʼ ἐπὶ τοὺς πολεμίους μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. σὺ δʼ ἀφῄρησαι καὶ τὸ φρονήματι. καὶ ὁ μὲν ἀξιοῖ καταφρονεῖν τῶν δεινῶν, σὺ δὲ μηδὲ φρονεῖν ὅλως, ἀπὸ σαυτοῦ μοι δοκεῖν ἀρξάμενος.φέρε δὴ καὶ ἑτέρου κόσμον ὥσπερ ἵππου κατάμαθε. οἶμαι γάρ σε τῶν Δημοσθένους εἰ μή τι ἄλλο, ἀλλὰ τόν