Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ὡς γόνιμον καὶ πόριμον εἰς τὰ μέλη; τί δʼ ἐπειδὰν λέγῃ
σκόπει δῆτα καὶ τοὺς ῥήτορας, οὓς μόνους σὺ φῂς θαυμάζειν, ἅτε καὶ σφόδρα κατʼ αὐτοὺς ὢν τὴν φύσιν. πρότερον δὲ τοὺς μεταξὺ τῶν ποιητῶν τε καὶ ῥητόρων ἐξετάσαι βούλομαι. Ἡροδότου Ἁλικαρνασσέος ἱστορίης ἀπόδεξις ἥδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται μήτε ἔργα μεγάλα καὶ θωυμαστὰ, τὰ μὲν Ἕλλησι, τὰ δὲ καὶ βαρβάροις ἀποδεχθέντα, ἀκλεᾶ γένηται. εἶεν, ὦ βέλτιστε Ἡρόδοτε, ἐν σοὶ δὴ καὶ τοῖς σοῖς λόγοις ἀξιοῖς εἶναι τὸ σωθῆναι μνήμῃ τάς τε Ἑλλήνων καὶ βαρβάρων πράξεις, ἢ διεφθάρθαι πάσας; ἔγωγε, φησὶν ὁ Ἡρόδοτος, εἰ μὴ παντάπασιν ὕπνου μεστὸς εἶ. καί μοι δοκεῖ τὸν ἕτερον τοῦτο ἡσυχῆ κνίζειν. οὐκ ἔχων γοῦν ὅστις γένηται τὸν πόλεμον αἴρει, καὶ βουλόμενος εἰπεῖν, οἶμαι, ὅτι αὐτὸς ἀξιολογώτατος εἴη τῶν συγγραφέων τῷ πολέμῳ τὴν ψῆφον δίδωσι. καὶ τὸ μὲν κεφάλαιον ὅπερ λέγω τῆς σπουδῆς τοῦτʼ ἔστι. περιέρχεται δʼ αὐτὸ καὶ μάλα ἀστείως καὶ τοὺς πρεσβυτέρους πολέμους ὡς ἂν σὺ δόξαις καθαιρεῖ. ἔστι δὲ ταῦτα οὐδὲν ἕτερον ἀλλʼ ἢ ἐνδείκνυται τῷ Ἡροδότῳ καὶ τοῖς Ἑλλανίκοις καὶ τοῖς Ἑκαταίοις καὶ πᾶσι τούτοις ὅτι ἐγὼ ὑμῶν προέχω τῇ κρίσει πρῶτον· τὰ γοῦν κράτιστα ἐξειλεχὼς, ταῦτα καὶ περὶ τούτων γράφω, τὰ δὲ πλείω παιδιά. ὅτι δʼ οὖν ἔνεστι φρόνημα τῷ Θουκυδίδῃ εὕροις ἂν καὶ διὰ πάσης τῆς συγγραφῆς. πρῶτον μέν γε ἐπίπαν οἱ δημηγοροῦντες αὐτῷ κατὰ πόλεις μετέχουσι τοῦ τοιούτου, ἔπειτα κατʼ ἄνδρα. τίς οὐκ οἶδεν οἷος μὲν ὁ Περικλῆς αὐτῷ, εἰ ἄρα καὶ Περικλέους ὄνομα ἤκουσας· ὃς οὐκ ἐν ὁμιλίᾳ καὶ κατʼ ἐξουσίαν οὑτωσὶ παραφθέγγεται, ὃ σὺ πρώην ἡμῶν ἀφῃροῦ, ἀλλʼ ἐν τοιούτοις καιροῖς ἐμβεβηκὼς αὐτός τε καὶ τοῦ δήμου τοῦ παντὸς ὄντος, ἐν οἷς σύ γʼ ἂν αὐτῷ συνεβούλευσας καὶ ἱκετηρίαν θεῖναι, φθειρομένης μὲν τῆς χώρας ὑπὸ τοῦ πολέμου, φθειρομένων δὲ τῇ νόσῳμή μοι καταπαύετʼ, ἐπεί περ ἤρξατο
- τερπνοτάτων μελέων ὁ καλλιβόας πολύχορδος αὐλός;
- νὴ Δίʼ ἀλλʼ οἱ ποιηταὶ μόνοι οὕτως ἐφρόνησαν.