Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Περσῶν, ἢ Λακεδαιμόνιοι ἀπὸ τῶν δείνων, ἢ ὁτιδήποτʼ ἂν, ἢ τοὐπίγραμμα ἐξαλειπτέον. ἆρά σοι καὶ τὰ τοιάδε δόξει ἀλαζονία τις εἶναι;
καὶἙλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι,
- ἔκτειναν Μήδων ἐννέα μυριάδας·
καὶ πάντα ἐκεῖνα καλλίω τῶν σῶν οἶμαι λόγων ἐπιγράμματα, καὶ ἔτι γε μᾶλλονἀμφί τε Βυζάντειον ὅσοι θάνον, ἰχθυόεσσαν
- ῥυόμενοι χώραν ἄνδρες ἀρηίθοοι·
καὶ πρό γε τούτωνἐξ οὗτʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε
- καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει,
- οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν
- ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ.
- οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες
- Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
- ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν
- πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου.
οἶμαι λέγει τὸ ἐπίγραμμα καὶ πολλὰ ἕτερα. νὴ Δίʼ ἀλλὰ ταῦτα Ἀττικὰ καὶ θερμότερα. ἀλλʼ ὡς μὲν καὶ ἡμεῖς οὐκ εἰς ἕτερον τελοῦμεν ἔθνος τῇ προαιρέσει τῶν λόγων ἅπασι πρόδηλον. σὺ δʼ οὖν ἐξέταζε τὰ Δώρια, εἰ βούλει, καὶ τὰ Λακωνικά·ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες
- παῖδες Ἀθηναίων,
ἆρʼ οὖν οὐκ ἀλαζονία ταῦτα καὶ πολλὴ καὶ πρός γε αὐθάδεια λαμπρά; τετρακισχίλιοι, φασὶν, ὄντες τριακοσίαις μυριάσι πολεμίων ἀντήραμεν. ἕτεροι δʼ αὖ λέγουσινμυριάσιν ποτὲ τῇδε τριηκοσίῃς ἐμάχοντο
- ἐκ Πελοποννήσου χιλιάδες τέτορες.
ὥστε ὥρα σοι σκώπτειν αὐτοὺς ὡς ἀδολέσχας τινὰς νεκροὺς καὶ οὐκ εἰδότας ἡσυχίαν ἄγειν. κᾆτά σε ἀνήρ τις Σιμωνίδειος ἀμείψεται, ὤνθρωπε, κεῖσαι ζῶν ἔτι μᾶλλον τῶν ὑπὸ γῆς ἐκείνων. φέρε δὴ καὶ ταῦτα ἐξέτασονἀκμῆς ἑστηκυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
- ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι
- δουλοσύνας· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα
- ἥψαμεν, ἀργαλέης μνήματα ναυμαχίας.
- ὀστέα δʼ ἄμμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος
- ἀντʼ εὐεργεσίης μνῆμʼ ἐπέθηκε τόδε.
ταῦτʼ οὐ δοκεῖ σοι σαφῶς ὁ ποιητὴς ἑαυτὸν ἐπαινῶν λέγεινἁ Μοῦσα γὰρ οὐκ ἀπόρως
- γεύει τὸ παρὸν μόνον, ἀλλʼ ἐπέρχεται
- πάντα θεριζομένα.