Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

Ἀχιλλέα ἃ μὴ δυνατὸς ἦν οὐ προσποιούμενον οὐδʼ ἀλαζονευόμενον. αὐτὰ γὰρ ταῦτα ὧν ἀρτίως ἐμνήσθην, ἐν οἷς ὁ Ἀχιλλεὺς ἐπαρρησιάζετο, ὁμολογίαν τινὰ εἶχεν ἀδελφὴν τοῖς λόγοις τοῦ Ὀδυσσέως, ἐπεὶ κἀκεῖνος οὕτως διορίζεται λέγων ὅτι

ἐν πολέμῳ, ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.
ἔχων οὖν ἐνέχυρον ὁ Ὀδυσσεὺς τὴν ἐκείνου ψῆφον καὶ εὖ εἰδὼς ὅτι οὐκ ἀηδῶς τἀληθὲς ἀκούσεται, ἀλλὰ τοῦ αὐτοῦ καὶ λέγειν καὶ ἀκούειν ἐθέλειν ἐστὶ τἀληθῆ· ἐκεῖνά τε σὺ, ἔφη, πολὺ κρείττων ἐμοῦ καὶ ταῦτα ἐγὼ σοῦ τοσοῦτον ἕτερον.

τὸ δὲ ἔτι κάλλιον, ὁ γὰρ Νέστωρ οὐδʼ ὠμογέρων τις ἔτι ὢν, ἀλλʼ οὕτω σφόδρα πρεσβύτης καὶ πέπων ὥστʼ αὐτῷ

  1. δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
  2. ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο,
  3. μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
οὕτω σφόδρα δόξει σοὶ κριτῇ μειρακιεύεσθαι ὥστε μηδὲν εἶναι χρῆμα λαλίστερον αὐτοῦ μηδʼ αὐθαδέστερον. οὐδὲ γὰρ εἰσάπαξ ποτὲ ἐπαινέσας αὑτὸν ἀπηλλάγη, ἀλλʼ ἐστὶν ὅμοιος ἁπανταχοῦ· ὃς πρῶτον μὲν τοὺς βασιλέας διαλλάττων φησὶ συγγενέσθαι ἀνδράσιν οὐ κατὰ τοὺς νῦν, ἀλλὰ μακρῷ πάντων κρατίστοις, ἑαυτὸν διʼ ἐκείνων σεμνύνων· ὥστʼ οὐδʼ ἀπεκρύψατο αὐτὸ, ἀλλʼ εἶπεν ἄντικρυς
καὶ μέν μευ βουλέων ξύνιον, πείθοντό τε μύθῳ,
ὄντες, φησὶ, τοιοῦτοι. τὸ δʼ ἔτι μεῖζον
    καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
  1. τηλόθεν ἐξ Ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί.
δύο προσθῆκαι, ὅτι τε αὐτοὶ ἦσαν οἱ μεταπεμψάμενοι καὶ δεηθέντες καὶ ἔτι τηλόθεν ἐξ Ἀπίης γαίης, ὡς δὴ οὕτω σφόδρα ἔνδοξος καὶ θαυμαστὸς ὤν. εἰ δʼ ἐρεῖς ὅτι εὔγνωμον καὶ σύμμετρον τὸ καὶ μαχόμην κατʼ ἐμαυτὸν ἐγώ, φημὶ κἀγὼ, καὶ οὐδαμοῦ τοὺς μαινομένους ἐπῄνεσα, ἀλλά τοι τῆς αὐτῆς ἐστι δεξιότητος καὶ τὰ προκείμενα, καί πως ἀμφότερά ἐστιν ἀληθῆ καὶ τοῦ ἐμοῦ λόγου. οὗ μὲν γὰρ ἐκείνων ἡττᾶτο καὶ μαχόμην ἔφη κατʼ ἐμαυτόν, οὗ δὲ κἀκείνων κρείττων καὶ τούτων πρὸς οὓς διελέγετο, ὑπό τʼ ἐκείνων προκριθῆναί φησι καὶ