Orationes 49
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
νὴ Δία ἀλλʼ ὁ Ἀχιλλεὺς νεανιεύεται. ὁ δέ γε Ὀδυσσεὺς ὠμογέρων ὢν τί λέγει; καὶ ταῦτα πρὸς αὐτὸν ἐκεῖνον λέγων ὦ Ἀχιλεῦ Πηλέως υἱὲ, εἰ μὲν ἄλλο τι κρείττων ἀξιοῖς εἶναι, συγχωρῶ, ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην, καὶ προσέθηκεν ὅτι καὶ πολλόν. οὐδὲ γὰρ ὥσπερ οἱ φαῦλοι τῶν γραμματιστῶν λυμαίνονται τῷ ἔπει οὐχ οὕτως ἔχει, οἳ τὸ πολλὸν ἀπολύουσιν ἀπὸ τοῦ προτέρου, ἄγουσι δʼ ἐπὶ τὰ ἑξῆς, ὧν ἡγεῖται κατὰ τὴν τοῦ ἔπους ἀρχήν. ἐμοὶ δὲ οὗτοι οὐ πάνυ τι δοκοῦσιν ἐπαΐειν περὶ λόγων. ἔστι γὰρ ἄντικρυς ἀντίθετον· φησὶ γὰρ
τὸ πρότερον· εἶτα,κρείττων εἶς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον γε
- ἔγχει
ἄκουε δὴ πῶς ἀντίκειται. ὃ μὲν ἐκεῖ τὸ ἔγχει, νοήματι ἐστὶν ἐνταῦθα, ὃ δʼ ἦν τὸ οὐκ ὀλίγον γε, τοῦτʼ ἀντʼ ἐκείνου τὸ πολλὸν, ὥσπερ ἂν εἰ καὶ οὕτως εἶπε μεταλαβὼν, πολὺ κρείττων σὺ ἐμοῦ τὰ ἐν πολέμῳ, ἐγὼ δὲ σοῦ ταῦτα οὐκ ὀλίγον. ἔτι δέ σε ἐπάξω βεβαιότερον, εἰ βούλει. Ὅμηρος γὰρ περὶ μὲν ἡλικίας οὐ πάνυ τι χρῆται προσθήκαις τοιαύταις, ὅσα γε ὡς ἐν τῷ παρόντι μεμνῆσθαι, εἰς δὲ ἀρετῆς κρίσιν πολλάκις, οἷόν τι λέγω, φησὶ δή που περὶ τοῦ Διὸς λέγων καὶ τοῦ Ποσειδῶνος
- ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην
- πολλόν.
ἀλλὰ Ζεὺς πρότερος γεγόνει,τοσοῦτον μόνον, καὶ πολὺ οὐ προστίθησι. καίτοι ὅτι πολὺ δῆλον καὶ μὴ προσθέντος αὐτοῖς τε τοῖς ἐκείνου καὶ τοῖς ἄλλοις. ᾁδει γὰρ εἰς αὐτὸν ἀεὶ, πατὴρ ἀνδρῶν τε θεῶν τε. ὥστε πῶς οὐ μακρῷ πάντων ἐστὶ πρεσβύτατος; ἑτέρωθι τοίνυν φησὶν
τοσοῦτον μόνον ὅτι πρότερος, πόσον δέ τι οὐ λέγει. ἀλλʼ ἐπειδὰν κρίνῃ, προστίθησι πολὺ, μέγα, τὰ τοιαῦτα,
- ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
- ἥρως Πρωτεσίλαος.
εἶτα πῶς;ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας,
- ὄφρʼ Ἀχιλεὺς μήνιεν.
τοῦτο δὴ τὸ οἴκοθεν ἔθος διαβιβάζει καὶ ἐπὶ τὸν Ὀδυσσέα, νομίζων κἀκείνῳ προσήκειν οὕτως εἰρῆσθαι, ὅτι ἐγὼ σοῦ προφέρω πολὺ εἰς γνώμην. καὶ ὅ γε Ὀδυσσεὺς θαρρῶν αὐτὸ, οἶμαι, προσετίθει. ᾔδει γὰρ καὶ αὐτὸν τὸν
- ὁ γὰρ πολὺ φέρτερος ἦεν.