Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

φύσει πρὸς τὴν ἀξίαν ἕκαστον κρίνεται· καὶ ὅ γε ἁπλοῦς ἀνὴρ καὶ οὐ πολλαπλοῦς οὗτός ἐστιν, ἐμοὶ δοκεῖν, ὅστις οἶδε μὲν ἐπὶ τοῖς αὐτὸς αὑτοῦ μεῖζον φρονεῖν, οἶδε δὲ ἔλαττον, ἐπαινεῖ δὲ καὶ τὰ αὑτοῦ καὶ τὰ τῶν πλησίον, ἂν αὐτὸν προσίηται, ψέγει δὲ καὶ τὰ αὑτοῦ καὶ τὰ τῶν πλησίον, ἄν τι τοιοῦτον ἐνευρίσκῃ, μηδὲν τοῦ δοκοῦντος ἀληθοῦς εἶναι προτιθεὶς μηδαμοῦ. σκόπει δὲ κἀνθένδε. ἐμοὶ γὰρ σὺ ἴσως οὔπω ἐνέτυχες· ἐπεὶ ἔγνως ἂν ὅσα ἐπὶ τῶν ἐμαυτοῦ ψέγω. ἃ γὰρ διαγράφω καὶ μεταποιῶ, πῶς οἴει με πρὸς ταῦτα ἔχειν; φημὶ δὲ τοῦ πάντας ἴσον φρονεῖν ἐπὶ τοῖς ἑαυτῶν οὐδὲν εἶναι μᾶλλον κατʼ ἀνθρώπους ἄνισον. ἀλλά μοι δοκεῖ καὶ τὸ γράμμα τὸ θεῖον ἄντικρυς τοῦτο κελεύειν καὶ λέγειν τὸ γνῶθι σεαυτὸν, οὐχ ἁπλῶς οὑτωσὶ, φάθι μηδὲν εἶναι, ἀλλὰ μήτε ὑπερβάλῃς μήτε ἐλλίπῃς. ἐπικυροῖ δὲ τὸ δεύτερον γράμμα καὶ ἐπισφραγίζεται ὅτι οὗτός ἐστιν ὁ νοῦς τοῦ προτέρου· τὸ γὰρ μηδὲν ἄγαν εἰς τοῦτο οἶμαι φέρει. τὴν τοίνυν ἀξίαν ὅ τʼ Ἀπόλλων, ἅτε μάντις καὶ ποιητὴς ὢν καὶ κατʼ ἀμφότερα ἐξηγητὴς τῆς ἀληθείας, παρακελεύεται τιμᾶν, σύ τʼ ἂν εὖ φρονῇς καὶ μὴ θεοῖς ἐχθρὸς ᾖς, σκέψει πανταχοῦ, σκέψει δʼ ὅπως ἁπάντων ὑπαρχόντων οὐ δείξεις ἀτιμάζων, ἀλλʼ ἐπὶ παντὸς ἀεὶ παραλαμβάνων, οὕτω κρινεῖς ἀναφέρων ἐπʼ

ἐκεῖνο τὴν γνώμην, τὸ ποῖός τις ἕκαστος ἡμῶν καὶ πόσου τινὸς ἄξιος. τὰ γὰρ αὐτὰ τοῖς μὲν ἄξια, τοῖς δʼ οὔ· οἷον ὅταν μὲν ὁ Θερσίτης λέγῃ
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
γέλως ἐστὶν, οἶμαι. σὺ δήσας; εἰ δὲ μὴ σὲ ἕτερος αὐτῶν τῶν Ἀχαιῶν, οὐκ ἀγαπήσεις; οὐ γνώσει κατὰ τοῦ νώτου ληρῶν; ἀλλʼ ὅταν γε Ἀχιλλεὺς, οἶμαι, διηγῆται
    δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
  1. πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·
  2. τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
  3. ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον,
οὐδείς ἐστιν ὅστις ἔτι νεμεσήσει τῶν Ἀχαιῶν. διὰ τί; ὅτι συμβαίνουσιν οἱ λόγοι τοῖς ἔργοις. τρεῖς καὶ εἴκοσι, φησὶ, πόλεις εἷλον. τί οὖν; οὗτος αὐτὸς τὰς ἁπάσας; οὐκ ἔχομεν ἀντειπεῖν. ἀλλʼ οὐ τὰς μὲν ἐν θαλάττῃ, τὰς δὲ πεζὸς,

καὶ τὰς μὲν τόσας, τὰς δὲ τόσας, ἀλλὰ καὶ ταῦτα συνίσασιν οἱ ἀκούοντες. οὐκοῦν ἅπαντα ἀληθῆ. ἀλλὰ καὶ προθυμότατος εἰς τὸ κοινὸν ἐγενόμην, φησίν. ἕως ἂν δείξῃ ὅτι οὐ προθυμότατος, οὐ ληρεῖ. διὰ ταῦτα ὁ αὐτὸς ἀνὴρ Ὀδυσσεὺς τὸν μὲν ἐμαστίγου, τὸν δʼ ἱκέτευεν. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ ὅλως ἀρχαῖον νόμιμον τοῦτο καὶ Ἑλληνικὸν, φρονεῖν ἐπὶ τοῖς ἑαυτοῦ, καὶ χωρὶς τούτου τοῦ φρονήματος οὔτε πρᾶξις κατʼ ἀνθρώπους ἀξία μνήμης οὔτε λόγος διαφέρων οὔτʼ ἄλλο τελεσθείη ποτʼ ἂν οὐδὲν, ἄκουε οἷα καὶ ὅσα παρῆλθέ σε. ἀδελφοὺς δέ που τοῖς χθὲς ἔοικα ποιήσεσθαι τοὺς λόγους, καὶ γὰρ ἡ ἀπόκρισις τῆς αὐτῆς ἔχεται γνώμης σχεδόν. ὅσα μὲν δή σοι Ὅμηρος ἐφαίνετο

λέγων αὐτὸς ὑπὲρ αὑτοῦ καλεῖν κελεύων τοὺς προσαγωγέας μέμνησαι· ὥστε ἀφίημι αὐτά. καίτοι γε ἐκεῖνα τὰ ἔπη σχεδὸν ἄντικρυς λέγει τοῦθʼ ὅτι Ὅμηρος αὑτὸν ψηφίζεται ποιητῶν εἶναι κράτιστον. ἀφεῖται μὲν δή σοι Ὅμηρος. σκόπει δὲ καὶ Ἡσιόδου φρόνημα, εἰ ἄρα πρότερον μὴ κατεῖδες. ἐκεῖνος γὰρ ἀρξάμενος τῆς θεογονίας καὶ τὰς Μούσας ὑμνῶν εὐθὺς λέγει
αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν.
καὶ οὕτω σχέτλιος ἦν καὶ ὑβριστὴς ὥστʼ οὐδὲ τοσοῦτον ἐνέμεινεν ἐκτελέσαι τὸ προοίμιον ταῖς θεαῖς, ἀλλὰ λέγων ὅτι αἱ Μοῦσαι ὑμνοῦσι τὸν Δία καὶ

Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην, εἶτα οὐ καρτερεῖ, ἀλλʼ ὀλίγου μεταξὺ τῶν θεῶν τῶν ὀνομάτων φησὶν

αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδὴν,
ὡς εἰ μὴ καὶ τοῦτο δόξει τῶν Μουσῶν ἔργον εἶναι, ὥσπερ τοὺς θεοὺς ᾁδειν οὕτω καὶ Ἡσίοδον ποιητὴν ἀπεργάσασθαι, μοῖράν τινα αὐταῖς ἀπολλυμένην τῆς εὐφημίας. καὶ οὐ μόνον λαβεῖν φησι παρʼ αὐτῶν τὴν ᾠδὴν, ἀλλʼ ὅτι καὶ καλὴν οὖσαν προστίθησι· νὴ Δίʼ ἀσφαλῶς γε, φαίης ἂν, προστιθεὶς ταῖς Μούσαις ἑαυτόν.

οὐκοῦν καὶ ἡμεῖς ἃ προήχθημεν εἰπεῖν προσετίθεμεν ταῖς Μούσαις καὶ τῇ θεῷ. ἐλέγομεν γοῦν, εἰ μέμνησαι, ὅτι καὶ ἄντικρυς ἔστιν ἃ τῶν ῥημάτων ἀπεμνημονεύσαμεν ὧν ἡ θεὸς προὔδειξεν, εἰ μὴ τὸ σὸν κωλύει. ὅσῳ δὲ ἡμεῖς

ἐπιεικέστεροι Ἡσιόδου μάθε, ἐπειδή γε ἀναγκάζεις. ὁ μὲν μεταξὺ τὸν ὕμνον ποιῶν ταῖς θεαῖς τοῦτο ἐντέθεικε τὸ ἔπος, ἐγκώμιον ὡς εἰπεῖν ἑαυτοῦ· ἡμεῖς δὲ τοὺς εἰς τὴν θεὸν λόγους καθαροὺς καθαρῶς ἐξεργασάμενοι μικρόν τι

περὶ ἡμῶν αὐτῶν ἄγραφον παρεφθεγξάμεθα. καὶ οὐχ ἁπλῶς γε οὑτωσὶ ὅτι τὴν ᾠδὴν ἔλαβε παρὰ τῶν Μουσῶν εἰπὼν ἀπαλλάττεται ὁ Ἡσίοδος οὐδʼ ἐπὶ τῇ προτέρᾳ προσθήκῃ περὶ τῆς ᾠδῆς ὡς εἴη καλὴ, ἀλλʼ οὕτως ἀλαζὼν καὶ φιλότιμος ἦν ὥστε καὶ σκῆπτρόν φησι λαβεῖν παρʼ αὐτῶν. τοῦτο δʼ αὐτῷ τι βούλεται πλέον ἢ νοήσειεν ἂν ἀργὸς ἀκροατής. ἀνένεγκε δὲ εἰς Ὅμηρον τί περὶ τοῦ σκήπτρου λέγει,
  1. νῦν δέ μιν υἷες Ἀχαιῶν
  2. ἐν παλάμῃς φορέουσι δικασπόλοι.
κἀγὼ, φησὶν ὁ Ἡσίοδος, τὸ τῶν Μουσῶν μέρος εἰμὶ τούτων εἷς. ἐν ὑπερβολῇ δὲ σεμνύνων τὰ αὑτοῦ τί φησί; δρέψασθαι θηητόν· ὡς οὐδὲ τὸν τυχόντα κλαδίσκον λαβὼν, ἀλλὰ πολλῶν ὄντων τὸν μάλιστα περίβλεπτον εἶναι σκῆπτρον Ἡσιόδῳ. καὶ οὐδʼ ἐνταῦθα ἔστη τῆς ὕβρεως, ἀλλʼ ὥσπερ σὲ ῥηγνὺς ἐξεπίτηδες προστίθησιν ἐνέπνευσαν δέ μοι αὐδήν. καὶ τοῦ μὲν ἔπους ἐτελεύτησε, τοῦ δʼ ἐγκωμίου οὐδὲν μᾶλλον, ἀλλὰ καὶ θεσπεσίην πάλιν αὖ προσέθηκε, καὶ τό γʼ ἔτι κάλλιον, ὥσπερ οἱ πανταχῆ περιττοὶ τῶν σοφιστῶν ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. τοῦτο δʼ ἐστὶ τί; τὰς Μούσας φησὶν ὑμνεῖν τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, καὶ ταύτην εἶναι φύσιν αὐτῶν. κἀγὼ οὖν, φησὶν, ὑμνῶ ταῦτα ἅπερ αἱ Μοῦσαι. ἐὰν οὖν σοι δοκῇ ταῦτα διαγράφειν Ἡσιόδου, καὶ ἡμεῖς τὴν ἐπιτίμησιν δεξόμεθα. δείξεις δὲ δή που πρότερον ὡς ἀντάξιος εἶ τῶν ἐπῶν.

φέρε δὴ πάλιν ἐπανέλθωμεν ἐπὶ τοὺς ἄνδρας περὶ ὧν διαλέγονται. οὔκουν δοκεῖ σοι σαφέστατα ἀνθρώπων Ὅμηρος πεποιηκέναι τὸν Ἀχιλλέα λέγοντα εἰς αὑτὸν ἄλλα τε δὴ καὶ εἰσάπαξ οὕτως;

ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
[ἄν τε σὺ βούλῃ, φησὶν, ἄν τε μή· κἂν ἔτι κάκιον ἢ νῦν διαφθαρῇ]
τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων.