Orationes 48
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τῷ σοφῷ ὅτι ὥσπερ ἐκ τῶν ὑψηλοτέρων εἰς τὸ κοῖλον καταρρεῖ τὸ ὕδωρ, οὕτως πάλιν ἐκ τῶν κοίλων ἀναστρέφει πρὸς τὰ ὑψηλὰ, καὶ ἀρξάμενος ἐκ θαλάττης ὁ ποταμὸς αὖθις ὑποστρέψας ἐπὶ καταρράκτας καὶ Μερόην ἄνω φέρεται, ὥσπερ τις ἐν προσάντει δολιχὸν τρέχων. ταῦτα δὲ οὐδʼ ἂν τοὺς αὑτοῦ πολίτας οἶμαι πείθοι λέγων. καὶ δὴ τοῦτο τὸ ἰσχυρὸν ἐῶ, καίτοι φασὶ καὶ τὰς κλοπὰς ἄχρι τούτου δεῖν ἐλέγχειν, ἕως ἄν τις τὰ φώρια ἐν τοῖν χεροῖν ἔχοντα ἀποδείξῃ. ἀλλʼ ἕτερον εὔηθες· αὐτὸ γὰρ τοῦτο πρῶτον τὸ νομίζειν ἢ τὴν Ἀράβιον ταύτην τὴν ὀρεινὴν ἢ τὴν Λιβυκὴν ὕδατος μεστὴν εἶναι τίς λόγος; ποῖαι γὰρ ἢ ἐνταῦθα ἢ ἐκεῖ πηγαί; τίς δʼ ὅσον ἔννοια ὕδατος ἐν τοῖς χωρίοις τούτοις; ἅ γʼ ἐστὶ ξηρότερα καὶ ψεδνότερα παντὸς οὗ τις ἂν εἰκάζων εὕροι, ὥστʼ ἔν γε τῇ Ἀραβικῇ καὶ ἡ περιβόητος αὕτη λιθοτομία ἡ πορφυρῖτίς ἐστιν· ἐργάζονται δʼ αὐτὴν ὥσπερ καὶ τὰς ἄλλας δή που κατάδικοι· ἀλλὰ τούτους γε, ὥς φασιν, οὐδεὶς φρουρεῖ, οὕτω σφόδρα ὕδατός ἐστιν ἄπορος, ὑφʼ οὗπερ καὶ ἠρήμωται, ἀλλὰ φόβῳ τοῦ καυθήσεσθαι ζῶντες, ὃ δεῖ παθεῖν ἄν τις φεύγων ἁλῷ, μένουσιν οἱ μένοντες τῶν μεταλλέων. καὶ ὅμως εἰσὶν οἳ καὶ τοῦθʼ αἱροῦνται μᾶλλον ἢ διὰ παντὸς τοῦ χρόνου κάεσθαι. τῷ γὰρ ὄντι τοῦτʼ εἶναι τὸ κάεσθαι ζῶντα. οὕτως
διὰ παντὸς ὁ χῶρος ἀμμώδης ἐστὶ καὶ διψῇ. ὅλως δὲ τί δή ποτε οὐ καὶ πάντες οἱ ποταμοὶ μείζους ἑαυτῶν τοῦ θέρους γίγνονται τῷ λόγῳ τούτῳ; εἰ γὰρ ὁ ἥλιος εἰς τὰ κοῖλα τῆς γῆς τὸ ὕδωρ ἀπωθεῖ, ἡ δὲ γῆ μεστὴ γιγνομένη τελευτῶσα ἐπικλύζεται αὐτὴ διʼ αὑτῆς, τί δή ποτʼ οὐκ εἰσὶν ἐν ἀκμῇ τοῦ καύματος οἱ ποταμοὶ μέγιστοι, πάντες ἐν τοῖς κοίλοις ὄντες τῆς καθʼ αὑτοὺς ἕκαστοι γῆς; ἀλλʼ ἀντὶ τοῦ μέγιστοι τότʼ εἶναι τότʼ εἰσὶν ἐλάχιστοι. καὶ μὴν καὶ περὶ ἄλλους δή που ποταμοὺς ἕτερά ἐστιν ὄρη καὶ οὐ μόνον οὐκ ἐλάττω τούτων, ἀλλὰ πρὸς τῷ μείζω σαφῶς ἔτι καὶ ὑγρότερα καὶ πολλῷ, ὡς δῆλον τοῖς τε δένδρεσι τοῖς ἐπιπεφυκόσι καὶ ταῖς εἰς τὸ φανερὸν ἀπορρεούσαις νοτίσι. πῶς οὖν οὐ τὰ ἄμικτα μίγνυται, εἴ γε ἀπελαθήσεται μὲν εἰς βάθος τῆς γῆς τὸ ὕδωρ, τηνικαῦτα δʼ ὑψωθήσεται διὰ τὸ αὐτὸ τοῦτο; καὶ ὡς ἔοικεν, ὁ αὐτὸς ἥλιος τὸ μὲν Ἀράβιον καὶ Λιβυκὸν ὄρος ἐξιποῖ καὶ τὸ ὕδωρ ὠθεῖ κάτω,ἐν Αἰγύπτῳ δὲ τὸ αὐτὸ τοῦτο ὕδωρ ὑψούμενον περιορᾷ. ποῦ δὲ καὶ ἡ χώρα μεστὴ γίγνεται κάτωθεν, ὦ σοφίας κεφάλαιον; ἥ γε οὕτως ἔρρωγε καὶ διέστηκεν εὐθὺς ἐκ τροπῶν τῶν ἠρινῶν ὥστʼ εἶναι μονονοὺ χάσματα καὶ χαράδρας ἅπασαν καὶ μηδὲ τοῖς ὑποζυγίοις ἀκίνδυνον τὴν πορείαν εἶναι. πῶς οὖν αἱ πόρρω τοῦ Νείλου, φησὶ, λίμναι πληροῦνται, εἴπερ ἐξ ὄμβρων ἢ χιόνος λυθείσης αἴρεται; τοῦτο δʼ εἰ τὰ μάλιστα δυνατόν ἐστιν, οὐδὲν μᾶλλον τῷ γε Ἐφόρου λόγῳ συνθεῖ. ἔστι γὰρ καὶ μήτε ἐξ ὄμβρων μήτʼ ἐκ χιόνος αἴρεσθαι τὸν ποταμὸν καὶ μὴ τοῦτʼ αἴτιον εἶναι, τὸ τὴν ἰκμάδα εἰς αὐτὸν ὑπορρεῖν. οὐ μὴν ἀλλʼ ἔμοιγε καὶ πᾶν τοὐναντίον ἤπερ ἐκείνῳ δοκεῖ, τὴν μὲν ἄνωθεν ἐπιρροὴν μηδὲν μᾶλλον κωλύειν οὗτος ὁ λόγος, τὴν δʼ αὐτόθεν πλήρωσιν παντελῶς ἐξελέγχειν ὡς ἔστι γέλως. τὸν μὲν γὰρ ποταμὸν, ἕως ἂν ἀπῇ τἄλλα ἃ κωλύει,
εἰκός ἐστι καὶ ὑπὸ τῆς χιόνος καὶ ἐξ ὄμβρων αὐξανόμενον κατιέναι, κατιόντος δʼ αὐτοῦ τὴν γῆν πληρουμένην καὶ διοιδοῦσαν ἀφιέναι κάτω νοτίδας εἰς τὰ πλάγια, οὐ διὰ τὴν θέρμην οὐδʼ ὑπὸ τοῦ ξηραίνεσθαι—γελοῖον γὰρ τὴν αὐτὴν οὐκ ἔχουσαν τὸ ἀναγκαῖον ὕδωρ ἀποστέλλειν τὸ περιττὸν ἑτέρωσε—ἀλλὰ τοὐναντίον τῷ πλεονάζοντι παρέχουσαν τοὺς ἐγχωροῦντας ἀδήλους ὀχετούς. εἰ δʼ ἡ κοιλότης ἡ τῆς συγκεκλεισμένης ὑπὸ τῶν ὀρῶν χώρας παρεῖχε τὴν αἰτίαν, οὐκ ἂν ἐπληροῦντο αἱ πόρρω δή που λίμναι τοῦ ποταμοῦ· καὶ τούτου μάρτυς αὐτὸς Ἔφορος. φησὶ γὰρ φεύγων τὸν ἔλεγχον ὡς ἄρα οὐ δυνατὸν τοῦτο συμβαίνειν περὶ τὴν ἄλλην γῆν, διὰ τὸ μήτε κοίλην εἶναι μήτʼ ἐπίκτητον ὥσπερ τὴν Αἴγυπτον, ἀλλʼ ἀρχαίαν τε καὶ ὡς ἐκεῖνος κέκληκεν αὐτοπαγῆ. τοῦτο δὴ δῶμεν ἀληθὲς εἶναι μέχρι γοῦν τινός· ἔστι δʼ οὐδὲν μᾶλλον· οὐκοῦν αἱ μὲν ἐγγὺς τοῦ ποταμοῦ καὶ κατʼ αὐτὴν Αἴγυπτον λίμναι οὐκ ἀφʼ αὑτῶν ἄρχονται δήπουθεν, ἀλλʼ ἐκ τοῦ ποταμοῦ πᾶσαι, καὶ διώρυχες εἰς αὐτὰς φέρουσιν, ἐάν τʼ Ἔφορος φῇ ἐάν τε μή. ὥστε ταύτας μὲν οὐδὲν ἀπεικὸς μετέχειν τῆς αἰτίας, ἥτις ἂν ᾖ τῷ ποταμῷ τῆς ἀναβάσεως· ἥ τεγὰρ Μοίριδος λίμνη καὶ αἱ πρὸς τοῖς ἕλεσι κάτω καὶ ἡ πρότερον μὲν ὑπὲρ Φάρου, νῦν δʼ ἐξόπισθεν τῆς Ἀλεξάνδρου πόλεως Μάρεια, ἐξ ἀρχῆς τέ εἰσι τοῦ Νείλου κόλποι καὶ τῆς ἀναβάσεως μετέχουσιν, ὅταν κατὰ τὰς διώρυχας εἰσπέσῃ τὸ μέρος τοῦ ῥεύματος· ἡ δʼ αὖ Σερβωνὶς λίμνη περιφανῶς ἔξω τῶν ὀρῶν τούτων ἐστίν. ὑπερελθόντι γὰρ Πηλούσιον καὶ τῶν ὀρῶν τῶν συγκλειόντων τὴν Αἴγυπτον θάτερόν ἐστι πρὸς Ὀστρακίνην βαδίζοντι, ἥπερ ἐστὶ μέση μάλιστα τῆς ἀσπόρου τῆς Ἀραβικῆς. εἰ μὲν οὖν καὶ εἰς ταύτην
ἐκ τῶν ἄνωθεν τόπων ἔρχεται τοῦ Νείλου τις ἀπόρρους, οὐδὲν δέομαι λέγειν· ὅτι δʼ ἐκφεύγει τοὺς ὅρους τοὺς Ἐφόρου δῆλον ἐξ ὧν εἶπον. ὥστε δυοῖν θατέρῳ περιπίπτει· εἰ μὲν γὰρ οὐ δέχεται τοῦτον τὸν λόγον οὐδʼ εἰς ἔλεγχον τίθησιν, ὃς δείκνυσιν αὐτὴν ἔξω τῆς κοίλης χώρας οὖσαν, τί οὐ καὶ κατὰ πᾶσαν τὴν γῆν ταυτὸν τοῦτʼ ἔδειξε γιγνόμενον, εἴπερ παρὰ τῇ θέρμῃ μόνῃ τὸ αἴτιόν ἐστιν; εἰ δʼ οὐκ ἀξιοῖ ζητεῖ ἑτέρωθι ταυτὸν τοῦτο τῷ μὴ τὴν αὐτὴν εἶναι φύσιν τῆς χώρας, ἔξω τῶν ὀρῶν τούτων ἐστὶν ἡ λίμνη. ὥστε πῶς αὔξεται; οὐκοῦν πρὶν ὃ τὸ πρῶτον προὔκειτο σκέψασθαι, πῶς ὁ Νεῖλος αὐξάνεται, δεύτερον δεῖ ζητεῖν πῶς ἡ λίμνη κατὰ τούτους τοὺς λόγους. καὶ μὴν ὅτι γʼ οὐδʼ ἄλλως ἀληθῆ λέγει ταύτῃ τῇ προφάσει καταχρώμενος ῥᾴδιον γνῶναι. πολλαὶ γὰρ δή που καὶ ἄλλαι χῶραι γεγόνασιν ἐκ ποταμῶν ἐν τῷ παντὶ, ἃς ἀνάγκη πολλὴ καὶ κοίλας εἶναι καὶ ἀραιὰς τοῖς αὐτοῖς λόγοις τούτοις. καὶ τὰς μὲν ἄλλας παραλείπω, μία δʼ ὦ Ζεῦ πρὸ πυλῶν εὐθὺς ἦν αὐτῷ τῆς πατρίδος καὶ ἐν ὀφθαλμοῖς. τὸ γὰρ περὶ Λάρισσαν πεδίον θάλατταν εἶναι τὸ παλαιὸν πολλὰ τεκμηριοῖ. καὶ ὅτι μὲν πολλοστὸν ὁ Ἕρμος τοῦ Νείλου μέρος εἰς ἕτερον λόγον τίθει τοῦτο, ὅτι δʼ ἐκ τῶν αὐτῶν καὶ τούτῳ τοῦ θέρους αὔξεσθαι προσῆκε καθʼ αὑτὸν ἐλέγχεται. ὁρᾶται μὲν γὰρ τὰ κύκλῳ περιέχοντα ὄρη τὴν χώραν, ὁ δὲ ῥεῖ διʼ αὐτῆς ἀραιᾶς οὔσης καὶ πεποιηκὼς αὐτὸς ἐξ ἀρχῆς. τίνος οὖν ἕνεκα οὐ μόνον οὐκ αὔξεται τοῦ θέρους, ἀλλὰ καὶ πολλῶν ἀπολείπεται τῶν οὐδʼ ἐγγὺς ἐκείνῳ τοῦ χειμῶνος ὄντων; πολλάκις δὲ οὐδʼ ὅσον ῥεῖν ἐστιν αὐτῷ. καὶ ἕτερʼ ἄν τις ἔχοι λέγειν μυρία τοιαῦτα.καίτοι πρός γε οὓς αὐτὸς ἀντιλέγει, καὶ ἓν ποιησάμενος
παράδειγμα ἀπαλλάττεται· ἔστι δʼ οὗ μηδʼ ὄνομα ἐπενεγκὼν, ὥστε γνῶναι ἢ τὸν ποταμὸν ἢ τὴν γῆν, ὅμως ἀξιοῖ νικᾶν. ἀραιὰ γὰρ ἡ Αἴγυπτος καὶ ῥᾳδία λιβάδας διαδοῦναι. ἀλλʼ ὅτι μὲν οὐδʼ ἄλλη πίων οὕτω καὶ μόνον ἀρκοῦν εἰπεῖν ἐῶ· ἀλλὰ τί φήσομεν περὶ τῆς ἔξω τοῦ Κασίου ταύτης ἧς ἐμνήσθην ἀρτίως; οὐ γὰρ δή που καὶ ταύτην ἔργον εἶναι τοῦ ποταμοῦ, ἀλλʼ ὅμως μετέχει τοῦ πράγματος· οὐ μὴν οὐδʼ ὑπʼ ἄλλου φαίης ἂν αὐτὴν κεχῶσθαι ποταμοῦ, ἄνυδρος γάρ ἐστι παρὰ τὴν λίμνην ἅπασα. καὶ μὴν οὐδʼ οἱ τοῦτο πείθοντες περὶ πάσης Αἰγύπτου πειρῶνται πείθειν, ἀλλʼ ὑπεξαιροῦνται τήν γε ὑπὲρ κορυφῆς τοῦ Δέλτα τοσαύτην οὖσαν ἀρχαίαν εἶναι, καὶ οὐχ ἁπλῶς οὐδʼ ὡς κοινὸν εἰπεῖν, ἀλλʼ οὕτω διαφερόντως ἀρχαίαν ὥστε καὶ πρώτην ἀνθρώπους ἐνεγκεῖν τῶν κατὰ τὴν Ἀσίαν, ἵνα μή τι λέγω πλέον. οὐκοῦν εἰ μὲν ἐν τῷ Δέλτα μόνῳ συνέβαινε γίγνεσθαι τὴν ἀνάβασιν, εἰκὸς ἦν καθʼ ἕν γέ τι τοῦτο πιστεῦσαι, εἰ δʼ ἐν ἁπάσῃ γίγνεται καὶ τοσοῦτον περὶ τὰ ἄνω πρότερον ὅσον τὸ ῥεῦμα κατέρχεται, τί πρὸς λόγον ἐστὶ τὸ τὸν Νεῖλον ἄγειν γῆν καινὴν ἢ ποιεῖν;ἔτι τοίνυν οὐδὲ τῆς Αἰθιοπίας τε καὶ Αἰγύπτου ἡ αὐτὴ φύσις, ἀλλʼ ἡ μὲν ὑπόψαμμός τε καὶ ξηρὰ καὶ κατὰ λεπτόν ἐστι συνεστηκυῖα, ἡ δʼ οὕτω βαθεῖα καὶ πεπηγυῖα ὡς οὐ ῥᾴδιον εὑρεῖν ἑτέραν· ἀλλὰ μὴν ἀμφοτέρωθι ταὐτὸν γίγνεται. πῶς οὖν ταὐτὰ αἴτια περὶ ἀμφοῖν ἐγχωρεῖ λέγειν, τῶν τοσοῦτον διαφόρων; εἰ μὲν γὰρ ἡ τῆς Αἰγύπτου φύσις αἰτία, οὐχ ἥ γε τῆς Αἰθιοπίας, ὡς ἔοικεν, ὅθεν πρόπαλαι κεκίνηται· εἰ δʼ ἡ τῆς Αἰθιοπίας φύσις
αἰτία, τί δεῖ λέγειν ὡς ἡ Αἴγυπτος κοίλη καὶ ὑπὸ τῶν ὀρῶν συγκέκλειται; οὔτε γὰρ ἐν ταύτῃ τὸ αἴτιον οὔθʼ, ὡς ἔοικε, τοῦτο. καὶ μὴν κἀν τοῖς ἄνω καταρρακτῶν τοῖς περὶ Ψέλχιν κέκλιται τὸ πρὸς ἑσπέραν τοσοῦτον ὥστε μηδʼ ἐγγὺς εἶναι τὸ βάθος τῆς χώρας τῷ ῥείθρῳ. ἔστι μὲν γὰρ ὀφρὺς ἀμμώδης, ἀπείργουσα τὸν ποταμὸν πρὸς τὴν κάτω πᾶσαν χώραν, τελευτᾷ δʼ εἰς πολλῷ βαθύτερον τὸ πρὸς