Orationes 48
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἀπέλιπεν, ὅτι πρῶτον μὲν ἀπὸ πολλοστοῦ μέρους ἤρξατο φράζειν αὐτῷ τὰς πηγάς· πολλῶν γὰρ μηνῶν ἀνάπλουν ὑπὲρ τὸν τόπον τοῦτον ἔτι ὁ Νεῖλος γιγνώσκεται· ἔπειθʼ ὅτι ἀμήχανον οὗ μὴ ἔστι ῥεῖν τῷ ποταμῷ κατὰ συνήθειαν, ἀλλὰ ὑπὲρ τῶν πετρῶν καταρρήγνυσι βιαζόμενος τὴν κατάβασιν, ἐνταῦθα ἄνω φέρεσθαι τὸ ἥμισυ τοῦ ῥεύματος, ὥσπερ οἱ πρὸς τὰ ὑψηλὰ ὄρνιθες. τὸ γὰρ δὴ λεγόμενον οὐχὶ ἄνω ποταμῶν τοῦτʼ ἂν εἴη χωρεῖν, ἀλλʼ ὀρῶν ἄνω χωρεῖν τὰς τῶν ποταμῶν ἀκούειν πηγάς; ἀλλʼ οὔτʼ ἐλθὼν εἰς Ἐλεφαντίνην οὔτε σαφὲς περὶ τούτων εἰδὼς οὐδὲν κέχρηται λόγῳ πειθομένοις μὲν κεχαρισμένῳ, ἀπιστοῦσι δʼ ἔχοντι ἀναφοράν.
ἔπειτα ἐπὶ τούτοις προειρημένοις φησὶν, εἰ ἄρα ταῦτʼ ἀληθῆ, δοκεῖν αὐτῷ δίνας ἐνταῦθα εἶναι καὶ παλιρροίας
τοῦ ποταμοῦ. καὶ τί δεῖ παλιρροίας καὶ δίνας λέγειν, ἀμελήσαντα ὅτι οὔτʼ αὐτόθεν ὁ Νεῖλος ὁρμᾶται, ἀλλὰ πολὺ πλείων ὁ ἄνω τόπος αὐτόθεν ἤπερ ὁ πρὸς θάλατταν, οὔθʼ ὑπὲρ τοὺς καταρράκτας δυνατὸν τὸ ὕδωρ ὑπερβαλεῖν, εἰ μὴ κατʼ Αἰσχύλον ὡς ἀληθῶς ἐξ αἰθέρος τις αὐτὸ κατάπαλτον φέρεσθαι θείη, οὔτʼ ὄρος οὐδέν ἐστι μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, ἀλλὰ μᾶλλον ἐν τῷ μεταξὺ τῶν ὀρῶν ἥ τε Συήνη καὶ ἡ Ἐλεφαντίνη. οὐ μὴν ἅπαν ψεῦδος τὸ εἰρημένον, ἀλλʼ εἰσὶ μὲν αἱ πηγαὶ ἐν τῷ μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης ὡς ἀληθῶς, πέτραι μεγάλαι δύο ἐν μέσῳ τῷ πόρῳ ἀνέχουσαι καὶ τὸ μέσον αὐτῶν Αἰγύπτιοί φασιν εἶναι πηγάς. εἰσὶ δʼ οὐ παντὸς αὗται τοῦ ποταμοῦ, ἀλλὰ τῷ πρὸς Αἰγύπτου κάτω συντελεῖς, οὐκ ἀρχαῖαι. καὶ μὴν καὶ τὸ βάθος γε οὐκ ἐφικτὸν ἔφασκον εἶναι πειρωμένῳ, πειρᾶσθαι δὲ οὐ συμφέρειν· τοῦτό με καὶ ἀπέτρεψεν ὄντα πρὸς αὐτῷ καὶ δὴ, οὐ γὰρ ἦν τοσοῦτον τὸ διάφορον. αὗται οὖν αἱ πηγαὶ κατὰ φύσιν που ῥέουσι, καὶ οὐ μόνον τῷ λόγῳ πείθομαι ὅτι εἰσὶν αὐτόθι πηγαὶ, ἀλλὰ καὶ αὐτῷ τῷ πράγματι· πολὺ πλείων ἀπὸ τούτων ὁ ποταμός ἐστι καὶ τὸ εὖρος καὶ ἅπας ὡς ἔπος εἰπεῖν, καὶ πλοῖα μείζω δέχεται προϊὼν καὶ οὐ μείζωμόνον, ἀλλὰ καὶ πολλῷ. καίτοι τοὐναντίον οἱ ποταμοὶ πάσχουσι, προϊόντες ἐλάττους γίγνονται, ὅταν μὴ ἄλλο ὕδωρ ἐπιβοηθῇ.
εἰ δὲ δεῖ καὶ περαιτέρω διαβῆναι, ἐρῶ σοι διʼ ὀλίγων ἃ ἤκουσα ἀνδρὸς Αἰθίοπος τῶν ἐκεῖ δυνατῶν. ὁ μὲν γὰρ ὕπαρχος ἀπὼν ἐτύγχανεν, ἡνίκα ἡμεῖς ἐπέβημεν τοῦ χωρίου, ἐπιτροπὴν δέ τις ἔχων ἦν, ὃς ἐμοὶ διʼ ἑρμηνέων εἰς λόγους ἧκε. καὶ ὅσα μὲν ἔξω τοῦ παρόντος ἐστὶ λόγου παραλείψω, ἔφη δʼ εἰς Μερόην, ἥπερ ἐστὶ πόλις μεγίστη τῶν ἐν Αἰθιοπίᾳ καὶ οὗ τὰ βασίλεια τῶν Αἰθιόπων, τεττάρων, οἶμαι δὲ καὶ ἓξ εἶπε μηνῶν, αὐτόθεν εἶναι πλοῦν, καταρράκτας δὲ ἐκδέχεσθαι πολλοὺς ἄλλους ἐπʼ ἄλλοις, σχεδὸν εἰς ἓξ καὶ τριάκοντα τοὺς σύμπαντας ὑπὲρ Ψέλχιν μέχρι Μερόης, καὶ τοῦτο πᾶν εἶναι τὸ γιγνωσκόμενον δὴ ῥεῦμα τοῦ ποταμοῦ. Μερόης δὲ ἐπέκεινα οὐ μέμνημαι μεθʼ ὁπόσον τι ἔφη οὐκ εἶναι τὸ ῥεῦμα καθʼ ἓν, ἀλλὰ δύʼ εἶναι ῥεύματα, ὧν τὸ μὲν ἕτερον γήινον τὴν χρόαν, τὸ δʼ ἕτερον ἀέρος ἐγγύς. ταῦτα δὲ συνιόντα καὶ μιγνύμενα γίγνεσθαι τὸν Νεῖλον τοῦτον, τὰ δὲ ἄνω οὔτʼ αὐτὸς ἔφη ἔτι γιγνώσκειν οὔτʼ ἄλλον Αἰθιόπων οὐδένα εἴς γε τὸ παντελὲς, ἀλλʼ εἶναι μὲν ἀνθρώπους μέλανας, μελαντέρους ἑαυτῶν τε καὶ τῶν ὁμόρων τοὺς ὑπὲρ αὐτῶν ἀεί· εἰς ἄκρον δὲ οὐκ ἔχειν ἀνενεγκεῖν ὅθεν καὶ διʼ ὧν φέρεται τὰ πρὸς πηγῶν ὁ ποταμός. καίτοι πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς Αἰθίοπας μὲν ὁμολογεῖν μὴ ἔχειν εἰπεῖν τοῦ Νείλου τὰς πηγὰς, ἡμᾶς δὲ ἀεὶ τούτου μὲν ζητουμένου, εὑρημένου δὲ οὐδέπω καὶ νῦν, τίς ἡ τῆς ἀναβάσεως αἰτία φροντίζειν καὶ τὸ πρῶτον, φασὶν, οὐκ εἰδότας τὸ δεύτερον ζητεῖν; καὶ ταῦτʼ οὐχ ἵνʼ Ἡροδότῳ πρὸς
ἀηδίαν ἐπιτιμήσω διεξῆλθον—οὔτε γὰρ ἄλλως τῶν ἠσκηκότων ἔγωγε τὸ τοιοῦτον, ἀλλʼ οὐδὲ τοῖς ποιοῦσι συγχαίρω, Ἡροδότῳ τε καὶ αὐτοῦ τοῦ ἔρωτος χάρις, ὃν ἡμῖν πρῶτος ἐνέβαλεν Αἰγύπτου, καὶ τἄλλα, φασὶν οἱ παρρησιαζόμενοι, φίλος ἁνὴρ—ἀλλʼ οὔπω περὶ τούτων τἀληθὲς εἴρηται. πρόειμι δὲ πορρωτέρω τῶν ἐλέγχων, ἵνα ὥσπερ κεφαλαίῳ κατακλεισθεὶς ὁ λόγος βεβαιωθῇ. ἄρχεται μὲν γὰρ ἡ ἀνάβασις τροπαῖς θεριναῖς ἢ ὀλίγῳ βραδύτερον· τότε δʼ Αἰγύπτου τῶν πρὸςΑἰθιοπίαν καὶ Λιβύης τῶν πρὸς Αἴγυπτον ὑπὲρ κεφαλῆς ὁ ἥλιος ἵσταται. ὃ δῆλον ἐκ δυοῖν τῶν μεγίστων σημείων, ὧν οὐδέτερον περὶ τὴν ἄλλην συμβαίνει γῆν, ὅσην ἡμεῖς οἰκοῦμεν. δυοῖν γὰρ ὄντοιν πολισμάτοιν, οἷν ἀρτίως ἐμνήσθην ἐπʼ ἄκροις τῆς Αἰγύπτου—φίλας γὰρ τὰς ὑπὲρ τῶν καταρρακτῶν μεθόριον Αἰγύπτου λέγω καὶ Αἰθιοπίας—ἐν μὲν Ἐλεφαντίνῃ λάμπεται πάντα, καὶ νεῲ καὶ ἄνθρωποι καὶ στῆλαι, καὶ οὐδὲν ἔχει σκιὰν τῆς μεσημβρίας, ἐπειδὰν τὴν μεγίστην ὁ ἥλιος πληροῖ· ἐν δὲ Συήνῃ τῆς αὐτῆς ἡμέρας τε καὶ ὥρας μέσος ἐν μέσῳ τῷ ἱερῷ φρέατι ὁ κύκλος τοῦ ἡλίου φαίνεται, ὥσπερ ἐπίθημα ἴσον πανταχόθεν πρὸς τὸ χεῖλος ἐλλάμπων. καίτοι τοῦτʼ
ἀμφοτέρων ἐστὶ σημεῖον, τοῦ τε μὴ τοῦ χειμῶνος ἐγγυτέρω τῆς Λιβύης γίγνεσθαι τὸν ἥλιον ἢ τοῦ θέρους, εἴ γε δὴ δυοῖν ὄντοιν τῆς Αἰγύπτου μερῶν ἐπὶ τῆς Λιβύης ἡ Ἐλεφαντίνη πεπόλισται· πάντα γὰρ ἐνταῦθα ἤδη συμπέπτωκεν, Αἴγυπτος, Ἀραβία, Λιβύη, Αἰθιοπία, τὰ μὲν ἔνθεν, τὰ δὲ ἔνθεν εἰς ταυτὸν ἥκοντα· ἔπειτα εἰ τὰ μάλιστά τις αὐτῷ δοίη τὸ τὸν ἥλιον τῇ Λιβύῃ πλησιάζοντα τήκειν τὸ ὕδωρ, αὐτὸ τοῦτο κατʼ αὐτοῦ γίγνεται. εἰ γὰρ ἐξέτηκε τοῦ χειμῶνος τὸν ποταμὸν διὰ τὸ προσχωρεῖν, δῆλον ὅτι τοῦ γε θέρους, ὁπηνίκα ἔστη κατʼ αὐτοῦ, παντελῶς ἀναρπάσας ᾤχετʼ ἄν. οὐ γὰρ ἄλλον γέ που τρόπον ἐγγυτέρω τῆς γῆς ἔνι γίγνεσθαι φῆσαι τὸν ἥλιον ἢ ὅταν εἰς κάθετον ὑψωθῇ, ἐπεὶ ὅτι γε οὔτε τῇ Λιβύῃ πλησιάζει ποτὲ ὁ ἥλιος οὔτʼ ἄλλῳ μέρει τῆς γῆς οὐδενὶ ῥᾳδίως ἄν τις ἔχοι μαθεῖν. οὐ γὰρ μέρη τῆς γῆς ἐπέρχεται δή που τὰ μὲν θέρους, τὰ δὲ χειμῶνος, ἀλλʼ ἡ γῆ μᾶλλον ἐν μέρει τῆς ἐκείνου περιφορᾶς ἐστιν. ἀλλʼ ἀπέχει μὲν τὸ ἴσον πάσης ἀεὶ τῆς γῆς, οἷς δʼ ἂν ὑπὲρ κορυφῆς ἵστηται τὰ μεσημβρινὰ, τούτοις πλείστην φέρει τὴν φλόγα. φαίνεται τοίνυν οὐκ ἐπέχων οὐδὲ ἱστὰς, οὐδʼ ἀναρπάζων τὸν ποταμὸν τότε, οὐδʼ ἐλάττω ποιῶν ἐκ μείζονος, ἀλλʼ αὐξανόμενον καὶ προσθήκην ἀεὶ τῷ ῥεύματι λαμβάνοντα ἐφορῶν. ὃ σὺ θαυμάζεις· καίτοι πότε λοιπὸν τήκεσθαι φήσομεν τῇ θέρμῃ τὸν Νεῖλον, εἰ ὑπό γε τὴν τοιαύτην ἀκμὴν ἀνιὼν ὁρᾶται;ὑποστρέψας τοίνυν ὁ ἥλιος ἐκ τροπῶν ἐπʼ Αἰθίοπας χωρεῖ· λέγω δέ πως καθʼ Ἡρόδοτον τῷ ῥήματι. ὥστʼ ἀεὶ τοῖς ἀνωτέρω ταυτὸν τοῦτʼ ἔχων σχῆμα πορεύεται. ταῦτα δʼ ἐστὶν ἡ τοῦ ποταμοῦ πορεία, ὥστʼ ἀεὶ παρῃρεῖτʼ ἂν
οὐκ ὀλίγην μοῖραν τοῦ ὕδατος καὶ κατὰ μικρὸν ἐξήραινεν ἂν, οὗ τοὐναντίον φαίνεται ποιῶν· εἰ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, μᾶλλον δʼ οὐχ ὁ ἥλιος, οἶμαι, φαίνεται ποιῶν, ἀλλʼ ὁ Νεῖλος τοὐναντίον, εἴτʼ οὖν ποιῶν εἴτε πάσχων δεῖ λέγειν. δέον γὰρ αὐτὸν λήγειν κατὰ μικρὸν πρὸς τὴν τοῦ ἡλίου κίνησιν, ἀρξάμενος αὐξάνεσθαι αὔξει κατὰ μικρὸν αὐτὴν τὴν ἐπίδοσιν καὶ τὴν αὐτὴν ἀρχὴν καὶ τὴν αὐτὴν ἀκμὴν ὁ μὲν τοῦ καύματος, ὁ δὲ τῆς ἐπιρροῆς παρέχεται.ἀλλʼ ἄγε δὴ μετάβηθι, Ἐφόρου δὲ τοῦ φιλοσόφου καὶ σοφοῦ κόσμον ἄεισον, ᾧ κεκόσμηκεν ἁνὴρ αὑτόν τε καὶ τὴν συγγραφήν. καίτοι δέδοικα μὴ γελοιότερος ὁ πειρώμενος ἐλέγχειν ὦ τοῦ φάσκοντος εὑρεῖν· εἰ μὲν γὰρ μὴ πολὺ μὲν Καταδούπων ἄνω, πολὺ δʼ ὧν ἴσμεν τόπων ἔτι τὴν ἐπίδοσιν κατῆγεν ὁ Νεῖλος, τάχʼ ἄν τις προσεῖτο τὴν ὑπόνοιαν ὡς ἄρα ἐκ τοῦ Λιβυκοῦ ὄρους καὶ τοῦ Ἀραβίου τὸ ὕδωρ ὑποχωροῦν εἰς τὸ κάτω πληροῖ τὴν Αἴγυπτον μέσην τε καὶ κοίλην οὖσαν, ἅ φησιν ἐκεῖνος τὴν θέρμην αἰτιώμενος. νῦν δʼ αὖ καὶ οἱ μηδεπώποτε ὄνομα ἀκούσαντες Ἐφόρου τοῦτʼ ἴσασιν ἐκ πολλῶν ἡμερῶν πλοῦ κατιόντʼ αὐτὸν ἄνωθεν ὑψηλὸν καὶ περί τε αὐτοὺς Καταδούπους θαυμαστὸν αἰρόμενον καὶ τὸ μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, ὅθεν περ τῶν Αἰγύπτου μερῶν ὁ κληθεὶς ἂν ὑφʼ Ἑλλήνων Ἑρμῆς ἄρχεται, θαυμαστῷ κτύπῳ διεξιόντα καὶ πληροῦντα τριάκοντα πήχεις ἄγοντα ὡς μέσως εἰρῆσθαι.
πῶς οὖν τὸ ἐκ τῶν ὀρῶν τῶν ἔνθεν καὶ ἔνθεν κλειόντων τὴν Αἴγυπτον ὕδωρ τοσοῦτον κάτω τῆς ἀναβάσεως τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν ἀνάβασιν, καὶ τὸ αὐτὸ ἅμα μὲν πληροῖ τὴν Αἴγυπτον ὑπορρέον, ἅμα δὲ ὑπὲρ κορυφῆς Αἰγύπτου τοσοῦτον φαίνεται κατὰ νώτου τοῦ ἀρχαίου ὕδατος φερόμενον, εἰ μὴ καὶ Ἔφορος τοῦτʼ ἐρεῖ καὶ προσθήσει