Orationes 48
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἃ πρώην ἤρου με περὶ τοῦ Νείλου, ἐπειδή σοι διὰ βραχέων καὶ ἐπιπολῆς ἀπεκρινάμην καὶ ἅμα οἱ ἐπεισελθόντες ἀφείλοντο, ἐβουλήθην ἀναλαβὼν διελθεῖν σοι καὶ ὥσπερ ἄλλο τι χρέος ἀποδοῦναι πάντα τὸν λόγον· εἰρήσεται δὲ καὶ ταῦτα ὡς δυνατὸν ἐν βραχυτάτοις. ἐπειδὴ γὰρ καὶ μέχρι τῆς Αἰθιοπικῆς χώρας προελθὼν καὶ αὐτὴν διερευνησάμενος Αἴγυπτον τετράκις τὸ σύμπαν, καὶ παρεὶς οὐδὲν ἀνεξέταστον, οὐ πυραμίδας, οὐ λαβύρινθον, οὐχ ἱερὸν, οὐχὶ διώρυχας, ἀλλʼ ὧν μὲν ἐν ταῖς βίβλοις τὰ μέτρα ὑπῆρχεν ἐκεῖθεν πορισάμενος, ὧν δὲ μὴ ἐξ ἑτοίμου λαβεῖν ἦν ἐκμετρήσας αὐτὸς μετὰ τῶν παρʼ ἑκάστοις ἱερέων καὶ προφητῶν, εἶτʼ οὐκ ἠδυνήθην αὐτά σοι διασώσασθαι, τῶν ὑπομνημάτων διαφθαρέντων ἃ τοῖς παισὶ προσέταξα
ποιεῖσθαι, τοῦτό γʼ ἂν ἔχοιμι τὸ ἕν τε καὶ μικρὸν ἐρώτημα ἀπολῦσαι, τὸ πῶς ὁ Νεῖλος ἀνέρχεται καὶ τίς ἡ πρόφασις τὸ τἀναντία αὐτὸν πεπονθέναι τοῖς ἄλλοις ποταμοῖς περὶ τὰς ὥρας τοῦ ἔτους. μέμνησαι μὲν οὖν ὅτι καὶ τότʼ εὐθὺς ἀπεκρινάμην ὅτι κινδυνεύει περὶ Νείλου σαφὲς οὐδεὶς οὐδὲν ἔχειν λέγειν, ἀλλὰ ληροῦσιν εἰκῆ, οἱ μὲν πρὸς τὸ δοκοῦν αὑτοῖς ἰσχυριζόμενοι, οἱ δʼ οὐδʼ αὐτοὶ πάνυ τι πεπεισμένοι, προσποιούμενοι σχήματος ἕνεκα τοῦ πρὸς τοὺς πολλοὺς, ὅπως τι δοκοῖεν περὶ τῶν ἀδήλων ἐπίστασθαι· δίειμι δέ σοι καὶ νῦν οὕτως οὐ τὴν αἰτίαν ὑφʼ ἧς τοῦτο συμβαίνει, ἀλλʼ ὅτι οὐ διὰ ταῦτα ἃ ἕκαστοι λέγουσιν.ἀνάγκη δʼ ἐνίων μνησθῆναι καὶ ὧν Ἡρόδοτος ἀντιλέγων ἐλέγχει, πρῶτον μὲν ὅτι οὐχ οἱ ἐτησίαι τὸ ῥεῦμα ἀνακόπτοντες ποιοῦσι τὴν ἐπίκλυσιν. εἰ γὰρ ἦν παρὰ τοῖς
ἐτησίαις τὸ αἴτιον, εὔδηλον δή που τοῦθʼ ὅτι μὴ πνευσάντων γε οὐκ ἂν ἐγίγνετο· ὃ πολλοῦ δεῖ συμβαίνειν οὕτως. ἔτι δʼ εἰ οἱ ἐτησίαι πρὸς μεσημβρίαν πνέοντες
ἀνέστελλον τὸν τοῦ Νείλου ῥοῦν, χρῆν δή που καὶ τοὺς πρὸς ἄρκτον πνέοντας ἀνέμους τὸ αὐτὸ τοῦτο ποιεῖν περὶ τοὺς ἐπέκεινα ποταμοὺς, Τάναϊν λέγω καὶ Φᾶσιν καὶ ὅσοι τούτοις ἑξῆς εἰσι. πολλοὶ δὲ πολλάκις ἤδη καὶ νότοι καὶ οἱ παρʼ αὐτοὺς ἀπὸ Λιβύης ἐκπνέοντες παρέτειναν, καὶ θέρους ὥρᾳ καὶ χειμῶνος, καὶ οὐδεὶς τούτων τῶν ποταμῶν τοῦτο ἔπαθεν, οὐκοῦν οὐ τῶν γε ἐπιφανῶν. εἰ γὰρ αὖ φήσουσιν ὅτι ἡ συνέχεια τῶν ἐτησίων ἀπωθεῖ τὸν Νεῖλον, ὅτι μὲν καὶ οὓς εἶπον ἄνεμοι μυριάκις διήρκεσαν οὐκ εἰς ἔλαττον χρόνου παραλείπω, ἀλλʼ ὅ γε Νεῖλος οὐ μεσούντων ἐτησίων οὐδʼ ἡνίκʼ ἂν ὦσι πρὸς τῷ λήγειν, τότε πληροῦται, ἵνα τῷ χρόνῳ δῶμεν τὴν ὑπερβολὴν, ἀλλὰ καὶ ἀρχομένων καὶ πρὶν ἄρξασθαι πολλάκις. ὥστʼ οὐκ ἂν τὸ συνεχὲς τῶν πνευμάτων αἴτιον εἴη, ἃ πρὶν εἶναι κεκίνηται. ἀλλὰ μὴν οὐδʼ οἱ ἐτησίαι κατὰ στόμα παντάπασιν ἐκφυσῶσι τοῦ Νείλου, ἀλλʼ εἰς τὴν ὄχθην τὴν ἑῴαν· οἱ γοῦν πλείους αὐτῶν εἰσι δή που ζέφυροι. οὗτοι δʼ ἀπὸ ἑσπέρας πρὸς ἥλιον ἀνίσχοντα ἀποτείνουσιν. οὔτʼ οὖν διὰ τοὺς ἐτησίας ἀνακόπτεσθαι δυνατὸς, εἴ τε διὰ τούτους, τί δή ποτʼ οὐ καὶ πάντες αὐτὸ πάσχουσιν ὅσοι τῷ Νείλῳ τὴν αὐτὴν ῥέουσι; πρὸς δὲ καὶ γέλως ἤδη γίγνεται τὸ τῶν ἐτησίων παντελῶς. εἰ γὰρ παραδεξόμεθα τοῦτον τὸν λόγον, κἀκεῖνο ἤδη χρὴ προσπιστεύειν, ὅτι ἀπηλιῶται μὲν πνέοντες τὸν Ἠριδανὸν ἱστᾶσι καὶ ὅσοι τῷ Ἰονίῳ κατὰ ταὐτὸ ὁμιλοῦσι· ζεφύρων δὲ πνεόντων ὁ Ῥῆνος εἴσω ῥεῖ καὶ οὐ διεξέρχεται πρὸς τὴν ἔξω θάλατταν· τῶν δὲ περὶ βορέαν οἱ πρὸς μεσημβρίαν πληθύουσι, νότων δὲ οἱ πρὸς ἄρκτῳ κατὰ τὰ αὐτά· καὶ οὕτως οὗ τὴν αἰτίαν ζητοῦμεν, τί δή ποτε ἐφʼ ἑνὸς μόνου συμβαίνει, τοῦθʼ ἅπασι προσθήσομεν ἐν κύκλῳ. καὶ πῶς οὐχ ὑπερφυὲς, μᾶλλον δʼ ὅλως ἐπιλῆσμον, ζητεῖν μὲν διὰ τί ὁ Νεῖλος ἐκ πάντων, πάντας δʼ ἀποφαίνειν τὸ αὐτὸ πάσχοντας ἐκ τῶν αὐτῶν; καὶ μὴν εἰ μὲν οὐδεὶς ἄλλοςτοῖς αὐτοῖς ἐνέχεται, ψευδὴς ὁ λόγος, εἰ δʼ ἅπαντες, τί δεῖ λέγειν ὡς ὁ Νεῖλος μόνος; ἢ γὰρ οὐ χρὴ ζητεῖν, ἢ τὸ αἴτιον οὐ τοῦτο.
ἀλλὰ μὴν κἀκεῖνό γε δῆλον ὅτι οὐδʼ ἐν τοῖς φαυλοτάτοις τῶν ποταμῶν ἐστιν ὁ Νεῖλος, οὐδʼ οὕτω παρὰ πάντας εὐμεταχείριστος ὥστε μόνου τούτου τὰ στόματα ὑπὸ τῶν πνευμάτων ἀνακόπτεσθαι καὶ μεταπίπτειν. ὁπότε γὰρ μηδὲ τὰ βραχύτατα ἀποκλείεται τό γε παντελὲς, ἀλλʼ ἐκροὴν ἴσχει, πῶς τόν γε Νεῖλον, ὃς ἅπασαν Αἴγυπτον οἷός τʼ ἐστὶν ἐπικλύζειν, ἡττώμενον τῶν ἀνέμων εἰκός ἐστι τοῦτο ποιεῖν; ὁρῶμεν δʼ ὅτι οὐδʼ αἱ τῆς θαλάττης ἠιόνες οὐδʼ ὅσα τενάγη καὶ λίμναι, μὴ ὅτι τοσοῦτον ἐπέχεται ὑπʼ ἀνέμων τῶν γε δὴ πολλῶν καὶ συνήθων, ἀλλʼ οὐ πόσον φῶ τῆς αὐτῶν ἐκβαίνει χώρας· ἀλλὰ κύματα μὲν προσκλύσαντα ἐπαναχωρεῖ, τενάγη δὲ ἀτρεμῆ μένει· καίτοι τά γʼ ἐν τῷ ἰσοπέδῳ ῥᾴω κλιθῆναί ἐστιν ἢ τὰ πρὸς τὸ κάταντες ῥέοντα μεταστραφῆναι. οὐ μὴν οὐδὲ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς ἰσχυρότατοι τούτοις τοῖς τόποις οἱ ἐτησίαι προσβάλλουσιν· ἀλλʼ εἴτε ζεφύρους εἴτε βορέας εἴθʼ οὕστινας αὐτοὺς εἶναι δοῦναι δεῖ, τοῖς ἐγγυτέρω δή που καὶ πρὸς αὐτῶν σφοδρότεροι καὶ βιαιότεροι προσπίπτουσιν· ὧν οὐδενὸς ταὐτὸ πάσχοντος πῶς εἰκός ἐστι μόνον τὸν Νεῖλον, ὃς πρὸς τῷ πλεῖστον τῆς ἐκδρομῆς τῶν ἐτησίων ἀπέχειν, τοσοῦτον καὶ τῷ ῥεύματι; ἔτι τοίνυν καὶ ὅλως ἀναιδές ἐστιν. οὐ γὰρ ὅτι ἀξιοῦσι τοὺς ἐτησίας αἰτίαν παρέχειν, διὰ τοῦθʼ ὁ Νεῖλος οὐκ ἐξίησιν
εἰς θάλατταν, ἀλλʼ ἐπʼ αὐτὰ τὰ στόματα ἐλθόντι πανταχοῦ φανεῖται ῥέων λαμπρὸς ἐν λαμπροῖς ἐτησίαις. οὐ λεκτέος ἦν ἔτι οὗτος ὁ λόγος τοῖς τι καὶ μικρὸν εἰδόσι περὶ Νείλου. ὥστε τῶν ἀτόπων τὰ ἐν ποσὶν οὐκ ἰδόντας περὶ τῶν ἔξω διαφέρεσθαι καὶ τὰ δῆλα τοῖς ἀδήλοις ὑπάγειν, ἀλλὰ μὴ τούτοις ἐκεῖνα πιστοῦσθαι, ἐάν περ ἐγχωρῇ. τὰ τοίνυν στόματα ἅπαντα, ἐάν τε φῶσιν ἐάν τε μὴ φῶσιν οἱ σοφισταὶ, ἐξίησι—καὶ τοῦτʼ ὀφθαλμοῖς, οὐχὶ λόγῳ κρίνεται—καὶ οὐκ ἐπὶ βραχύ γε οὑτωσὶ οὐδʼ ἐφʼ ὅσον τὰ τῶν ἄλλων καὶ πολλῶν ποταμῶν, ἀλλʼ εἰς ὅσον εἰκὸς τοῦ μεγίστου τῶν ποταμῶν ἐξικνεῖσθαι, καὶ ἐπὶ πολύ γʼ αὖ πλέον τοῦ θέρους ἢ τοῦ χειμῶνος. ἔγωγʼοὖν ἤκουσα τοῦτο δὴ τὸ τοῦ Δημοσθένους, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, Δίωνος ἑταίρου ἡμετέρου καὶ πραγμάτων καὶ λόγων ἐμπείρου, ὃς ἔφη πλεῖν ἐπʼ Αἰγύπτου θέρους ὥρᾳ, καὶ γῆν οὔπω φαίνεσθαι, ἀλλʼ ἀπέχειν ὅσον μηδὲ τεκμήρασθαι, τοὺς δὲ ναύτας ἀρύσασθαι, εἴτʼ οὖν ἐπεῖξαν εἴτε καὶ ἄλλως βουλομένους ἐπιδεῖξαι τοῖς ἐμπλέουσιν ὕδωρ καθαρὸν καὶ πότιμον ἐκ πολλοῦ κάτωθεν· ἐπὶ τοσοῦτον ἐπιρρεῖν τὸν Νεῖλον τῆς τε γῆς ἔξω καὶ αὐτῆς θαλάττης ἄνω. καίτοι εἰ τὰ στόματα ἵστατο ὑπὸ τῶν ἐτησίων αὐτοῦ, πῶς εἰκὸς ἦν τοὺς τοῖς ἐτησίαις μέσοις καταίροντας ἐν μέσῃ θαλάττῃ τὸ τοῦ Νείλου ὕδωρ λαμβάνειν; καὶ μὴν καὶ αἱ λίμναι γε, ὅταν ἀρκούντως ἡ γῆ βρεχθῇ, μεθίενται πάλιν εἰς τὴν θάλατταν ὑπὸ τῶν Αἰγυπτίων. πῶς οὖν ἂν ἐξέρρεον, εἴπερ ἐκώλυον οἱ
ἐτησίαι; ὡς ἐκεῖνό γε ἀμήχανον, κατὰ μὲν στόμα καὶ ᾗ πέφυκε ῥεῖν ὁ ποταμὸς καὶ βιαιότατός ἐστιν αὐτὸς αὑτοῦ τοὺς ἀνέμους ἀνθισταμένους εἴργειν, οὗ δʼ εἰς τὰς λίμνας χυθεὶς ἡσυχάζει, μηδαμοῦ τὰ πνεύματα ἀποκωλύειν, ὅταν δεήσῃ τῆς ἐκροῆς.ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὥσπερ ἐν ταῖς παραγραφαῖς ** καὶ ἀνίσχυρον ἐκκρούει τὸ παντὶ ὁρᾶν εἶναι ῥέοντα τὸν ποταμὸν καὶ ὃ λέγω πολὺ ἐρρωμενέστερον τοῦ θέρους ὡς ἂν ἐκ πλήθους ἢ τοῦ χειμῶνος. εἰ γὰρ ἐξεπίτηδες ἔδει τοὐναντίον τοῦ συμβαίνοντος εἰπεῖν, οὐκ ἦν ἄμεινον εὑρεῖν. ἕτερον δʼ ἐξεταστέον ἄνδρα τε καὶ λόγον, ὅς φησι
πῶς οὖν, ὦ σοφώτατε Εὐριπίδη, λευκῆς τακείσης χιόνος ἀρδεύει Νεῖλος Αἰγύπτου γύας; τῆς ποῦ τακείσης; πότερον τῆς ἐν Σκυθίᾳ; καὶ τί τοῦτο πρὸς τὸν Νεῖλον; ἀλλὰ τῆς ἐν Αἰθιοπίᾳ, ἢ ἔτι προσωτέρω; ἀλλὰ τοῦτʼ ἐκείνου γελοιότερον. ὁρμᾶται μὲν γὰρ ἐκ τῶν θερμοτάτων τῆς οἰκουμένης ὁ Νεῖλος δή που καὶ προϊὼν εἰς ἧττον ἀεὶ θερμὴν ** ὧν γοῦν ἴσμεν ὡς εἰπεῖν ἔτι θερμοτάτην Αἴγυπτον, ἐν δὴ ταύτῃ γνώριμος ἡμῖν ἤδη γίγνεται. πῶς οὖν δυνατὴ πίπτειν χιών ἐστιν ἐν τοιαύτῃ φύσει χώρας, ἄλλως τε καὶ τοσαύτη, ὅση τὸν Νεῖλον ἐγεῖραι; ὅπου γὰρΝείλου μὲν αἳδε καλλιπάρθενοι ῥοαὶ,
- ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
- λευκῆς τακείσης χιόνος ἀρδεύει γύας.
οὐδʼ οἰκεῖν ἔτι φασὶν εἶναι διὰ καῦμα, ποίαν εἰκὸς εἶναι χιόνα, ὑφʼ ἧς γίγνεσθαι ῥεῦμα τοσοῦτον; ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις τοὺς ἐν τῇ Αἴτνῃ κρατῆρας ἀπορροὴν εἶναι κρυστάλλου βιάζοιτο, ἢ εἴ τις τὴν μὲν χιόνα θερμαίνειν, τὸ δὲ πῦρ ψύχειν ἐπιχειροίη λέγειν. ὅταν γὰρ ἐν αὐτῇ τῇ χώρᾳ τῆς θέρμης τιθῇ τις εἶναι χιόνα, πῶς οὐ τοιοῦτον γίγνεται, ὥσπερ ἐξ Ὀδρύσων ἢ Βισαλτῶν τὸν Νεῖλον ὁρμώμενον, ἀλλʼ οὐχ ὅθεν οὐδʼ εἰπεῖν ἔχομεν πλήν γε δὴ ὅτι ἀεὶ ἀνὰ πλέον εἰς θερμότερα ἀφικνεῖ, ἕως οὐκ ἔστιν ἀντισχεῖν. καὶ ὡς ἔοικεν, Αἰγυπτίων μὲν οἱ μὴ ἀποδημήσαντες οὐδὲ εἶδον χιόνα, ἀλλʼ οὐδʼ ἑτέρου λέγοντος δύνανται μαθεῖν, —ἡμεῖς γοῦν ὥσπερ ἄλλο τι τῶν ἀτόπων ἀφηγούμενοι διδάσκειν οὐκ εἴχομεν, ἀλλʼ ὥσπερ ὅσα ἑρμηνέως ἐδεῖτο ὅλως πρὸς τοὺς βαρβαρίζοντας αὐτῶν, οὕτω τοῦτο ἄγνωστον ἦν—οἱ δʼ ἐπὶ τῇ τῆς μεσημβρίας ἀρχῇ χιόνος πλέον ἢ θέρμης ἔχουσι; καὶ τί γένοιτʼ ἂν τούτου τραγικώτερον ψεῦσμα, ἄν τʼ Εὐριπίδης ἄν τʼ Αἰσχύλος αὐτὸ συνθῇ; αὐτῆς γοῦν
Αἰγύπτου τὰ πρῶτα πρὸς τὰ τελευταῖα πλέον ὡς εἰπεῖν διαλλάττει ἢ ἄλλο ἔθνος πρὸς αὐτὴν Αἴγυπτον· τοσοῦτον τὰ ἄνω προφέρει καύματι. ἃ τοίνυν περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου τὰς πρὸς ἡμῶν καὶ τῆς θαλάττης τὸ πρὸς Αἰγύπτου οὔτε συμβαίνει οὔτε τις ἤκουσε πώποτε, πῶς ταῦτʼ εἰκὸς ἐπʼ ἀρχῇ τῆς μεσημβρίας εἶναί ποτε φῆσαι; κρύος καὶ πλῆθος χιόνος τοσοῦτον ὥστε τὸ ἐκείνης ὕδωρ πλέον ἢ τὸ κύριον εἶναι τοῦ ποταμοῦ· καὶ πνεύματα μεσημβρινὰ πνευμάτων πάντων σύνισμεν ὄντα θερμότατα, καὶ αὐτὸν τὸν ἥλιον μεσημβρίζοντα τὰ εἴσω φλέγοντα· ὃ δὲ τῶν ἐσχάτων ἐστὶ κρυμῶν καὶ χειμώνων καὶ τῆς παρʼ ἡμῖν ὥρας, ἡνίκʼ ἂν ᾖ χειμεριωτάτη, τοῦθʼ οὕτως ἄφθονον εἶναι τοῖς ἐκεῖ τιθέντες οὐκ αἰσχυνούμεθα, ἐὰν μὲν αὐτοὶ λέγωμεν τὸν λόγον, ὡς ἀναιδῆ ψευδόμενοι, ἐὰν δʼ ἑτέροις λέγουσι πιστεύωμεν, ὡς ῥᾳδίως ἐξαπατώμενοι; μικροῦ δʼ ἔγωγε δέω λέγειν μόνον τοῦτο μηδʼ ἐπείσακτον εἶναι τῇ χώρᾳ, καθάπερ φύσιν πολέμιον. καὶ μὴν ὅτι γεσπουδάζεται τὴν θερινὴν ὥραν ἅπαντες σύνισμεν, ἀλλʼ ὅμως πάντʼ ἂν εὕροις ἐν τῇ μεγάλῃ πόλει τῇ Ἀλεξάνδρου πλὴν τούτου· καίτοι κράσπεδον Εὐριπίδου φωνῇ μάλιστʼ ἄν τις αὐτὴν Αἰγύπτου προσείποι. εἶθʼ ὃ μηδʼ ἐπείσακτον αὐτοῖς ἐστι θέρους νόμῳ, τοῦτʼ ἄγειν τὸν Νεῖλον θέρους ὥρᾳ τοσοῦτον πλήθει; πάντων γε ἥκιστά μοι δοκεῖν. καὶ πρὸς μὲν Εὐριπίδην τε καὶ Αἰσχύλον καὶ ταῦτα ἴσως οὐχ ἱκανὰ, ἀλλὰ πέρα τῶν ἱκανῶν, οὕτως γε σαφοῦς καὶ
πρὸ ποδῶν ὄντος τοῦ ἐλέγχου, καὶ δεικνύντος ὅλως τὸ ἀδύνατον, ὥσπερ ἐν τοῖς ἄνω τῆς ἐκροῆς.ἴωμεν δὲ ἐπὶ τὴν τῶν πολλῶν δόξαν ἤδη καὶ τοὺς χαρίεντας τοὺς πεποιηκότας αὐτήν· οἳ φασὶν ὕειν περὶ τοὺς ἄνω τόπους, ὅταν ὦσιν ἐτησίαι, καὶ τὰ νέφη παρʼ ἡμῶν ἐλαυνόμενα ἐκεῖ καταρρήγνυσθαι, ἐκ δὲ τῶν ὄμβρων τὸν Νεῖλον πληρούμενον εἰκότως μείζω τοῦ θέρους ἢ τοῦ χειμῶνος εἶναι. δεῖ τοίνυν σε μαθεῖν τὸ συμβαῖνον ἅπαν περὶ τὴν ἀνάβασιν. ὁ γὰρ Νεῖλος, ἡνίκʼ ἂν αὐτῷ ὡραῖον ᾖ, κατέρχεται τὰ ὑψηλὰ, κατέρχεται δὲ οὐ φανερᾷ τῇ προσθήκῃ οὐδʼ ὥστε ὀφθαλμῷ γνῶναι τὸ ὕδωρ ἐπιφερόμενον, ἀλλʼ ἀρξάμενος ἀπὸ δακτύλων ὀλίγων ἐπιδίδωσι τοσοῦτον ὥστʼ ἐν μησὶ μικροῦ τέτταρσι τοὺς τέτταρας ἢ πεντεκαίδεκα τούτους πήχεις πληροῦν περὶ Μέμφιν, κἀν τούτῳ τὴν προσθήκην ἄδηλον ἀεὶ παρεχόμενος καὶ ἑνὶ τούτῳ σημαίνων, τῷ καταλαμβάνειν ἑξῆς τὴν γῆν. πρὸς δὴ τί τοῦτο λέγω; ὅτι φασὶν ὥσπερ τοὺς παρʼ ἡμῖν ποταμοὺς ἐκ τῶν ὄμβρων τοῦ χειμῶνος αὔξεσθαι, οὕτω τὸν Νεῖλον τοῦ θέρους ἐκ τῶν ὄμβρων. εἰ τοίνυν τοῦτʼ ἀληθὲς ἦν, πρῶτον μὲν κατιόντʼ αὐτὸν ἐξαίφνης ἔδει
φαίνεσθαι μετέωρον. ὥσπερ γὰρ ὅταν κατὰ γῆς ἢ στερεοῦ φέρηται ῥεῦμα, οὕτως ἐπὶ τοῦ ἀρχαίου τὸ ἐκ τῶν ὄμβρων ἐπιθεῖ κεκυρτωκός. διὰ τί οὖν οὐ καὶ περὶ τὸν Νεῖλον ταυτὸν τοῦτο γίγνεται; οὐ γὰρ δή που ἅμα μὲν εἰς τοὺς ἄλλους ποταμοὺς ἀναφέρειν δεῖ καὶ τοῖς αὐτοῖς τεκμαίρεσθαι, ἅμα δʼ οὐ τοῖς αὐτοῖς ἐπʼ ἀμφοῖν χρῆσθαι σημείοις. καὶ γὰρ εἰ μὲν ἅπαξ ποτὲ οὕτω συνέβη, λόγος ἦν, εἰ δʼ ἀεὶ τοῦτον τὸν τρόπον αἴρεται, τί ἂν εἴποιεν; πρῶτον μὲν τοίνυν καὶ μέγιστον ὅπερ λέγω τοῦτο σημεῖονὡς οὐκ ἐξ ὄμβρων αὔξεται, ὅτι οὐκ ἐμπλήκτως οὐδʼ ὀξέως οὐδʼ ὡς ἂν τύχῃ φέρεται, ἀλλʼ ὃ δὴ λέγουσιν Αἰγύπτιοι, ἐργάζεται ὥσπερ ἄλλο τι· καὶ ἀεὶ τὸ ἔργον αὐτῷ κατὰ
λόγον χωρεῖ. ἔπειθʼ ὁπόταν λήξωσιν οἱ ὑετοὶ καὶ ὁ πολὺς δή που τῶν ποταμῶν ὄγκος πέφυκεν ὑπορρεῖν οὐκ εἰς μακράν. πῶς οὖν ἐπὶ τοσοῦτον τοῦτον ἀνταρκεῖν φήσομεν ἐκ τοιαύτης αἰτίας; ἀφομοιοῦντες γὰρ αὐτὸν κατʼ ἄλλον τρόπον ποιοῦμεν ἀνόμοιον καὶ δύο τὰ ἀτοπώτατα μίγνυμεν, θέντες μὲν οὐχ ὁμοίως ἔχειν τοῖς ἄλλοις, εἶθʼ ὅμοιον ἀποφαίνειν πειρώμεθα, ὅμοιον δʼ αὖ τιθέντες δείκνυμεν οὐχ ὁμοίως διακείμενον. εἰ μὲν γὰρ τρισὶν ἢ τέτταρσιν ἢ καὶ διπλασίαις που τούτων ἡμέραις ἐπληροῦτο αὐτῷ τὸ κεφάλαιον, ἢ μὴ πολλοστόν γʼ ἦν τὸ τοσοῦτον τοῦ παντὸς χρόνου τῆς ἀναβάσεως, τάχʼ ἄν τι κομψὸν εὕρητο· εἰς τέταρτον δὲ μῆνα μάλιστα ἐξικνεῖσθαι καθʼ ἑκάστην ἡμέραν ὑψούμενον τίς λόγος ἐστὶν ἐξ ὑετῶν; καὶ μὴν οὐδʼ οἱ παρʼ ἡμῖν ποταμοὶ συνεχῶς τοῦ χειμῶνος τέτανται· ἀλλʼ ὗσεν, ἐπῆλθον· ἐπαύσατο, ὑφεῖσαν· μείζους καὶ ἐλάττους διατελοῦσι γιγνόμενοι παρὰ τοὺς ὄμβρους αὐτοῦ τοῦ χειμῶνος ἐκ μεταβολῆς. χρῆν τοίνυν καὶ τὸν Νεῖλον εἴπερ ἐξ ὑετῶν ᾔρετο, μὴ διηνεκῆ τὴν αὔξησιν ἴσχειν μηδʼ ἐπὶ προσθήκην ἀεὶ χωρεῖν ἐπὶ τὸ πλεῖστον καὶ μέγιστον ἐκ τοῦ βραχυτάτου καὶ πρώτου, μέχρι ἐξεπλήρωσεν, ἀλλʼ ἀνώμαλον καὶ μεταπίπτουσαν καὶ τὴν ἐπίδοσιν καὶ τὴν ἀναχώρησιν ἔχειν ἐν μέρει. ὥστʼ οὐκ ἂν ἦν τὸ λεγόμενον αὐτὸ τοῦτο ἀνάβασις τοῦ Νείλου, ἀλλʼ ἀναβάσεις ἂν ἦσαν πολλαὶ, καὶ πάλιν γε ἀπόρροιαι τοῦ θέρους ἑκάστου, καθότι κἀκ τῶν ὄμβρων συνέβη. ἔτι τοίνυν ὥσπερ τοῦ χειμῶνος οὐ συνεχεῖς τοὺς ὄγκους ἔχουσιν οἱ ποταμοὶ, οὕτω καὶ τοῦ θέρους ἐνίοτε ἐπιδιδόασι παρὰ τὴν σχέσιν τὴν οὖσαν ἡνίκʼ ἂν ὕσῃ. ἔτι τοίνυν ἃ τούτοις συμβαίνει, συνέβαινε καὶ τῷ Νείλῳ κατὰ θάτερα, καὶ ὁ Νεῖλος ἂν ηὔξετο τοῦ χειμῶνος ἐνίοτε ὥσπερ οὗτοι τοῦ θέρους. ὥστε ὁμοίως μὲν οὗτοι μείζους ἐγίγνοντʼ ἂν, τοτὲ μὲν τοῦ θέρους, τοτὲ δὲ τοῦ χειμῶνος ἑαυτῶν, ὁμοίως δὲ ὁΝεῖλος ὅτι μὴ πλέον ἢ ἑκάτεροι μείζους καὶ ἐλάττους παρὰ τὴν ὥραν ἑκατέραν. ἀλλὰ μὴν εἰ μηδεπώποτʼ αὐξηθεὶς χειμῶνος ὁ Νεῖλος ἀκούεται, τοὺς δὲ παρʼ ἡμῖν ἔστιν ἰδεῖν μείζους ἑαυτῶν γιγνομένους τοῦ θέρους, ἐὰν ὄμβροι κατάσχωσιν, ἄλλο τι χρὴ ζητεῖν τὸ τῆς ἀναβάσεως αἴτιον, εἴπερ δὴ, ὡς τό γʼ ἐξ ὄμβρων οὐδαμῆ συμβαίνει.
οὐ τοίνυν μόνον αὔξεται τακτὰ ὁ Νεῖλος, ἀλλὰ καὶ ἀπολήγει τεταγμένως ὀπίσω καὶ σχεδὸν οὐκ ἐν ἐλάττονι χρόνῳ καθίσταται εἰς τὸ ἐξ ἀρχῆς ἢ ἐν ὅσῳ προϊὼν ἐξεπλήρωσε. καίτοι οἵ γʼ ἐκ τῶν ὄμβρων αὐξανόμενοι ποταμοὶ οὐδαμοῦ τοῦτο πάσχουσιν, οὐδʼ ἔπεστιν αὐτῶν τάξις οὐδετέρῳ τῷ παθήματι· εἰκότως, ὅτε γε μηδʼ αὐτοῖς τοῖς ὄμβροις. οὐκοῦν καὶ τὸ ἅπαξ τοῦ ἔτους ἀναβαίνειν, τοὺς δʼ ἄλλους ὡς τύχοιεν ἑκάστοτε, καὶ τὸ μὴ ἀπολείπειν πρὶν ἐκπληρῶσαι καὶ τὸ πληρώσαντα αὖθις ἀπορρεῖν, καὶ ἡ μετὰ τοῦτο ἡσυχία τοῦ ῥεύματος οὐκ ἐᾷ παρὰ τοῖς ὑετοῖς εἶναι τὴν πρόφασιν δοκεῖν. εἰ δὲ δεῖ καὶ τοῦτο εἰπεῖν, ὑπερβαλόντι
καταρράκτας ψάμμος ἔνθεν καὶ ἔνθεν ἐστὶ τοῦ Νείλου, τὸ μὲν δὴ κατὰ Λιβύην καὶ παντάπασιν ἔρημοι θῖνες. ὥστʼ εἴπερ ὗεν, οὐκ εἰκός γε ἦν γίγνεσθαι ῥεύματα, ὑποδεχομένης τῆς ψάμμου τοὺς ὄμβρους εἰς αὑτήν. ἃς γοῦν ἴσμεν ψάμμους ἄλλας εὐμεγέθεις, ἴσμεν τοῦτο πασχούσας, ἐπεὶ καὶ αἱ περὶ τὰς εἰσβολὰς τὰς ἐξ Ἀράβων εἰς Αἴγυπτον ψάμμοι οὐ τοσοῦτον ὕσει ὡς παρήσουσι ῥεῦμα ὕδατι. αἱ δὲ δὴ πρὸς Λιβύης καὶ κατάντεις ἐπὶ θάτερά εἰσιν ἀπὸ τοῦ ποταμοῦ περιφανῶς, ἄνευ τοῦ κατʼ ἄμφω παραλλάττοντος, καὶ τοῦ τῆς ψάμμου ταύτης παρʼ ἃς ἴσμεν ἄλλας πλήθους καὶ τοῦ κατὰ τὸν ποταμὸν ῥεύματος τοσοῦτον ὑψουμένου, ὅσον εἰ καὶ ὑπὲρ ἀντιτύπου θαυμαστὸν ἦν. καὶ περὶ Μερόην γέ φασιν ὕειν, καὶ εἰ τοῦτʼ ἦν αἴτιον τῆς ἀναβάσεως, οὐκ ἂν ἐλάνθανε δή που τοὺς αὐτοὺς ὁρῶντας καὶ προσοικοῦντας, οὐδʼ ἂν ἐζητεῖτο ὑπʼ αὐτῶν ἐκείνων ὁπόθεν κατέρχεται, ἀλλʼ ἦν ἂν φανερὸς αὐτόθεν αὐξανόμενος. οὐ τοίνυν ἐστὶν οὐδʼ ἔχουσι λέγειν Αἰθίοπες, οὐδὲν ἔχοντες λέγειν ὡς ὕει παρʼ αὐτοῖς. ἄμφω γοῦν ἤκουσα παρʼ αὐτῶν. πῶς οὖν ἐξ ὑετῶν αἴρεται; ἔτι τοίνυνκαὶ τὰ κάτω τῆς Αἰγύπτου λαμπρῶς πολλάκις ὕεται, — ψακάδι μὲν γὰρ καὶ ἄνω πολλάκις ὡς ἐν χρόνοις, ἀλλὰ τά γε πρὸς θαλάττης καὶ κατὰ συνήθειαν πολλῷ—καὶ οὐδʼ ὁπωστιοῦν ἐπίδηλον τῷ Νείλῳ γίγνεται. καίτοι πῶς εἰκὸς τοὺς μὲν ἐν Αἰγύπτῳ γιγνομένους ὄμβρους μὴ κινεῖν αὐτὸν ὅσοι ποτʼ ἂν ὦσιν, ἀλλὰ πάσχειν τὸ ὕδωρ ταυτὸν ὅπερ τὸ εἰς τὴν θάλατταν εἰσχεόμενον ἀδήλως ἀναλοῦσθαι, ἐκ δὲ τῶν ἀπορρήτων τόπων, ὡς ἔοικε, τῆς οἰκουμένης ὑπάρχειν αὐτῷ τὴν ἐπίδοσιν, ὥσπερ σοφιζόμενον τὸν
Νεῖλον ἢ δεδοικότα μὴ φανῇ διὰ τοῦτο αὐξανόμενος; εἰ δὲ ταῦτʼ ἐστὶ γέλως, τοιαῦτʼ ἐστὶν ἃ λέγουσιν οἱ προστιθέντες τὴν αἰτίαν τοῖς ὄμβροις.βούλομαι δέ σοί τι καὶ περὶ τῶν νεφῶν μικρὸν διηγήσασθαι. ὅτε γὰρ τὸ δεύτερον εἰς Αἴγυπτον ἀνέπλεον τὸν εἰς κορυφὴν ἀνάπλουν, ἐνέτυχεν ἡμῖν περὶ τὸν Θηβαϊκὸν τόπον ἐν νομῷ ὄνομα Ἑρμουνθὶ ἄνθρωπος φυγὰς ἐκ τῆς κάτω πόλεως, Δραῦκος ὄνομα, φίλου καὶ ἑταίρου συμπλέοντος ἡμῖν συστήσαντος αὐτὸν, ὡς εἶδεν ἐκεῖ. ὡς δὲ συνέβη λυθῆναι τὴν φυγὴν αὐτῷ καὶ ἧκεν ἐπὶ θάλατταν, προσῄει πολλάκις ἡμῖν καὶ ἐχρώμεθα ὥσπερ εἰκὸς οἰκείως αὐτῷ. καί ποτε οὑτωσὶ περιεπατοῦμεν περὶ δείλην ὀψίαν ἐν τῷ μεγάλῳ δρόμῳ τῷ κατὰ τὰς στοὰς καὶ ἦσαν ἐτησίαι λαμπροί· ἀπεβλέψαμεν οὖν εἰς τὰ νέφη, καί τις ἔφη τῶν παρόντων, ταῦτα δὴ τὰ τοῦ Νείλου πνεύματα· οὕτω γάρ πως ὠνόμασε. καὶ ὃς ἐγέλασεν. ἐρομένου δέ μου ὅ τι αὐτῷ τοῦτο βούλοιτο, οὐκ οἶσθα, ἔφη, ὅτι ἐγὼ τρία ἑξῆς ἔτη κατετρίβην ἐπʼ ἄκροις Αἰγύπτου; οἶδα, ἔφην, ἀλλὰ τί τοῦτο; ὅτι ἐγὼ ἐν τοσούτῳ χρόνῳ τριφθέντι μοι πανταχῆ σκοπῶν οὐκ ἠδυνήθην ἰδεῖν νέφος αὐτόθι τοῦ θέρους, ἀλλὰ ἑστηκότα ἀκλινῆ τὸν ἀέρα ὥσπερ τὰ γεγραμμένα. καίτοι νομίζω, ἔφη, ὁρᾶν τά γε ἐγχωροῦντα, ἀλλʼ ἐγὼ οὐκ εἶδον νέφος, ἃ ὑμεῖς, ἔφη, οἴεσθε ἐνθένδε ἐλαυνόμενα ἄνω καταρρηγνύντα πληροῦν τὸν Νεῖλον. τοῦτο δὴ καὶ τότε ἀκούσας ἐθαύμασα καὶ ἥσθην, καὶ σοὶ νῦν ἀπομνημονεύσας ἐξήγγειλα, ὅπως εἰδείης πόρρω τοῦ ἀληθοῦς ὄντας καὶ τοὺς τούτῳ τῷ λόγῳ καταχρωμένους τε
καὶ πεπιστευκότας καὶ ὅλως ἐπίστῃ τὸ τοῦ Νείλου πρᾶγμα ὅτι κινδυνεύει μόνος ποταμῶν οὐδέποτε ὁ αὐτὸς εἶναι, ἀλλʼ ἐν αὔξῃ καὶ φθίσει ῥέων ὁμαλῶς, εἰ δὲ βούλει ἀνωμάλως διατελεῖ, ταῖς ἡμέραις τε καὶ νυξὶ τὰ μάλιστά πως παραπλησίως καὶ τῷ περὶ τὴν σελήνην. ἀρχόμενός τε γὰρ εἰς ὕψος ἰέναι, ἐπάγων ἀεὶ ἕτερον ἐφʼ ἑτέρῳ, οὕτως προβαίνει τῇ προσθήκῃ προστιθεὶς, ἄχρι ἂν τὸ μήκιστον αὐξηθῇ, καὶ συναγερθεὶς ἅπας, ὥσπερ ὁ τῆς σελήνης κύκλος, ἄρχεται λήγειν αὖθις ὑποστρέψας, ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδοὺς ἐπὶ θάτερα· καὶ καταλαμβάνει πάλιν ἡ ἑτέρα περίοδος τῆς ἐπιρροῆς, πολλάκις δὲ καὶ ἐνέμεινε τῆς προτέρας ὅσον μὴ λαθεῖν. οὔτʼ οὖν παρὰ τὴν ἀνάβασιν ὁ αὐτός ἐστιν, ἀεὶ γὰρ αὔξεται, μέχρι ἂν τὰ τέλεια ὑψωθῇ, οὔτʼ αὖ παρὰ τὴν ἀπορροὴν, ἀεὶ γὰρ λήγει, μέχρι ἂν ἀποδῷ. οὕτω δή τοι τό γε τοῦ Νείλου θειότερόν τι καὶ ἰδιώτερον ἔοικεν εἶναι ἢ κατὰ τοὺς ἄλλους ποταμούς τε καὶ ῥεύματα, καὶ εἰ τούτου ζητοῦμεν αἰτίας, ζητῶμεν καὶ ὧν εἶπον, τί δή ποτε ἡμέρα μὲν ἡμέρας μικρὸν προφέρειν ἐτάχθη, μέχρι ἂν κορυφωθῇ τὸ μήκιστον, ἔπειτα ὑπολείπειν, ἄχρι ἂν εἰς τοὐλάχιστον
ἀφίκηται, τὸ μὲν ἐξ ἀρχῆς ἑαυτῆς, εἶτα καὶ τῆς νυκτὸς ἐλάττων μετʼ ἰσημερίαν γιγνομένη, νὺξ δὲ ἀντιλαβοῦσα αὔξην ταὐτὰ ταῦτα πάσχει, ἐκ προσθήκης καὶ ἀφαιρέσεως προϊοῦσα καὶ ἐπανιοῦσα, μέχρι ἂν ὥσπερ οἱ γεωμέτραι καλοῦσιν εἰς ἐκεῖνο καταστῇ ὅθεν ἤρξατο φέρεσθαι, ταὐτά τε καὶ τἀναντία τῇ ἡμέρᾳ πάσχουσα ἀεί. καὶ γὰρ εἰ τὰ μάλιστά τις εἶναι ταῦτά γε φήσει φανερὰ, τῇ τοῦ ἡλίου πορείᾳ προστιθεὶς τὴν αἰτίαν, ἀλλʼ οὐκ αὐτῆς αὖ τῆς περὶ τὴν πορείαν τάξεως οὐδὲ τοῦ ταῦθʼ οὕτως ἀνάγκαις τὸ ἐξ ἀρχῆς κατακλεισθῆναι, οἷον εἰ βούλει τριμήνοις μὲν χρόνοις ὡρίσθαι τὰς μεταβολὰς, νυκτὶ δὲ καὶ ἡμέρᾳ τοσοῦτον τὸν σύμπαντα ἀποδοθῆναι χρόνον, εἶναι δὲ ὅρους τακτοὺς τῷ θεῷ πρὸς ἄρκτους καὶ μεσημβρίας, οὓς οὐχ οἷόν τε ὑπερβῆναι, τούτων οὐδενὸς δή που τὸ αἴτιον δείξει, πλὴν εἰ προσποιήσεται. καίτοι τοσοῦτόν γʼ ἐστὶπροὔργου τοῦ παραδείγματος, τοῦ μὲν γὰρ ἡλίου διττὴν οὖσαν τὴν κίνησιν ὁρῶμεν ὡς περὶ τῶν ὅλων περάτων εἰπεῖν, ἀφʼ ὧν καὶ τὰ μήκη καὶ τὰς βραχύτητας ἑκάστων τῶν χρόνων ἔξεστι συλλογίζεσθαι· ὅτε δʼ αὐτὸ τοῦτο ὁμολογεῖται περὶ Νείλου, μηδέπω καὶ νῦν εὑρῆσθαι πόθεν
ὁρμᾶται καὶ τί τὸ νότιον πέρας αὐτοῦ, πῶς οἷόν τε τὴν αἰτίαν ζητεῖν, ἢ πῶς εἰπεῖν πόθεν αὔξεται; ἀλλʼ ἴσως οὐκ ἐπὶ τούτου μόνον, ὥσπερ ἔφην, ἀλλὰ καὶ ἐπʼ ἄλλων χαλεπὸν τὰς αἰτίας ἐξευρεῖν. τέτταρα δὲ ἐπὶ πᾶσι σημεῖα ποιησάμενος τοῦ μὴ τὰ νέφη μηδὲ τοὺς ἐτησίας ἀνάγειν τὸ ῥεῦμα, καὶ δὴ καταλύσω τὸν περὶ τούτου λόγον. ὧν ἓν μέν ἐστι τὸ καὶ πρὶν ἐτησίας συμβῆναι πολλάκις αἴρεσθαι τὸν ποταμὸν, δεύτερον δὲ τὸ μὴ καὶ συμβάντων ὅλως, τρίτον δὲ καὶ τέταρτον τούτοις ἀκόλουθα τὸ μὲν ὡς οὐ τηνικαῦτα μέγιστος ἐπέρχεται, ἡνίκʼ ἂν μέγιστοι καταίρωσιν ἐτησίαι καὶ νέφη πλεῖστα κινήσωσι, τὸ δʼ ἐναλλὰξ ὡς οὐ τηνικαῦτα αὖ βραχύτατος, ἡνίκʼ ἂν τὰ πνεύματα κοῦφα συμβῇ, πάντα ταῦτα εἰκὸς ὂν οὐχ ὡς νῦν ἔχειν, εἴπερ ἢ οἱ ἐτησίαι κύριοι τοῦ ῥεύματος ἦσαν, ἢ κατὰ στόμα εἴργοντες, ἢ πληροῦντες ἐξ οὐρανοῦ.ἵνα δὲ καὶ τὴν Ἡροδότου γνώμην μὴ παντάπασιν ἀτιμάσωμεν ὡς δὴ τὸ παράπαν οὐδʼ ἀντειπεῖν ἄξιον, φέρε σκεψώμεθα ἃ κἀκείνῳ περὶ τούτων δοκεῖ. φησὶ δʼ, εἴ τι μεμνήμεθα, ἀπελαυνόμενον τὸν ἥλιον ὑπὸ τῶν ἐνταυθοῖ χειμώνων ἔρχεσθαι τῆς Λιβύης τὰ ἄνω καὶ τήκειν τὸ ὕδωρ, τήκοντα δὲ ἐλάττω ποιεῖν τὸν Νεῖλον τοῦ χειμῶνος ἢ τοῦ θέρους. ἔστι δὲ τοῦτο οὐκ εἰπεῖν πῶς ὁ Νεῖλος αὔξεται, ἀλλὰ πῶς μειοῦται συμπλάσαι. ὅτι μὲν γὰρ τοῦ χειμῶνος καθαρώτατός ἐστιν ὁμολογεῖται παρὰ πάντων, τούτου δὲ οὕτως ἔχοντος αὔξοιτʼ ἂν τοῦ θέρους, ὅτʼ ἐστὶ μείζων
ἅμα καὶ θολερώτερος. ἔτι οὖν μένει τὸ ζητούμενον, ἕως ἄν τις μὴ δείξῃ τοῦτο, πῶς ὁ ῥοῦς ὑψοῦται, τὸ γὰρ κύριον καὶ πρῶτον αὐτοῦ ῥεῦμα τὸ χειμερινὸν φαίνεται. ἄνευ δὲ τούτων, εἰ μὲν τοσοῦτον ἦν τὸ διαφέρον παρὰ τὴν χειμερινὴν τοῦ ἡλίου πορείαν, ὥστε ποιεῖν θέρος περὶ τὴν ἐκεῖ γῆν, ὅταν ἐνταῦθα χειμὼν ἵστηται, καὶ πάλιν αὖ χειμῶνα, ὁπόταν θέρος ἵστηται παρʼ ἡμῖν, ἴσως ἂν ἦνπαραδέξασθαι. νῦν δʼ ὅτι μὲν οὐκ ὀλίγον θέρμῃ προφέρει τἀκεῖ τῶν παρʼ ἡμῖν τοῦ χειμῶνος οὐδεὶς ἀντιλέγει, οὐδὲν μὴν κωλύει καὶ κατʼ αὐτοὺς ἐκείνους ἐλάττω τὸν ἥλιον τοῦ χειμῶνος ἢ τοῦ θέρους ἔχειν τὴν ἰσχύν. οὐδὲ γὰρ τοῦ θέρους δή που περὶ μὲν τὴν ἄρκτον καὶ τὴν ταύτῃ γῆν ἰσχύειν αὐτὸν φήσομεν, Αἰγύπτου δὲ καὶ Λιβύης ἀποχωρεῖν, ἀλλʼ ἐκεῖ καὶ μᾶλλον κάει, μάλιστα μὲν, οἶμαι, ἐν Αἰθιοπίᾳ, ἔπειθʼ, ὥσπερ εἰκὸς, ἐν Αἰγύπτῳ, μάλιστα μὲν ἐν τοῖς ἀνωτάτω, ἔπειτα ἑξῆς κατὰ λόγον, ἐπεὶ καὶ περὶ τὴν Σκυθικὴν γῆν καὶ τὸν Πόντον οὐδὲν κωλύει τὸ θέρος ψυχρότερον τοῦ θέρους τοῦ παρʼ ἡμῖν εἶναι πολλῷ γε, καίτοι τοῦ ἡλίου τὰ βόρεια ἐλαύνοντος τοῦ παντὸς οὐρανοῦ. καίτοι εἰ ἀντεστρέφοντο αἱ ὧραι τοῦ ἔτους ἐν τοῖς τόποις τούτοις, ὁμοίως μὲν ἂν πρὸς μεσημβρίαν ἀπιόντος τοῦ ἡλίου καὶ χειμῶνα ποιοῦντος ταύτῃ θέρος ἦν κατʼ Αἴγυπτον καὶ τὴν τοῦ Νείλου λῆξιν, ὁμοίως δʼ ἂν πρὸς ἄρκτον ἐπανιόντος ἐπλεονέκτει θέρμῃ τὰ πρόσβορρα, ὃ πολλοῦ δεῖν οὕτως ἔχειν φαίνεται. εἰκότως·
κινεῖται μὲν γὰρ, οἶμαι, τὰ πρὸς ἄρκτον, οὐ μὴν πληροῖ γε εἰς αὐτήν. οὐκοῦν ὅτε τοῦ θέρους αὐξανόμενος φανερός ἐστιν ὁ Νεῖλος, δῆλον ὅτι τοῦ γε χειμῶνος ἀδυνάτως ἔχει τήκεσθαι. εἰ γὰρ ἦν ὁ ἥλιος αἴτιος, εἶργεν ἂν τοῦ θέρους ἔτι μᾶλλον τὴν ἀνάβασιν, ἰσχυρότατός γʼ ὢν αὐτὸς αὑτοῦ τότε κἀκεῖ πολλῷ, ὥστʼ αὐτὸ ἐν αὑτῷ λύεται. εἰ μέν γε τηνικαῦτα ἐξέτηκεν, ἔθʼ ἧττον ἂν εἴα πληροῦσθαι νῦν· εἰ δὲ μὴ τήκει τοῦ χειμῶνος, οὐ διὰ τοῦτο ὁ Νεῖλος μείζων τοῦ θέρους. ὅμοιον δʼ εἶναί μοι δοκεῖ τό τε ἀπελαύνεσθαι φάσκειν τὸν ἥλιον ὑπὸ τῶν χειμώνων καὶ τὸ τὸν Νεῖλον τῷ ἡλίῳ τήκεσθαι. ἀλλʼ οὔθʼ οἱ χειμῶνες τὸν ἥλιον ἀπελαύνουσιν, ὦ κάλλιστε λογοποιῶν, οὐδὲ γὰρ ἐφικνοῦνται τῆς τοῦ ἡλίου χώρας, ἀλλʼ ὁ ἥλιος ἀποχωρῶν κατὰ τὴν αὑτοῦ πορείαν καὶ φύσιν τοῖς ἀνέμοις παρέχει ψυχροῖς καὶ βιαίοις ἔτι μᾶλλον γίγνεσθαι· οὔτε ὁ Νεῖλος τηκόμενος ὥσπερ ὁ Ξάνθος ὑπὸ τοῦ Ἡφαίστου τοῦ ἡλίου συστέλλει τὸ ῥεῦμα.ἀλλὰ γὰρ εὐφημότατα καὶ κάλλιστα εἰρηκὼς Ἡρόδοτος περὶ Αἰγύπτου καὶ Νείλου ὀλίγα τῶν ἀληθῶν εἰρηκέναι κινδυνεύει, οὐχ ὡς ἐπὶ τὸ μεῖζον αἴροντος αὐτοῦ
λέγω πάντα, ἐπεί τοι τινά γʼ ἔσθʼ ἃ καὶ μείζω παρέλιπεν· ὧν εἰπεῖν αὖ νῦν οὐδὲν ἐπείγει λέγειν, ἀλλʼ ἅ γε τῶν ὄντων ἑτέρως εἴρηκεν, οἷον ὡς ὑπὲρ Ἡλιούπολιν τεττάρων ἡμερῶν πορείαν αὖθις εὐρεῖα Αἴγυπτος, ἥ γε οὕτως εἰς στενὸν ἀεὶ κλείεται καὶ πρὸς γωνίαν ὥστε ὁ Νεῖλος εἰς αὐτὴν ὑπερβάλλει διʼ ἀμφοῖν τῶν ὀρῶν ἤδη
συμπεπτωκότων· καὶ τοῦτʼ εἰσὶν οἱ καταρράκται ἡ διὰ τῶν ὀρῶν τοῦ ποταμοῦ κατάβασις, Αἰγύπτου πάσης ὡσπερεὶ κορυφή. ὥστʼ ἔτι προσπλέων τῷ κατʼ Ἐλεφαντίνην ὅρμῳ εἰκάσεις κεκλεῖσθαι τὸ ῥεῦμα· μὴ γὰρ ὅτι Αἴγυπτος εὐρεῖα ἔτι, ἀλλὰ καὶ τὸ ῥεῦμα τοῦ Νείλου στενὸν ἤδη φαίης ἂν ὑπορρεῖν ὑπὸ τῆς πέτρας αὐτόν. ἴδοις δʼ ἂν καὶ πρὶν εἰς Ἐλεφαντίνην τελέσαι πρὸ οὐκ οἶδʼ ὁπόσων τινῶν σχοίνων συνιόντα οὕτω τὰ ὄρη ὡς μέσον εἶναι μηδὲν πλὴν τοῦ ῥεύματος αὐτοῦ, καὶ τοῦτο ἐνταῦθα εὖρος Αἰγύπτου ὅπερ τοῦ ποταμοῦ. ἢ τἄλλα ἄν τις ἐλέγχοι τῶν ἐκείνου πόσον ἔργον ἐπεξελθεῖν, ὅς γέ φησι καὶ περὶ τῶν πηγῶν δή που τοῦ Νείλου πυθέσθαι παρὰ τοῦ γραμματιστοῦ τοῦ Σαΐτου ὡς ἄρʼ εἴη ὄρη δύο μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, τούτων δὲ τῶν ὀρῶν ἐκ τοῦ μέσου ῥέοιεν αἱ πηγαὶ, καὶ τὸ μὲν ἥμισυ τοῦ ῥεύματος ἐπʼ Αἰθιοπίας καὶ νότου ἀνέμου ῥέοι, τὸ δʼ ἕτερον ἥμισυ ἐπʼ Αἰγύπτου τὰ βόρεια. καίτοι ἥ γʼ Ἐλεφαντίνη, μέχρι ἧς ἀναπλεῦσαί φησιν, ὑπʼ αὐτοῖς σχεδὸν τοῦ Νείλου τοῖς καταρράκταις ἐστὶν, ἀπέχουσα μάλιστα ἑπτὰ σταδίους. ἀνέπλευσα γὰρ οὖν ἔγωγε καὶ αὐτὸς καὶ εἶδον ἀκριβέστερον ἢ ἔδει φασίν. εἰ δὲ δεῖ κατʼ αὐτὸν Ἡρόδοτον καὶ παρεξελθεῖν ψυχαγωγίας ἕνεκα καὶ μηδὲν ἔξω τοῦ προκειμένου τὸν λόγον ἐξάγοντα, οὕτως συνέβη. ὡς ἀνῄειν ἐπὶ τοὺς βωμοὺς οὗ τοῖς Αἰθίοψίν ἐστιν ἡ φρουρὰ, πολὺ τῆς ὄχθης ἀποσπάσας τοῦ ποταμοῦ, ὑπερβὰς ἐπὶ τὸν ὅρμον, ὅς ἐστι πρῶτος ὑπὲρ Καταδούπων, εἰς Φίλας διέβαλον· ἔστι δʼ αὕτη νῆσος μεθόριον Αἰγύπτου καὶ Αἰθιοπίας, τοσαύτη τὸ μέγεθος ὅσηπερ ἡ ἐν αὐτῇ πόλις· περιρρεῖ δʼ αὐτὴν ὁ Νεῖλος ἀκριβῶς μέσην ἑαυτοῦ ποιῶν. ἐπεὶ δʼ ἐπανῄειν, ἐχώρουν μὲν πάλιν τὴν αὐτὴν ἀπὸ τῶν Φίλων, καὶ προσεδόκων νῦνγέ που τοὺς καταρράκτας ὄψεσθαι. καὶ τοὺς ἄγοντας ἀνηρώτων, οἱ δʼ ἠγνόουν. οὕτω δὴ γενόμενος πάλιν ἐν τῇ Συήνῃ, ἣν ἀπὸ τῆς Ἐλεφαντίνης ὁ Νεῖλος διαιρεῖ, δέομαι τοῦ φρουράρχου, καίτοι φαύλως ὑπʼ ἀρρωστίας διακείμενος, πέμψαι με ὀπίσω πλοῖόν τι κοῦφον δόντα, τῆς θέας ἕνεκα τῶν καταρρακτῶν, συμπέμψαι δὲ καὶ τοὺς ἀναγκάσοντας τοὺς ἐν τῇ νήσῳ τῶν καταρρακτῶν, εἰσὶ δʼ οὗτοι ναῦται συνήθεις τοῦ ῥεύματος, ἐπιδεῖξαι ἡμῖν αὐτούς τε καὶ τὸ θέαμα δὴ τὸ ναυτικὸν ὅ τι εἴη, ἐπυνθανόμην γὰρ τῶν αὐτόθι· ὁ δὲ μάλα μὲν ἐργῶδες ἔφη εἶναι καὶ ἐθαύμαζε τὴν γνώμην, οὔκουν αὐτός γε μέχρι τούτου θαρρῆσαι, ἠρνήθη δὲ οὐ τό γε παντελὲς, ἀλλʼ ἐπειδὴ
πειρώμενος ἀποτρέπειν οὐκ ἔπειθεν, οὕτω πέμπει, καὶ τἄλλα ἔχων οἰκείως καὶ βουλόμενος χαρίζεσθαι. ἀνέπλευσα δὴ κἀκείνους τε ἱέντας ὑπὲρ τῶν σκοπέλων, ὥσπερ εἰώθεσαν, εἶδον ἀπʼ ἄκρας τῆς νήσου, ἣ ἀνέχουσα ἐκ μέσου περιφανεῖς πανταχῆ ποιεῖ τοὺς καταρράκτας, καὶ προσέτι αὐτὸς ἐπεθύμησα εἰς τὸν λέμβον ἐμβὰς πειραθῆναι τοῦ πλοῦ, οὐ μόνον διὰ τῶν αὐτῶν διʼ ὧνπερ ἐκείνους εἶδον κατενηνεγμένους, ταῦτα δʼ ἦν τὰ πρὸς ἕω τῆς νήσου, ἀλλʼ ἀρξάμενος αὐτόθεν περιπλεῦσαι κύκλῳ πᾶν τὸ ὁρώμενον, καὶ κατὰ τὴν ἑτέραν τῆς νήσου πλευρὰν ἀφεῖναι κατὰ ῥοῦν ἐπὶ τὰς πόλεις. ὅπερ οὖν λέγω οὐκ ἀκούσας, ἀλλʼ ἰδὼν ἀκριβῶς οἶδα, ὅτι ἥ τʼ Ἐλεφαντίνη ὑπʼ αὐτοῖς ἐστι τοῖς καταρράκταις, μεταξύ τε Συήνης καὶ Ἐλεφαντίνης οὐδέν ἐστιν ἀλλʼ ἢ τὸ ῥεῖθρον τοῦ ποταμοῦ, καὶ προσοικεῖ τὴν ὄχθην ἑκατέρα τῶν πόλεων τούτων. εἰ τοίνυν Ἡρόδοτος εἰς Ἐλεφαντίνην ποθʼ ἧκεν, ὥσπερ εἴρηκεν, ἔσθʼ ὅπως πρῶτον μὲν ἀκοὴν διηγεῖτο περὶ ὧν εἶδεν, ἔπειθʼ οὕτω ψευδῆ ὥστε περὶ τῶν ἀρχαίων πηγῶν τοῦ Νείλου ζητῶν καὶ φήσας οὐδενός πω τἀληθὲς ἀκοῦσαι, ἀλλὰ τόδε μὲν ἤκουσα τοῦ γραμματιστοῦ γράψαι, καὶ ταῦτα τοῦ ἐν τῷ Σαϊτικῷ νομῷ περὶ τῶν ἐν Ἐλεφαντίνῃ, ** ἢ μνησθεὶς, εἰ μηδὲν ὧν ἤκουσεν εἶχε σιωπῆσαι, ἄλλοις ἂν ἢ τούτοις οἷς ἐγὼ νῦν εἶπον ἐλέγχοις ἐπὶ τὸν λόγον χρήσασθαι. νῦν δέ φησι μὲν ὡς παίζειν αὐτῷ δοκοίη ὁ γραμματιστὴς, διʼ ὧν δʼ εἰκὸς ἦν ἐλέγχειν,ἀπέλιπεν, ὅτι πρῶτον μὲν ἀπὸ πολλοστοῦ μέρους ἤρξατο φράζειν αὐτῷ τὰς πηγάς· πολλῶν γὰρ μηνῶν ἀνάπλουν ὑπὲρ τὸν τόπον τοῦτον ἔτι ὁ Νεῖλος γιγνώσκεται· ἔπειθʼ ὅτι ἀμήχανον οὗ μὴ ἔστι ῥεῖν τῷ ποταμῷ κατὰ συνήθειαν, ἀλλὰ ὑπὲρ τῶν πετρῶν καταρρήγνυσι βιαζόμενος τὴν κατάβασιν, ἐνταῦθα ἄνω φέρεσθαι τὸ ἥμισυ τοῦ ῥεύματος, ὥσπερ οἱ πρὸς τὰ ὑψηλὰ ὄρνιθες. τὸ γὰρ δὴ λεγόμενον οὐχὶ ἄνω ποταμῶν τοῦτʼ ἂν εἴη χωρεῖν, ἀλλʼ ὀρῶν ἄνω χωρεῖν τὰς τῶν ποταμῶν ἀκούειν πηγάς; ἀλλʼ οὔτʼ ἐλθὼν εἰς Ἐλεφαντίνην οὔτε σαφὲς περὶ τούτων εἰδὼς οὐδὲν κέχρηται λόγῳ πειθομένοις μὲν κεχαρισμένῳ, ἀπιστοῦσι δʼ ἔχοντι ἀναφοράν.
ἔπειτα ἐπὶ τούτοις προειρημένοις φησὶν, εἰ ἄρα ταῦτʼ ἀληθῆ, δοκεῖν αὐτῷ δίνας ἐνταῦθα εἶναι καὶ παλιρροίας
τοῦ ποταμοῦ. καὶ τί δεῖ παλιρροίας καὶ δίνας λέγειν, ἀμελήσαντα ὅτι οὔτʼ αὐτόθεν ὁ Νεῖλος ὁρμᾶται, ἀλλὰ πολὺ πλείων ὁ ἄνω τόπος αὐτόθεν ἤπερ ὁ πρὸς θάλατταν, οὔθʼ ὑπὲρ τοὺς καταρράκτας δυνατὸν τὸ ὕδωρ ὑπερβαλεῖν, εἰ μὴ κατʼ Αἰσχύλον ὡς ἀληθῶς ἐξ αἰθέρος τις αὐτὸ κατάπαλτον φέρεσθαι θείη, οὔτʼ ὄρος οὐδέν ἐστι μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, ἀλλὰ μᾶλλον ἐν τῷ μεταξὺ τῶν ὀρῶν ἥ τε Συήνη καὶ ἡ Ἐλεφαντίνη. οὐ μὴν ἅπαν ψεῦδος τὸ εἰρημένον, ἀλλʼ εἰσὶ μὲν αἱ πηγαὶ ἐν τῷ μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης ὡς ἀληθῶς, πέτραι μεγάλαι δύο ἐν μέσῳ τῷ πόρῳ ἀνέχουσαι καὶ τὸ μέσον αὐτῶν Αἰγύπτιοί φασιν εἶναι πηγάς. εἰσὶ δʼ οὐ παντὸς αὗται τοῦ ποταμοῦ, ἀλλὰ τῷ πρὸς Αἰγύπτου κάτω συντελεῖς, οὐκ ἀρχαῖαι. καὶ μὴν καὶ τὸ βάθος γε οὐκ ἐφικτὸν ἔφασκον εἶναι πειρωμένῳ, πειρᾶσθαι δὲ οὐ συμφέρειν· τοῦτό με καὶ ἀπέτρεψεν ὄντα πρὸς αὐτῷ καὶ δὴ, οὐ γὰρ ἦν τοσοῦτον τὸ διάφορον. αὗται οὖν αἱ πηγαὶ κατὰ φύσιν που ῥέουσι, καὶ οὐ μόνον τῷ λόγῳ πείθομαι ὅτι εἰσὶν αὐτόθι πηγαὶ, ἀλλὰ καὶ αὐτῷ τῷ πράγματι· πολὺ πλείων ἀπὸ τούτων ὁ ποταμός ἐστι καὶ τὸ εὖρος καὶ ἅπας ὡς ἔπος εἰπεῖν, καὶ πλοῖα μείζω δέχεται προϊὼν καὶ οὐ μείζωμόνον, ἀλλὰ καὶ πολλῷ. καίτοι τοὐναντίον οἱ ποταμοὶ πάσχουσι, προϊόντες ἐλάττους γίγνονται, ὅταν μὴ ἄλλο ὕδωρ ἐπιβοηθῇ.
εἰ δὲ δεῖ καὶ περαιτέρω διαβῆναι, ἐρῶ σοι διʼ ὀλίγων ἃ ἤκουσα ἀνδρὸς Αἰθίοπος τῶν ἐκεῖ δυνατῶν. ὁ μὲν γὰρ ὕπαρχος ἀπὼν ἐτύγχανεν, ἡνίκα ἡμεῖς ἐπέβημεν τοῦ χωρίου, ἐπιτροπὴν δέ τις ἔχων ἦν, ὃς ἐμοὶ διʼ ἑρμηνέων εἰς λόγους ἧκε. καὶ ὅσα μὲν ἔξω τοῦ παρόντος ἐστὶ λόγου παραλείψω, ἔφη δʼ εἰς Μερόην, ἥπερ ἐστὶ πόλις μεγίστη τῶν ἐν Αἰθιοπίᾳ καὶ οὗ τὰ βασίλεια τῶν Αἰθιόπων, τεττάρων, οἶμαι δὲ καὶ ἓξ εἶπε μηνῶν, αὐτόθεν εἶναι πλοῦν, καταρράκτας δὲ ἐκδέχεσθαι πολλοὺς ἄλλους ἐπʼ ἄλλοις, σχεδὸν εἰς ἓξ καὶ τριάκοντα τοὺς σύμπαντας ὑπὲρ Ψέλχιν μέχρι Μερόης, καὶ τοῦτο πᾶν εἶναι τὸ γιγνωσκόμενον δὴ ῥεῦμα τοῦ ποταμοῦ. Μερόης δὲ ἐπέκεινα οὐ μέμνημαι μεθʼ ὁπόσον τι ἔφη οὐκ εἶναι τὸ ῥεῦμα καθʼ ἓν, ἀλλὰ δύʼ εἶναι ῥεύματα, ὧν τὸ μὲν ἕτερον γήινον τὴν χρόαν, τὸ δʼ ἕτερον ἀέρος ἐγγύς. ταῦτα δὲ συνιόντα καὶ μιγνύμενα γίγνεσθαι τὸν Νεῖλον τοῦτον, τὰ δὲ ἄνω οὔτʼ αὐτὸς ἔφη ἔτι γιγνώσκειν οὔτʼ ἄλλον Αἰθιόπων οὐδένα εἴς γε τὸ παντελὲς, ἀλλʼ εἶναι μὲν ἀνθρώπους μέλανας, μελαντέρους ἑαυτῶν τε καὶ τῶν ὁμόρων τοὺς ὑπὲρ αὐτῶν ἀεί· εἰς ἄκρον δὲ οὐκ ἔχειν ἀνενεγκεῖν ὅθεν καὶ διʼ ὧν φέρεται τὰ πρὸς πηγῶν ὁ ποταμός. καίτοι πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς Αἰθίοπας μὲν ὁμολογεῖν μὴ ἔχειν εἰπεῖν τοῦ Νείλου τὰς πηγὰς, ἡμᾶς δὲ ἀεὶ τούτου μὲν ζητουμένου, εὑρημένου δὲ οὐδέπω καὶ νῦν, τίς ἡ τῆς ἀναβάσεως αἰτία φροντίζειν καὶ τὸ πρῶτον, φασὶν, οὐκ εἰδότας τὸ δεύτερον ζητεῖν; καὶ ταῦτʼ οὐχ ἵνʼ Ἡροδότῳ πρὸς
ἀηδίαν ἐπιτιμήσω διεξῆλθον—οὔτε γὰρ ἄλλως τῶν ἠσκηκότων ἔγωγε τὸ τοιοῦτον, ἀλλʼ οὐδὲ τοῖς ποιοῦσι συγχαίρω, Ἡροδότῳ τε καὶ αὐτοῦ τοῦ ἔρωτος χάρις, ὃν ἡμῖν πρῶτος ἐνέβαλεν Αἰγύπτου, καὶ τἄλλα, φασὶν οἱ παρρησιαζόμενοι, φίλος ἁνὴρ—ἀλλʼ οὔπω περὶ τούτων τἀληθὲς εἴρηται. πρόειμι δὲ πορρωτέρω τῶν ἐλέγχων, ἵνα ὥσπερ κεφαλαίῳ κατακλεισθεὶς ὁ λόγος βεβαιωθῇ. ἄρχεται μὲν γὰρ ἡ ἀνάβασις τροπαῖς θεριναῖς ἢ ὀλίγῳ βραδύτερον· τότε δʼ Αἰγύπτου τῶν πρὸςΑἰθιοπίαν καὶ Λιβύης τῶν πρὸς Αἴγυπτον ὑπὲρ κεφαλῆς ὁ ἥλιος ἵσταται. ὃ δῆλον ἐκ δυοῖν τῶν μεγίστων σημείων, ὧν οὐδέτερον περὶ τὴν ἄλλην συμβαίνει γῆν, ὅσην ἡμεῖς οἰκοῦμεν. δυοῖν γὰρ ὄντοιν πολισμάτοιν, οἷν ἀρτίως ἐμνήσθην ἐπʼ ἄκροις τῆς Αἰγύπτου—φίλας γὰρ τὰς ὑπὲρ τῶν καταρρακτῶν μεθόριον Αἰγύπτου λέγω καὶ Αἰθιοπίας—ἐν μὲν Ἐλεφαντίνῃ λάμπεται πάντα, καὶ νεῲ καὶ ἄνθρωποι καὶ στῆλαι, καὶ οὐδὲν ἔχει σκιὰν τῆς μεσημβρίας, ἐπειδὰν τὴν μεγίστην ὁ ἥλιος πληροῖ· ἐν δὲ Συήνῃ τῆς αὐτῆς ἡμέρας τε καὶ ὥρας μέσος ἐν μέσῳ τῷ ἱερῷ φρέατι ὁ κύκλος τοῦ ἡλίου φαίνεται, ὥσπερ ἐπίθημα ἴσον πανταχόθεν πρὸς τὸ χεῖλος ἐλλάμπων. καίτοι τοῦτʼ
ἀμφοτέρων ἐστὶ σημεῖον, τοῦ τε μὴ τοῦ χειμῶνος ἐγγυτέρω τῆς Λιβύης γίγνεσθαι τὸν ἥλιον ἢ τοῦ θέρους, εἴ γε δὴ δυοῖν ὄντοιν τῆς Αἰγύπτου μερῶν ἐπὶ τῆς Λιβύης ἡ Ἐλεφαντίνη πεπόλισται· πάντα γὰρ ἐνταῦθα ἤδη συμπέπτωκεν, Αἴγυπτος, Ἀραβία, Λιβύη, Αἰθιοπία, τὰ μὲν ἔνθεν, τὰ δὲ ἔνθεν εἰς ταυτὸν ἥκοντα· ἔπειτα εἰ τὰ μάλιστά τις αὐτῷ δοίη τὸ τὸν ἥλιον τῇ Λιβύῃ πλησιάζοντα τήκειν τὸ ὕδωρ, αὐτὸ τοῦτο κατʼ αὐτοῦ γίγνεται. εἰ γὰρ ἐξέτηκε τοῦ χειμῶνος τὸν ποταμὸν διὰ τὸ προσχωρεῖν, δῆλον ὅτι τοῦ γε θέρους, ὁπηνίκα ἔστη κατʼ αὐτοῦ, παντελῶς ἀναρπάσας ᾤχετʼ ἄν. οὐ γὰρ ἄλλον γέ που τρόπον ἐγγυτέρω τῆς γῆς ἔνι γίγνεσθαι φῆσαι τὸν ἥλιον ἢ ὅταν εἰς κάθετον ὑψωθῇ, ἐπεὶ ὅτι γε οὔτε τῇ Λιβύῃ πλησιάζει ποτὲ ὁ ἥλιος οὔτʼ ἄλλῳ μέρει τῆς γῆς οὐδενὶ ῥᾳδίως ἄν τις ἔχοι μαθεῖν. οὐ γὰρ μέρη τῆς γῆς ἐπέρχεται δή που τὰ μὲν θέρους, τὰ δὲ χειμῶνος, ἀλλʼ ἡ γῆ μᾶλλον ἐν μέρει τῆς ἐκείνου περιφορᾶς ἐστιν. ἀλλʼ ἀπέχει μὲν τὸ ἴσον πάσης ἀεὶ τῆς γῆς, οἷς δʼ ἂν ὑπὲρ κορυφῆς ἵστηται τὰ μεσημβρινὰ, τούτοις πλείστην φέρει τὴν φλόγα. φαίνεται τοίνυν οὐκ ἐπέχων οὐδὲ ἱστὰς, οὐδʼ ἀναρπάζων τὸν ποταμὸν τότε, οὐδʼ ἐλάττω ποιῶν ἐκ μείζονος, ἀλλʼ αὐξανόμενον καὶ προσθήκην ἀεὶ τῷ ῥεύματι λαμβάνοντα ἐφορῶν. ὃ σὺ θαυμάζεις· καίτοι πότε λοιπὸν τήκεσθαι φήσομεν τῇ θέρμῃ τὸν Νεῖλον, εἰ ὑπό γε τὴν τοιαύτην ἀκμὴν ἀνιὼν ὁρᾶται;ὑποστρέψας τοίνυν ὁ ἥλιος ἐκ τροπῶν ἐπʼ Αἰθίοπας χωρεῖ· λέγω δέ πως καθʼ Ἡρόδοτον τῷ ῥήματι. ὥστʼ ἀεὶ τοῖς ἀνωτέρω ταυτὸν τοῦτʼ ἔχων σχῆμα πορεύεται. ταῦτα δʼ ἐστὶν ἡ τοῦ ποταμοῦ πορεία, ὥστʼ ἀεὶ παρῃρεῖτʼ ἂν
οὐκ ὀλίγην μοῖραν τοῦ ὕδατος καὶ κατὰ μικρὸν ἐξήραινεν ἂν, οὗ τοὐναντίον φαίνεται ποιῶν· εἰ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, μᾶλλον δʼ οὐχ ὁ ἥλιος, οἶμαι, φαίνεται ποιῶν, ἀλλʼ ὁ Νεῖλος τοὐναντίον, εἴτʼ οὖν ποιῶν εἴτε πάσχων δεῖ λέγειν. δέον γὰρ αὐτὸν λήγειν κατὰ μικρὸν πρὸς τὴν τοῦ ἡλίου κίνησιν, ἀρξάμενος αὐξάνεσθαι αὔξει κατὰ μικρὸν αὐτὴν τὴν ἐπίδοσιν καὶ τὴν αὐτὴν ἀρχὴν καὶ τὴν αὐτὴν ἀκμὴν ὁ μὲν τοῦ καύματος, ὁ δὲ τῆς ἐπιρροῆς παρέχεται.ἀλλʼ ἄγε δὴ μετάβηθι, Ἐφόρου δὲ τοῦ φιλοσόφου καὶ σοφοῦ κόσμον ἄεισον, ᾧ κεκόσμηκεν ἁνὴρ αὑτόν τε καὶ τὴν συγγραφήν. καίτοι δέδοικα μὴ γελοιότερος ὁ πειρώμενος ἐλέγχειν ὦ τοῦ φάσκοντος εὑρεῖν· εἰ μὲν γὰρ μὴ πολὺ μὲν Καταδούπων ἄνω, πολὺ δʼ ὧν ἴσμεν τόπων ἔτι τὴν ἐπίδοσιν κατῆγεν ὁ Νεῖλος, τάχʼ ἄν τις προσεῖτο τὴν ὑπόνοιαν ὡς ἄρα ἐκ τοῦ Λιβυκοῦ ὄρους καὶ τοῦ Ἀραβίου τὸ ὕδωρ ὑποχωροῦν εἰς τὸ κάτω πληροῖ τὴν Αἴγυπτον μέσην τε καὶ κοίλην οὖσαν, ἅ φησιν ἐκεῖνος τὴν θέρμην αἰτιώμενος. νῦν δʼ αὖ καὶ οἱ μηδεπώποτε ὄνομα ἀκούσαντες Ἐφόρου τοῦτʼ ἴσασιν ἐκ πολλῶν ἡμερῶν πλοῦ κατιόντʼ αὐτὸν ἄνωθεν ὑψηλὸν καὶ περί τε αὐτοὺς Καταδούπους θαυμαστὸν αἰρόμενον καὶ τὸ μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, ὅθεν περ τῶν Αἰγύπτου μερῶν ὁ κληθεὶς ἂν ὑφʼ Ἑλλήνων Ἑρμῆς ἄρχεται, θαυμαστῷ κτύπῳ διεξιόντα καὶ πληροῦντα τριάκοντα πήχεις ἄγοντα ὡς μέσως εἰρῆσθαι.
πῶς οὖν τὸ ἐκ τῶν ὀρῶν τῶν ἔνθεν καὶ ἔνθεν κλειόντων τὴν Αἴγυπτον ὕδωρ τοσοῦτον κάτω τῆς ἀναβάσεως τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν ἀνάβασιν, καὶ τὸ αὐτὸ ἅμα μὲν πληροῖ τὴν Αἴγυπτον ὑπορρέον, ἅμα δὲ ὑπὲρ κορυφῆς Αἰγύπτου τοσοῦτον φαίνεται κατὰ νώτου τοῦ ἀρχαίου ὕδατος φερόμενον, εἰ μὴ καὶ Ἔφορος τοῦτʼ ἐρεῖ καὶ προσθήσειτῷ σοφῷ ὅτι ὥσπερ ἐκ τῶν ὑψηλοτέρων εἰς τὸ κοῖλον καταρρεῖ τὸ ὕδωρ, οὕτως πάλιν ἐκ τῶν κοίλων ἀναστρέφει πρὸς τὰ ὑψηλὰ, καὶ ἀρξάμενος ἐκ θαλάττης ὁ ποταμὸς αὖθις ὑποστρέψας ἐπὶ καταρράκτας καὶ Μερόην ἄνω φέρεται, ὥσπερ τις ἐν προσάντει δολιχὸν τρέχων. ταῦτα δὲ οὐδʼ ἂν τοὺς αὑτοῦ πολίτας οἶμαι πείθοι λέγων. καὶ δὴ τοῦτο τὸ ἰσχυρὸν ἐῶ, καίτοι φασὶ καὶ τὰς κλοπὰς ἄχρι τούτου δεῖν ἐλέγχειν, ἕως ἄν τις τὰ φώρια ἐν τοῖν χεροῖν ἔχοντα ἀποδείξῃ. ἀλλʼ ἕτερον εὔηθες· αὐτὸ γὰρ τοῦτο πρῶτον τὸ νομίζειν ἢ τὴν Ἀράβιον ταύτην τὴν ὀρεινὴν ἢ τὴν Λιβυκὴν ὕδατος μεστὴν εἶναι τίς λόγος; ποῖαι γὰρ ἢ ἐνταῦθα ἢ ἐκεῖ πηγαί; τίς δʼ ὅσον ἔννοια ὕδατος ἐν τοῖς χωρίοις τούτοις; ἅ γʼ ἐστὶ ξηρότερα καὶ ψεδνότερα παντὸς οὗ τις ἂν εἰκάζων εὕροι, ὥστʼ ἔν γε τῇ Ἀραβικῇ καὶ ἡ περιβόητος αὕτη λιθοτομία ἡ πορφυρῖτίς ἐστιν· ἐργάζονται δʼ αὐτὴν ὥσπερ καὶ τὰς ἄλλας δή που κατάδικοι· ἀλλὰ τούτους γε, ὥς φασιν, οὐδεὶς φρουρεῖ, οὕτω σφόδρα ὕδατός ἐστιν ἄπορος, ὑφʼ οὗπερ καὶ ἠρήμωται, ἀλλὰ φόβῳ τοῦ καυθήσεσθαι ζῶντες, ὃ δεῖ παθεῖν ἄν τις φεύγων ἁλῷ, μένουσιν οἱ μένοντες τῶν μεταλλέων. καὶ ὅμως εἰσὶν οἳ καὶ τοῦθʼ αἱροῦνται μᾶλλον ἢ διὰ παντὸς τοῦ χρόνου κάεσθαι. τῷ γὰρ ὄντι τοῦτʼ εἶναι τὸ κάεσθαι ζῶντα. οὕτως
διὰ παντὸς ὁ χῶρος ἀμμώδης ἐστὶ καὶ διψῇ. ὅλως δὲ τί δή ποτε οὐ καὶ πάντες οἱ ποταμοὶ μείζους ἑαυτῶν τοῦ θέρους γίγνονται τῷ λόγῳ τούτῳ; εἰ γὰρ ὁ ἥλιος εἰς τὰ κοῖλα τῆς γῆς τὸ ὕδωρ ἀπωθεῖ, ἡ δὲ γῆ μεστὴ γιγνομένη τελευτῶσα ἐπικλύζεται αὐτὴ διʼ αὑτῆς, τί δή ποτʼ οὐκ εἰσὶν ἐν ἀκμῇ τοῦ καύματος οἱ ποταμοὶ μέγιστοι, πάντες ἐν τοῖς κοίλοις ὄντες τῆς καθʼ αὑτοὺς ἕκαστοι γῆς; ἀλλʼ ἀντὶ τοῦ μέγιστοι τότʼ εἶναι τότʼ εἰσὶν ἐλάχιστοι. καὶ μὴν καὶ περὶ ἄλλους δή που ποταμοὺς ἕτερά ἐστιν ὄρη καὶ οὐ μόνον οὐκ ἐλάττω τούτων, ἀλλὰ πρὸς τῷ μείζω σαφῶς ἔτι καὶ ὑγρότερα καὶ πολλῷ, ὡς δῆλον τοῖς τε δένδρεσι τοῖς ἐπιπεφυκόσι καὶ ταῖς εἰς τὸ φανερὸν ἀπορρεούσαις νοτίσι. πῶς οὖν οὐ τὰ ἄμικτα μίγνυται, εἴ γε ἀπελαθήσεται μὲν εἰς βάθος τῆς γῆς τὸ ὕδωρ, τηνικαῦτα δʼ ὑψωθήσεται διὰ τὸ αὐτὸ τοῦτο; καὶ ὡς ἔοικεν, ὁ αὐτὸς ἥλιος τὸ μὲν Ἀράβιον καὶ Λιβυκὸν ὄρος ἐξιποῖ καὶ τὸ ὕδωρ ὠθεῖ κάτω,ἐν Αἰγύπτῳ δὲ τὸ αὐτὸ τοῦτο ὕδωρ ὑψούμενον περιορᾷ. ποῦ δὲ καὶ ἡ χώρα μεστὴ γίγνεται κάτωθεν, ὦ σοφίας κεφάλαιον; ἥ γε οὕτως ἔρρωγε καὶ διέστηκεν εὐθὺς ἐκ τροπῶν τῶν ἠρινῶν ὥστʼ εἶναι μονονοὺ χάσματα καὶ χαράδρας ἅπασαν καὶ μηδὲ τοῖς ὑποζυγίοις ἀκίνδυνον τὴν πορείαν εἶναι. πῶς οὖν αἱ πόρρω τοῦ Νείλου, φησὶ, λίμναι πληροῦνται, εἴπερ ἐξ ὄμβρων ἢ χιόνος λυθείσης αἴρεται; τοῦτο δʼ εἰ τὰ μάλιστα δυνατόν ἐστιν, οὐδὲν μᾶλλον τῷ γε Ἐφόρου λόγῳ συνθεῖ. ἔστι γὰρ καὶ μήτε ἐξ ὄμβρων μήτʼ ἐκ χιόνος αἴρεσθαι τὸν ποταμὸν καὶ μὴ τοῦτʼ αἴτιον εἶναι, τὸ τὴν ἰκμάδα εἰς αὐτὸν ὑπορρεῖν. οὐ μὴν ἀλλʼ ἔμοιγε καὶ πᾶν τοὐναντίον ἤπερ ἐκείνῳ δοκεῖ, τὴν μὲν ἄνωθεν ἐπιρροὴν μηδὲν μᾶλλον κωλύειν οὗτος ὁ λόγος, τὴν δʼ αὐτόθεν πλήρωσιν παντελῶς ἐξελέγχειν ὡς ἔστι γέλως. τὸν μὲν γὰρ ποταμὸν, ἕως ἂν ἀπῇ τἄλλα ἃ κωλύει,
εἰκός ἐστι καὶ ὑπὸ τῆς χιόνος καὶ ἐξ ὄμβρων αὐξανόμενον κατιέναι, κατιόντος δʼ αὐτοῦ τὴν γῆν πληρουμένην καὶ διοιδοῦσαν ἀφιέναι κάτω νοτίδας εἰς τὰ πλάγια, οὐ διὰ τὴν θέρμην οὐδʼ ὑπὸ τοῦ ξηραίνεσθαι—γελοῖον γὰρ τὴν αὐτὴν οὐκ ἔχουσαν τὸ ἀναγκαῖον ὕδωρ ἀποστέλλειν τὸ περιττὸν ἑτέρωσε—ἀλλὰ τοὐναντίον τῷ πλεονάζοντι παρέχουσαν τοὺς ἐγχωροῦντας ἀδήλους ὀχετούς. εἰ δʼ ἡ κοιλότης ἡ τῆς συγκεκλεισμένης ὑπὸ τῶν ὀρῶν χώρας παρεῖχε τὴν αἰτίαν, οὐκ ἂν ἐπληροῦντο αἱ πόρρω δή που λίμναι τοῦ ποταμοῦ· καὶ τούτου μάρτυς αὐτὸς Ἔφορος. φησὶ γὰρ φεύγων τὸν ἔλεγχον ὡς ἄρα οὐ δυνατὸν τοῦτο συμβαίνειν περὶ τὴν ἄλλην γῆν, διὰ τὸ μήτε κοίλην εἶναι μήτʼ ἐπίκτητον ὥσπερ τὴν Αἴγυπτον, ἀλλʼ ἀρχαίαν τε καὶ ὡς ἐκεῖνος κέκληκεν αὐτοπαγῆ. τοῦτο δὴ δῶμεν ἀληθὲς εἶναι μέχρι γοῦν τινός· ἔστι δʼ οὐδὲν μᾶλλον· οὐκοῦν αἱ μὲν ἐγγὺς τοῦ ποταμοῦ καὶ κατʼ αὐτὴν Αἴγυπτον λίμναι οὐκ ἀφʼ αὑτῶν ἄρχονται δήπουθεν, ἀλλʼ ἐκ τοῦ ποταμοῦ πᾶσαι, καὶ διώρυχες εἰς αὐτὰς φέρουσιν, ἐάν τʼ Ἔφορος φῇ ἐάν τε μή. ὥστε ταύτας μὲν οὐδὲν ἀπεικὸς μετέχειν τῆς αἰτίας, ἥτις ἂν ᾖ τῷ ποταμῷ τῆς ἀναβάσεως· ἥ τε