Orationes 48
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
γὰρ Μοίριδος λίμνη καὶ αἱ πρὸς τοῖς ἕλεσι κάτω καὶ ἡ πρότερον μὲν ὑπὲρ Φάρου, νῦν δʼ ἐξόπισθεν τῆς Ἀλεξάνδρου πόλεως Μάρεια, ἐξ ἀρχῆς τέ εἰσι τοῦ Νείλου κόλποι καὶ τῆς ἀναβάσεως μετέχουσιν, ὅταν κατὰ τὰς διώρυχας εἰσπέσῃ τὸ μέρος τοῦ ῥεύματος· ἡ δʼ αὖ Σερβωνὶς λίμνη περιφανῶς ἔξω τῶν ὀρῶν τούτων ἐστίν. ὑπερελθόντι γὰρ Πηλούσιον καὶ τῶν ὀρῶν τῶν συγκλειόντων τὴν Αἴγυπτον θάτερόν ἐστι πρὸς Ὀστρακίνην βαδίζοντι, ἥπερ ἐστὶ μέση μάλιστα τῆς ἀσπόρου τῆς Ἀραβικῆς. εἰ μὲν οὖν καὶ εἰς ταύτην
ἐκ τῶν ἄνωθεν τόπων ἔρχεται τοῦ Νείλου τις ἀπόρρους, οὐδὲν δέομαι λέγειν· ὅτι δʼ ἐκφεύγει τοὺς ὅρους τοὺς Ἐφόρου δῆλον ἐξ ὧν εἶπον. ὥστε δυοῖν θατέρῳ περιπίπτει· εἰ μὲν γὰρ οὐ δέχεται τοῦτον τὸν λόγον οὐδʼ εἰς ἔλεγχον τίθησιν, ὃς δείκνυσιν αὐτὴν ἔξω τῆς κοίλης χώρας οὖσαν, τί οὐ καὶ κατὰ πᾶσαν τὴν γῆν ταυτὸν τοῦτʼ ἔδειξε γιγνόμενον, εἴπερ παρὰ τῇ θέρμῃ μόνῃ τὸ αἴτιόν ἐστιν; εἰ δʼ οὐκ ἀξιοῖ ζητεῖ ἑτέρωθι ταυτὸν τοῦτο τῷ μὴ τὴν αὐτὴν εἶναι φύσιν τῆς χώρας, ἔξω τῶν ὀρῶν τούτων ἐστὶν ἡ λίμνη. ὥστε πῶς αὔξεται; οὐκοῦν πρὶν ὃ τὸ πρῶτον προὔκειτο σκέψασθαι, πῶς ὁ Νεῖλος αὐξάνεται, δεύτερον δεῖ ζητεῖν πῶς ἡ λίμνη κατὰ τούτους τοὺς λόγους. καὶ μὴν ὅτι γʼ οὐδʼ ἄλλως ἀληθῆ λέγει ταύτῃ τῇ προφάσει καταχρώμενος ῥᾴδιον γνῶναι. πολλαὶ γὰρ δή που καὶ ἄλλαι χῶραι γεγόνασιν ἐκ ποταμῶν ἐν τῷ παντὶ, ἃς ἀνάγκη πολλὴ καὶ κοίλας εἶναι καὶ ἀραιὰς τοῖς αὐτοῖς λόγοις τούτοις. καὶ τὰς μὲν ἄλλας παραλείπω, μία δʼ ὦ Ζεῦ πρὸ πυλῶν εὐθὺς ἦν αὐτῷ τῆς πατρίδος καὶ ἐν ὀφθαλμοῖς. τὸ γὰρ περὶ Λάρισσαν πεδίον θάλατταν εἶναι τὸ παλαιὸν πολλὰ τεκμηριοῖ. καὶ ὅτι μὲν πολλοστὸν ὁ Ἕρμος τοῦ Νείλου μέρος εἰς ἕτερον λόγον τίθει τοῦτο, ὅτι δʼ ἐκ τῶν αὐτῶν καὶ τούτῳ τοῦ θέρους αὔξεσθαι προσῆκε καθʼ αὑτὸν ἐλέγχεται. ὁρᾶται μὲν γὰρ τὰ κύκλῳ περιέχοντα ὄρη τὴν χώραν, ὁ δὲ ῥεῖ διʼ αὐτῆς ἀραιᾶς οὔσης καὶ πεποιηκὼς αὐτὸς ἐξ ἀρχῆς. τίνος οὖν ἕνεκα οὐ μόνον οὐκ αὔξεται τοῦ θέρους, ἀλλὰ καὶ πολλῶν ἀπολείπεται τῶν οὐδʼ ἐγγὺς ἐκείνῳ τοῦ χειμῶνος ὄντων; πολλάκις δὲ οὐδʼ ὅσον ῥεῖν ἐστιν αὐτῷ. καὶ ἕτερʼ ἄν τις ἔχοι λέγειν μυρία τοιαῦτα.καίτοι πρός γε οὓς αὐτὸς ἀντιλέγει, καὶ ἓν ποιησάμενος
παράδειγμα ἀπαλλάττεται· ἔστι δʼ οὗ μηδʼ ὄνομα ἐπενεγκὼν, ὥστε γνῶναι ἢ τὸν ποταμὸν ἢ τὴν γῆν, ὅμως ἀξιοῖ νικᾶν. ἀραιὰ γὰρ ἡ Αἴγυπτος καὶ ῥᾳδία λιβάδας διαδοῦναι. ἀλλʼ ὅτι μὲν οὐδʼ ἄλλη πίων οὕτω καὶ μόνον ἀρκοῦν εἰπεῖν ἐῶ· ἀλλὰ τί φήσομεν περὶ τῆς ἔξω τοῦ Κασίου ταύτης ἧς ἐμνήσθην ἀρτίως; οὐ γὰρ δή που καὶ ταύτην ἔργον εἶναι τοῦ ποταμοῦ, ἀλλʼ ὅμως μετέχει τοῦ πράγματος· οὐ μὴν οὐδʼ ὑπʼ ἄλλου φαίης ἂν αὐτὴν κεχῶσθαι ποταμοῦ, ἄνυδρος γάρ ἐστι παρὰ τὴν λίμνην ἅπασα. καὶ μὴν οὐδʼ οἱ τοῦτο πείθοντες περὶ πάσης Αἰγύπτου πειρῶνται πείθειν, ἀλλʼ ὑπεξαιροῦνται τήν γε ὑπὲρ κορυφῆς τοῦ Δέλτα τοσαύτην οὖσαν ἀρχαίαν εἶναι, καὶ οὐχ ἁπλῶς οὐδʼ ὡς κοινὸν εἰπεῖν, ἀλλʼ οὕτω διαφερόντως ἀρχαίαν ὥστε καὶ πρώτην ἀνθρώπους ἐνεγκεῖν τῶν κατὰ τὴν Ἀσίαν, ἵνα μή τι λέγω πλέον. οὐκοῦν εἰ μὲν ἐν τῷ Δέλτα μόνῳ συνέβαινε γίγνεσθαι τὴν ἀνάβασιν, εἰκὸς ἦν καθʼ ἕν γέ τι τοῦτο πιστεῦσαι, εἰ δʼ ἐν ἁπάσῃ γίγνεται καὶ τοσοῦτον περὶ τὰ ἄνω πρότερον ὅσον τὸ ῥεῦμα κατέρχεται, τί πρὸς λόγον ἐστὶ τὸ τὸν Νεῖλον ἄγειν γῆν καινὴν ἢ ποιεῖν;ἔτι τοίνυν οὐδὲ τῆς Αἰθιοπίας τε καὶ Αἰγύπτου ἡ αὐτὴ φύσις, ἀλλʼ ἡ μὲν ὑπόψαμμός τε καὶ ξηρὰ καὶ κατὰ λεπτόν ἐστι συνεστηκυῖα, ἡ δʼ οὕτω βαθεῖα καὶ πεπηγυῖα ὡς οὐ ῥᾴδιον εὑρεῖν ἑτέραν· ἀλλὰ μὴν ἀμφοτέρωθι ταὐτὸν γίγνεται. πῶς οὖν ταὐτὰ αἴτια περὶ ἀμφοῖν ἐγχωρεῖ λέγειν, τῶν τοσοῦτον διαφόρων; εἰ μὲν γὰρ ἡ τῆς Αἰγύπτου φύσις αἰτία, οὐχ ἥ γε τῆς Αἰθιοπίας, ὡς ἔοικεν, ὅθεν πρόπαλαι κεκίνηται· εἰ δʼ ἡ τῆς Αἰθιοπίας φύσις
αἰτία, τί δεῖ λέγειν ὡς ἡ Αἴγυπτος κοίλη καὶ ὑπὸ τῶν ὀρῶν συγκέκλειται; οὔτε γὰρ ἐν ταύτῃ τὸ αἴτιον οὔθʼ, ὡς ἔοικε, τοῦτο. καὶ μὴν κἀν τοῖς ἄνω καταρρακτῶν τοῖς περὶ Ψέλχιν κέκλιται τὸ πρὸς ἑσπέραν τοσοῦτον ὥστε μηδʼ ἐγγὺς εἶναι τὸ βάθος τῆς χώρας τῷ ῥείθρῳ. ἔστι μὲν γὰρ ὀφρὺς ἀμμώδης, ἀπείργουσα τὸν ποταμὸν πρὸς τὴν κάτω πᾶσαν χώραν, τελευτᾷ δʼ εἰς πολλῷ βαθύτερον τὸ πρὸςἑσπέραν. ὥστʼ εἰ τῆς γῆς νοτὶς ἦν τὸ ὕδωρ, οὐκ ἂν εἰς τὸν ποταμὸν εἶχε συρρεῖν, ἀλλʼ ἐξεχεῖτʼ ἂν ἐπὶ θάτερα τοῦ ποταμοῦ. ἤκουσα δὲ ἔγωγε καὶ τῆς Παλαιστίνης Συρίας ἐν Σκυθῶν πόλει περὶ τὸν τόπον, ὃς τάς τε δὴ βαλάνους τῶν φοινίκων τὰς ὀνομαστὰς καὶ τὸν ὀπὸν φέρει, λίμνην εἶναι, ἣν ἐπειδὰν ὁ Νεῖλος ἀνέλθῃ, σημαίνειν· καὶ γὰρ τὸ ῥῆμα τοῦτʼ ἦν τῶν ξένων, ἔλεγον δὲ ὡς αὐξανομένης. εἰ μὲν οὖν καὶ αὕτη μεταξὺ Λιβύης καὶ Ἀραβίας ἐστὶν ἡ γῆ ἢ κοιλοτέρα τῆς ἄλλης ἁπάσης, δῶμεν ἀληθῆ λέγειν Ἔφορον, καίτοι τοσοῦτόν γε ψεύδεται, εἰπὼν μὴ δεῖν ἄλλοθι ζητεῖν, μὴ γὰρ εἶναι ταυτόν. εἰ δὲ πολλαὶ ταύτης οὖσαι κοιλότεραι, εἰ καὶ μὴ ἐπὶ μακρὸν, ἀλλʼ οὖν ἔστʼ ἐφʼ ὅσον γε, ὅμως δὲ τοῦτʼ οὐχὶ πάσχουσιν, ἄλλο
τί σοι σκεπτέον τὸ αἴτιον τῆς ἀναβάσεως, ὡς οὔτε τὴν ἀραιότητα τῆς γῆς οὔτε τὴν κοιλότητα λέγειν ἐνὸν φαίνεται, ἀλλὰ ταῦτα καὶ πάντων ἥκιστα. εἰ γὰρ ἐγίγνετο αὐτόθεν ἡ πλήρωσις, οὐκ ἂν οὔτε τὰς λίμνας τὰς ἔξω τοῦ ποταμοῦ συνέβαινεν αὔξεσθαι οὔτʼ αὐτὸν ὑψοῦσθαι τοσοῦτον ὥστʼ ἐπικλύζειν ἅπασαν τὴν εἴσω τῶν ὀρῶν τούτων γῆν οὕτω λαμπρῶς ὥστε τοὺς πλέοντας νύκτωρ τοῖς ἄστροις ἐστὶν ᾗ τεκμαίρεσθαι. ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις ἐκ τῆς κοτύλης τὸν ἀμφορέα πληροῦσθαι πείθοι, ψιλὸν ἐκ ψιλῆς, αὐτὸν ἐξ αὐτῆς. ἀλλʼ, οἶμαι, κατιόντος τοῦ ποταμοῦ μεγάλῳ τῷ μέτρῳ καὶ τῆς γῆς οὐχ ἱκανῆς οὔσης τὸ ὕδωρ χωρεῖ μέχρι τοῦ δεχομένου, τὴν διέξοδον αὐτὸ αὑτῷ ποιοῦν. διὰ τοῦθʼ αἵ τʼ ἔξω πηγαὶ προσλαμβάνουσι πίδακας ἐκ τοῦ ποταμοῦ καὶ εἰς τὰ ἔθνη τὰ πλησίον αἴσθησις τῆς ἀναβάσεως ἔρχεται, καὶ συνδιαδέχεται τὰ σχολάζοντα, ὥσπερ ὅταν οἴκημα πληρωθῇ.τοσαῦτα δὴ ἡμῖν καὶ πρὸς τὴν Ἐφόρου σοφίαν καὶ γνώμην καινὴν εἰρήσθω, ὅτι καὶ μόνος ἧφθαί φησι τῆς ἀληθείας. ἥσθην δὲ θαλάττῃ γλυκείᾳ Λιβύης ἐπέκεινα εἴσω ῥεούσῃ διὰ τοὺς ἐτησίας καὶ ταύτῃ καὶ κροκοδείλοις καὶ μύθοις Μασσαλιωτικοῖς ἀντὶ τῶν Συβαριτικῶν. εἰ γὰρ μὴ συνίης, ὦ χαριέστατε Εὐθύμενες, εἰ ταῦτʼ ἀληθῆ Ἔφορος λέγει σοὶ φάσκων δοκεῖν, ὅτι οὐ λύεις ἀπορίαν, ἀλλὰ
κινεῖς μείζω καὶ ἀτοπωτέραν τῆς ἐξ ἀρχῆς, πῶς οὐκ ἀληθῶς ἔξω στηλῶν καὶ Γαδείρων φήσει τις ἐπισκώπτων εἶναί σοι τὸν νοῦν, ὥσπερ τὴν Θρᾶττάν φασί ποτʼ ἐκεῖνο εἰς Θαλῆν εἰπεῖν, εἰ ποταμὸν φεύγων ἀγνοεῖς εἰς τὴν θάλατταν ἐμπίπτων, ἀνὴρ ὁ σκώπτων ἐρεῖ; τί γὰρ δή ποτʼ εἰ μέν τις ποταμὸς τοῦ θέρους αὔξεται μόνος τῶν ἄλλων θαυμασόμεθα καὶ τὰς αἰτίας ζητήσομεν, θάλατταν δʼ οὐ πολλῷ μᾶλλον θαυμασόμεθα εἴ τίς ἐστι γλυκεῖα μόνη τῶν πασῶν; καὶ μὴν οἱ ποταμοὶ μὲν εἰ καὶ τὴν αὐτὴν ἔχουσι φύσιν τὴν τοῦ ῥεῖν, ἀλλʼ οὖν χωρίς γε καὶ καθʼ αὑτοὺς ἕκαστοι ῥέουσιν ὅσοι μὴ προϊόντες εἰς ταὐτὸ συμβάλλουσιν, ἡ δὲ θάλαττα ἅπασα ἀνακέκραται δή που καὶ συνεχής ἐστιν ἡ φύσις αὐτῆς, ἣν εἴ τις διαιρήσει τῷ λόγῳ, τί χρήσεται θαυμάσαι λοιπόν; δεῖ δʼ, ὡς ἔοικε, καὶ περὶ τούτων εἰπεῖν διελόμενον. εἰσὶ γὰρ δή που τέτταρές που τῆς ἔξω θαλάττης ἀπόρροι. ὧν ὁ μὲν ἐξ ἑσπέρας εἰς Φᾶσιν διὰ Γαδείρων εἰσέχει καὶ τῆς πλησίον Λιβύης, καὶ ἔστιν ὁ κόλπος οὗτος ἡ καθʼ ἡμᾶς αὕτη θάλαττα, ἣ σχίζει δίχα τὴν γῆν, προσλαβοῦσα τὴν Μαιῶτιν λίμνην καὶ τὸν ὑπὲρ αὐτῆς ποταμὸν Τάναϊν, καὶ ποιεῖ νῆσον τὸ τμῆμα ἑκάτερον τῇ κύκλῳ θαλάττῃ, πλὴν εἰ βούλει Φᾶσιν καὶ δὴ Τάναϊν φάσκειν εἶναι τῶν ἠπείρων ὅρον. ἀλλʼ ὅ γε τῆς θαλάττης κόλπος οὗτος οὕτως ἔχει. ἕτερος δʼ ἐστὶν ἀπόρρους ἐκ μεσημβρίας πληρούμενος, ἡ ἐρυθρὰ θάλαττα καλουμένη, ἣ Λιβύην καὶ Αἴγυπτον καὶ τὸ πρὸς τούτων Ἀραβίας χερρόνησον ποιεῖ,
πρὸς τὴν εἴσω τε καὶ ἔξω θάλατταν τριῶν ἡμερῶν ὁδὸν Ἰσθμῷ. τρίτος δʼ ἄνω τούτων ἐστὶ κόλπος ὁ Περσικὸς, ᾧ μετὰ τὴν ἐρυθρὰν θάλατταν ἐπιστρέφοντι χερρόνησός ἐστιν, ἡ εὐδαίμων Ἀραβία καὶ ὁ τῆς Περσικῆς ὅσον ἐντός. τετάρτη δʼ ἐκ Βορέου καὶ Κασπίας πύλης εἰς τοὺς παρʼ ἡμῖν τόπους εἰσέχει θάλαττα, ἣ καλεῖται Κασπία, εἰ δὲ βούλει, Ὑρκανία.τί οὖν πρὸς λόγον ταῦτα; οὐ γὰρ ἄλλως γε ἀπόλογον Ἀλκίνου διηγοῦμαι. ὅτι πρῶτον μὲν αὗται καὶ τοσαῦται τὸ πλῆθός εἰσι θαλάττης χῶραι καὶ παρὰ ταύτας οὐδεμίαν ἑτέραν θάλατταν ἴσασιν οὔτε Ἑλλήνων οὔτε βαρβάρων οὐδένες, οὔκουν ὡς ἀληθῶς τῶν γʼ ἐντὸς τούτων
καὶ τῆς περιεχούσης, ἀλλʼ ὅσον ἄλλο ὕδωρ κέχυται κόλπους ἔχον, λίμναι καὶ ἕλη καὶ τενάγη καὶ τοιαῦτα ὀνομάζεται. ἣν γὰρ ἐν τῇ κατὰ Φοινίκην Συρίᾳ θάλατταν καλοῦσί τινες νῦν, τὴν ἄγονον ταύτην, αὐτίκα ἐροῦμεν πόθεν εἴληφε τοὔνομα. ἔπειτα ταύτας πάσας, οἶμαι, συμβέβηκε τὴν αὐτὴν ταύτην ἔχειν φύσιν ἀλλήλαις τε καὶ τῇ πηγῇ, καὶ οὐδείς ἐστιν ὅστις ὑπεξείλετο εἶναί τινʼ αὐτῶν γλυκεῖαν, ἀλλʼ ὁμοῦ θάλατταν εἰρήκασι. καὶ δήλη ἐστὶν ἡ τοῦ ὕδατος φύσις ἰδία τε καὶ μόνης τῆς θαλάττης οὖσα, ὥστε καὶ τῶν φρεάτων ὅσα πρὸς τὸ ἁλμυρὸν κέκλικε θάλατταν καλοῦσιν οἱ πολλοὶ, καὶ ἧς ἀρτίως ἐμνήσθην λίμνης τῆς ἐν τῇ Συρίᾳ τὸ ὕδωρ ἅλμην ἔχον τῆς γῆς θαλάττης ἐπωνυμίαν παρὰ τοῖς πολλοῖς πεποίηκε. καὶ οὐχ ἡ μὲν Λιβύην περιρρέουσα θάλαττα γλυκεῖα καὶ πότιμός ἐστιν, ἡ δὲ πρὸς αὐτοῖς Γαδείροις ὁμοία τῇ παρʼ ἡμῖν διὰ τὸ μίγνυσθαι. πρῶτον μὲν γὰρ οὐδὲν μᾶλλον ἁλμυρᾷ προσῆκεν αὐτῇ διὰ ταύτην ἢ καὶ γλυκείᾳ διʼ ἐκείνην εἶναι, εἴπερ κἀκείνῃ μίγνυται, καὶ ταῦτα χύδην, οὐ διὰ
πορθμοῦ. ἔπειτα καὶ ἐκ τῆς μαρτυρίας δῆλον τῶν ἔτι νῦν ἐκπλεόντων ὡς ὁ λόγος πέπλασται. εἰσὶ γὰρ δή που καὶ νῦν οἱ πλέοντες ἔξω στηλῶν οὐκ ἐλάττους ἢ κατʼ ἐκείνους τοὺς χρόνους· καὶ οὐκ ἐν μακροῖς γε χρόνοις ἅπαξ ἢ δὶς, ἀλλʼ ὁσημέραι συνεχῶς καὶ ὁλκάδες καὶ ἔμποροι κομίζονται διʼ ἀμφοτέρας τῆς θαλάττης, ὡς συνεχοῦς καὶ μιᾶς, ἀνοιχθέντος τοῦ κάτω τόπου παντὸς καὶ δοθείσης ἀδείας πλεῖν ὑπὸ τῆς νῦν ἡγεμονίας. ἡμᾶς δʼ ὡρμημένους ἡ νόσος ἔφθη καταλαβοῦσα. καὶ οὔτε τῶν ἁλιέων τῶν πρὸς τοῖς Γαδείροις ἔστιν ἀκοῦσαι λεγόντων γλυκεῖαν εἶναι τὴν ἔξω θάλατταν οὔτε τῶν εἰς τὴν μεγάλην νῆσον περαιουμένων τὴν ἀντιπέρας Ἰβήρων· καίτοι στρατεύματά τε εἰς αὐτὴν ἑκάστοτε παντοῖα διαβαίνει καὶ ἀναχωρεῖ τοῖς καθήκουσι χρόνοις, καὶ ἄρχοντες καὶ ἰδιῶται μυρίοι διαβαίνουσιν ἑκάστοτε. οὐ γὰρ τῷ μέρει τὸ ὅλον λόγον ἐστὶν ἔχον ἀκολουθεῖν, ἀλλʼ εἶναι τὸ μέρος τοιοῦτον οἷόν περ ἂν ᾖ τὸ ὅλον τὴν φύσιν. ἀπορρεῖ δʼ οὐκ ἀπὸ τῆςἡμετέρας ἡ ἔξω θάλαττα καὶ πᾶσα καὶ ἧς μηδʼ ὁτιοῦν εὕρηται πέρας πρὸς θάτερα, ἀλλʼ ὁ καθʼ ἡμᾶς οὗτος κόλπος ἀπὸ τῆς ἔξω θαλάττης εἰσρεῖ, πόρρωθεν κομίζων τὴν φύσιν. καὶ μὴν οὐδὲ Καρχηδονίων οἱ ἐκπλεύσαντες ἔξω Γαδείρων καὶ τὰς ἐν τοῖς ἐρήμοις τῆς Λιβύης πόλεις οἰκίσαντες τοῦτον ἤνεγκαν οἴκαδε τὸν λόγον οὐδʼ ἀνέγραψαν οὐδʼ ἀνέθηκαν ἐν τῷ ἱερῷ, ἕτερα πολλὰ καὶ ἄτοπα γράψαντες· οὓς οὔτʼ ἀγνοῆσαι δήπουθεν οὔτε γνόντας εἰκὸς ἦν ἀποκρύψασθαι. καὶ ταῦτʼ ἐξεπίτηδες οἷς εἶδον ὥσπερ φιλοτιμουμένους, ἅπαντʼ ἦν ἐλάττω τοῦ γλυκεῖαν θάλατταν ἔχειν εἰπεῖν ὡς εἶδον.
ἔτι τοίνυν ἔγωγε θαυμάζω πῶς ποτʼ ἀπῆρεν ἁνὴρ οὗτος τοσοῦτον ἀπὸ τοῦ γνωρίμου καὶ τίς ἡ δύναμις
αὐτοῦ καὶ τίς ἡ πρόφασις τῆς ἀποδημίας. μόνον μέν γε οὐκ εἰκὸς ἐκπλεῦσαι, μετὰ πολλῶν δʼ ἀφικόμενον μόνον οὐκ εἰκὸς ἦν κοσμῆσαι τὸν λόγον, οὐ μὴν οὐδʼ εἰς βιβλίον ἐγγράφειν ὡς ἀποχρῶν, οὐδʼ ὅσον πρὸς τοὺς ἐπιτηδείους διηγήσασθαι, ἀλλὰ δημοσίᾳ φράσαι καὶ ἀναγγεῖλαι, ἀναθέντα λέγω καὶ τοῦτον, ὥσπερ οἱ τῶν Καρχηδονίων ἡγεμόνες γράμματα ὑπὲρ τούτων εἴς τι τῶν κοινῶν ἱερῶν. καὶ μὴν εἴ γʼ ἦν ταῦτʼ ἀληθῆ, τίνʼ ἂν Ἑλλήνων ἐλάνθανε λοιπόν; ἅπασι γὰρ ἂν ἐξῆν εἰς Μασσαλίαν πλεύσασι μαθεῖν, καὶ μιᾶς γε ταύτης ἀπορίας ἀπηλλάχθαι διὰ Μασσαλιωτῶν. ἀλλʼ οὔτε Μασσαλιῶται ταῦτα λέγουσιν οὔθʼ ὁ Μασσαλιώτης ὁμοίως ἡδὺς εἰπεῖν καὶ πιστὸς, ἀλλά τις ἀρχαῖος μᾶλλον καὶ ποιητικός. καὶ μὴν οὐχ ὅτι κροκοδείλους καὶ ἵππους ποταμίους εἰς τὸν λόγον ἐντέθεικε, τούτου χάριν ἄξιον πιστεῦσαί τι, ἀλλʼ ἐνταῦθα καὶ κάλλιστα τὸ πλάσμα φωρᾶται καὶ ὅτι κομψεύεται. οὐ γὰρ ἰδὼν τοὺς κροκοδείλους οὐδὲ τοὺς ἵππους, εἶτʼ ἐξήγγειλεν, ἀλλʼ ἵνα τὰ ἄλλʼ ὡς ἀληθῆ δόξειε λέγειν, τοὺς κροκοδείλους καὶ τοὺς ἵππους προσέθηκε, καταφεύγων ἐπὶ τὰ γνώριμα καὶ πίστιν ἐφελκόμενος τῷ πλάσματι προσθήκῃ πλάσματος ἑτέρου πρὸς τἀληθὲς πεποιημένου. ἀλλʼ οἶμαι τοὺς μὲν τοιούτους λόγους καὶ μύθους ταῖς τιτθαῖς ἄμεινον παριέναι τοῖς παιδαρίοις, ἐπειδὰν ὕπνου δέηται, διηγεῖσθαι,θάλαττάν τινα γλυκεῖαν καὶ ἵππους ποταμίους καὶ ῥέουσαν τὴν θάλατταν εἰς τὸν ποταμὸν καὶ τὰ τοιαῦτα ὕπνου φάρμακα. ἑτέρων δʼ εἴρηται λόγος μικτός. τὸ μὲν γὰρ οὐ μάντεως δεῖται, τὸ δʼ οὐδʼ ἂν μάντις οὐδεὶς πείσαι. ὅτι μὲν γὰρ ἐν τοῖς θερμοτάτοις εἰσὶν αἱ πηγαὶ τοῦ Νείλου δῆλον, εἴπερ ἐκ τῆς μεσημβρίας ὁρμᾶται. φησὶ δὲ ταύτας καομένας τοῦ θέρους ἕλκειν ἐφʼ αὑτὰς τὸ πλησίον ὑγρὸν καὶ συνιόντος ὕδατος πολλοῦ πληροῦσθαι, καὶ τοῦτʼ εἶναι τοῦ ποταμοῦ τὴν ἀνάβασιν. ἐγὼ δʼ ὅτι μὲν καὶ πάντας εἰκὸς ἦν τοὺς ἐν τοῖς θερμοῖς τόποις ταὐτὸ τοῦτο πάσχειν ποταμοὺς οὐ λέγω, ἀλλὰ πῶς οὐκ ἄτοπον τὰς μὲν πηγὰς ἐν τοῖς θερμοτάτοις φάσκειν εἶναι, τὰ δὲ πλησίον ὕδατα αὐτῶν μὴ ἐν τοιούτοις ἑτέροις ἀξιοῦν εἶναι; οὐκοῦν ὁπότʼ ἐν τοῖς ὁμοίοις ἐστὶ τόποις, ταυτὸν πάσχειν ἀνάγκη. τί οὖν μᾶλλον τὰς τοῦ Νείλου πηγὰς ἕλκειν ἐφʼ αὑτὰς τὰ ἄλλα ὕδατα ἢ τἄλλα ὕδατα αὐτὰ δεῖσθαι τῆς ἐκεῖθεν ἐπιρροῆς εἰκός ἐστιν; ἀλλὰ μὴν εἴ γε ἅπαντα ἐνδεέστερα αὐτῶν ἔσται, πρῶτον μὲν ἅπαντα ἐλάττω τοῦ θέρους ἢ τοῦ χειμῶνος ἔσται, ἔπειτα ἀλλήλοις ἐπαρκεῖν οὐχ ἕξει, χωριζόμενα ὑπὸ τῆς θέρμης καὶ καθʼ αὑτὰ ἕκαστα γιγνόμενα. ὥστʼ ἐπὶ τοὔλαττον καὶ κάτω χωρεῖν αὐτοῖς, οὐχ ὑψοῦσθαι προσῆκε. καὶ μὴν τὸ μὲν ἕλκειν τὰς πηγὰς ἐφʼ αὑτὰς τὸ πλησίον ὑγρὸν τῇ ξηρότητι δότω τις ἀληθὲς εἶναι καὶ μὴ φιλονεικείτω· τὸ δὲ μὴ μόνον τοσοῦτον λαμβάνειν ὥστε τὸ ἀρχαῖον ἐκπληροῦν, ἀλλὰ καὶ τοσούτῳ πλεονάζειν ὡς παραπέμπειν τὸν Νεῖλον μέχρι θαλάττης, τοσοῦτον ὑπὲρ τοὺς ἄλλους τε καὶ ὃ τούτου μεῖζόν ἐστιν ** ἔχει λόγον ταῦτα συγχωρεῖν; ποῦ γὰρ ἔτι
καὶ ἐκτήκεσθαι φήσομεν αὐτὰς, εἴπερ τοσοῦτόν τε καὶ εἰς τοσοῦτον χρόνου καθʼ ἡμέραν ἑκάστην ἐπιδιδόασιν; οὐκοῦν ἢ ἅμα τʼ ἐξαναλοῦνται καὶ τὸ ῥεῦμα οὐκ ἂν ἔχοιεν ἀφιέναι, ἢ τοσοῦτον εἰ περίεστιν αὐταῖς, πῶς ἕλκουσι διὰ ξηρότητα; εἰ γὰρ καὶ τὸ ἐξ ἀρχῆς ἐφειλκύσαντο, πληρωθείσας γε εἰκὸς ἀνιέναι· εἰ δʼ αὖθις ὁ ἥλιος ἐξέτηκεν, οὐκ ἂν εἶχον εἰς ὕψος ὑπερβαλεῖν διὰ τὸ αὐτὸ τοῦτο ὑποδιδόντος ἀεὶ τοῦ πληρουμένου κατὰ τὸν τῶν ποιητῶν πίθον. ὥστʼ ἐλάττοσιν αὐταῖς προσῆκεν εἶναι τὸ πλέον τοῦ χρόνου ἢ συνεχῶς μείζοσιν.ἄλλος δὲ ἄλλο τι ληρεῖ, ἐμοὶ δὲ δοκοῦσιν ἅπαντες οὗτοι λόγον εἰπεῖν ἕκαστος ἐζητηκέναι καὶ τοσοῦτον ἀπέχειν τοῦ τἀληθῆ λέγειν ὥστε καὶ συνειδότες αὐτῶν οἱ πλείους ὅτι ψεύδονται φιλονεικεῖν πρὸς ἃ ὑπέθεντο, εἶθʼ ὥσπερ ἐν σκότῳ τοξεύοντες ἄλλος ἄλλοθεν διαμαρτάνειν. ἐγὼ δʼ οὐχ οὕτω σοφὸν εἶναι νομίζω περὶ τῶν ἀδήλων φροντίζειν, οὐδὲ σκαιότητα ἔχειν εἴ τις ἀφίσταται, ὡς τὸ τοῖς ὑπὲρ τῶν ἀδήλων ἰσχυριζομένοις μὴ ῥᾳδίως πιστεύειν νοῦν ἔχοντος εἶναι τίθεμαι. εἰ δὲ δεῖ κοινὸν ἐπὶ πᾶσιν εἰπεῖν, λέγω πρὸς μὲν τοὺς διὰ τῶν ἐτησίων ψευδομένους ὅτι τοῦ χειμῶνος πολλῷ μείζους καὶ βιαιότεροι βορέαι συνείρουσι καὶ νέφη πάντα κινοῦσι, κινοῦντες δʼ ἐλαύνουσι κατὰ φύσιν πρὸς μεσημβρίαν. καὶ τότε καὶ πρότερον πᾶν ἔστʼ
εἰπεῖν ἢ ὅτι χειμῶνος ποτὲ ὁ Νεῖλος ηὐξήθη. καίτοι τί μᾶλλον τοῦ θέρους ηὔξετʼ ἂν ἢ τοῦ χειμῶνος, εἴπερ ἐκ τῶν ἀνέμων εἶχε τὴν ἀρχήν; πρὸς δὲ δὴ πάντας ἐφεξῆς ἐκεῖνο λέγω ὅτι πάντες ὑπʼ ἀλλήλων ἐλέγχονται νέοι ὄντες ἐν τοῖς λόγοις. ὅταν γὰρ οἱ μὲν ἐκ τῶν πνευμάτων, οἱ δʼ ἐξ ὑετῶν, οἱ δʼ ἐκ χιόνος, οἱ δὲ τὸν ἥλιον τοῦ χειμῶνος εἶναι τὸν τήκοντα, οἱ δὲ τὸν ἥλιον τοῦ θέρους τὸν ἀπελαύνοντα τὸ ὕδωρ, οἱ δʼ ὅθεν ἄν τις βούληται φάσκειν γίγνεσθαι τὴν ἀνάβασιν, πάντες δὲ εἰκάζωσιν, εἰδῇ δὲ μηδεὶς, οὐ μόνον ἐκ τῶν καθʼ ἕκαστον ἐλέγχονται δήπουθεν, ἀλλὰ καὶ πάντες κοινῇ περὶ ἀλλήλους ὅτι οὐ τἀληθὲς εὑρήκασιν, ἀλλʼ ἕκαστος λόγον εἰπεῖν βεβούληται. καὶ νῦν ἐγὼ κινδυνεύω δοκῶν ἅπασιν ἀντιλέγειν ἅπαντας ἔχειν τούτου μάρτυρας. οἷς γὰρ ἕκαστοι τοὺς ἑτέρους ἐλέγχουσι, ταῦτʼ ἐμοὶ πρὸς ἅπαντάς ἐστιν. ὥσθʼ ὅσον εὖ φρονοῦσι βεβαιῶν αὐτοῖς, ὅσον ὥσπερ ἐν μάχῃ προεισφέρουσιν ἀγνωμοσύνης, τοῦτʼ ἀφαιρῶ. ὥστʼ οὐ μόνον ἐκ τοῦ βελτίονος, ἀλλὰ καὶ τοῦ πολλαπλασίου, σύμψηφός εἰμι καὶ καθʼ ἕνα ἑκάστῳ καὶ πᾶσι κοινῇ· ἕκαστος γὰρ αὐτῶν ἅμα τʼ αὐτὸς τὴν αὑτοῦ φέρει καὶ πᾶσι τοῖς ἄλλοις ἀνταγωνίζεται. εἰ δὲ μὴ ἐλάττω προσεξεύρομεν ἡμεῖς ἢ ʼκεῖνοι προκατεχρήσαντο, οὐκ ἴσως ἄξιοι μέμψεως. καὶ μὴν οὐδʼ Ὅμηρος ἀξιόπιστος, λέγωνἂψ εἰς Αἰγύπτοιο, διιπετέος ποταμοῖο.ἐγὼ γὰρ ὡς μὲν ἅπαντά τις ἂν προσθείη τε καὶ χρὴ Διὶ,
καὶ Νεῖλον ἂν δοίην εἶναι διιπετῆ καὶ ἔργον ἐκείνου, ἐπεὶ καὶ πατέρα αὐτὸν ἀνδρῶν τε θεῶν τε καλοῦμεν Ὁμήρου καὶ τοῦτο τὸ ῥῆμα φθεγγομένου, καίτοι τῶν θεῶν, ἀλλʼ οὐ πάντων πατὴρ αὐτῶν τῶν θεῶν ἐστι κατʼ αὐτοὺς τοὺς ποιητὰς, καὶ οὐ δή που βιάσαιτʼ ἄν τις καὶ τὸν Ποσειδῶ τούτου χάριν υἱὸν εἶναι Διὸς καὶ τὴν Ἥραν θυγατέρα, καὶ ταῦτα Ὁμήρῳ δοκεῖν· αὐτὸς γὰρ Ὅμηρος οὐχ οὕτω νομίζων δείκνυσιν. καὶ μὴν εἴ γε πατὴρ ἀνδρῶν τε θεῶν τέ ἐστιν ὁ Ζεὺς, καὶ ποταμῶν ἂν εἴη καὶ τῶν γιγνομένων ἐν τῷδε τῷ παντὶ, πρέπων γʼ ἐστὶ καὶ Νείλου κεκλῆσθαι πατὴρ οὐχ ἧττον ἢ Ξάνθου τοῦ Τρωικοῦ. οὕτω μὲν δὴ καὶ Νεῖλον φήσαιμʼ ἂν ὅπερ εἶπον, εἶναι Διὸς ἔργον τε καὶ παῖδα. εἰ δʼ ὡς περὶ Σκαμάνδρου καὶ τούτου ἢ Ὅμηρος ἤ τις ἄλλος ποιήσεται τοὺς λόγους, ἢ Σιμοῦντος, ἢ Γρανίκου, συγγνώμην ἂν ἡμῖν ἔχοι, εἰ μᾶλλον ἂν αὐτὸν φαῖμεν τῶν ἐν Τροίᾳ γιγνώσκειν ἢ τῶν κατʼ Αἴγυπτον· ἐπεὶ καὶ Φάρον ἐν τοῖς ἔπεσιν εἴρηκεν Ὅμηρος διαρρήδην
ἡμερήσιον πλοῦν ἀπέχειν Αἰγύπτου, καὶ ὥσπερ οὐκ ἀρκοῦν, ἀλλὰ προσεπισφραγιζόμενος τὸ τῆς ἐξουσίας προσέθηκεν, Ἧι λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, τῇ νηὶ δὴ λέγων τῇ πλεούσῃ. καίτοι τῆς μὲν ἠπείρου ἀπέχει Φάρος ἑπτὰ μάλιστα σταδίους, αὐτὴ δʼ ἐστὶν ὡσπερεὶ μεθόριον Λιβύων καὶ Αἰγυπτίων. εἰ δὲ τοσοῦτον ναῦς πανημερία θεῖ, καὶ εἰ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, ἐγὼ μὲν οὐκ ἔχω πιστεῦσαι· καίτοι φασί τινες τῶν ὑπὲρ τῶν ἄλλων ῥᾳδίως ἀπολογουμένων ὅτι ἀπεῖχεν, ὡς ἔοικεν, ἡ Φάρος τότε τῆς Αἰγύπτου πολὺ, νῦν δʼ ὁ ποταμὸς συντέτμηκε προσχῶν ἀεί. καὶ τοῦτʼ οὖν ἔχει νῦν οὕτω κἀκεῖνα, φασὶν, ὀρθῶς Ὅμηρος εἴρηκε. τούτοις δὲ ἤδη σαφῶς Ὅμηρος αὐτὸς ἀντιλέγει. πῶς; ὅτι οἶδε καὶ αὐτός που τὸν Μενελάου σὺν Ἑλένῃ πλοῦν εἰς Αἴγυπτον. ὁ τοίνυν Κάνωβος ὄνομά ἐστι Μενελάου κυβερνήτου, ὡς Ἑκαταῖός τε δή φησιν ὁ λογοποιὸς καὶ τὸ κοινὸν τῆς φήμης, οὗ τελευτήσαντος περὶ τὸν τόπον τοῦτον λείπεται τοὔνομα, ταυτὶ φημὶ, ὡς Ἕλληνες λέγουσιν, ἐπεὶ ἔγωγε ἤκουσαἐν αὐτῷ Κανώβῳ τῶν ἱερέων οὐ τοῦ φαυλοτάτου ὅτι μυρίοις ἔτεσι πρότερον ἢ Μενέλαον ἐκεῖσε προσχεῖν τὸ χωρίον οὕτως ὠνομάζετο. καὶ οὐκ ἄντικρυς μὲν ἔλεγε τοὔνομα τοῦτʼ αὐτὸ ὡς ἀπογράψαι γράμμασιν Ἑλληνικοῖς, ἀλλʼ ἦν μὲν ὥσπερ ἐμφερόμενον καὶ περιτρέχον, Αἰγύπτιον δὲ καὶ δυσγράμματον μᾶλλον. τόδʼ οὖν ἡμετέρᾳ φωνῇ δηλοῦν ἔφη χρυσοῦν ἔδαφος, εἰωθός τι τοῦτο τοῖς Αἰγυπτίοις ἐπιφημίζειν τοιαῦτα τοῖς παρʼ αὑτοῖς χωρίοις, οἷον Ἐλεφαντίνη καὶ πάλιν Διὸς πόλις καὶ Ἡλίου δὲ πόλις· οὕτω καὶ τοῦτʼ ἔφη τοὔνομα χρυσοῦν ἔδαφος εἶναι εἰπεῖν ἀνδρὶ Ἕλληνι. ἀλλʼ ἐῶ τοῦτο· καίτοι Αἰγυπτίους γε ἀκριβέστερον εἰκὸς εἰδέναι τὰ σφέτερα αὐτῶν ἤπερ Ὅμηρον τὸν ἐν Σμύρνῃ καὶ Ἑκαταῖον τὸν ἐν Μιλήτῳ, οὐ μόνον κατὰ τοῦθʼ ὅ τις ἂν φήσειεν ἁπλῶς εἰκὸς καὶ κοινὸν, ἀλλʼ ὅ γε καὶ ἴδιον κατὰ τούτων ἔστιν εἰπεῖν, ὅτι διὰ παλαιότητα χρόνου καὶ τὸ μηδὲν αὐτοῖς τῶν ἐξ οὐρανοῦ πεπονθέναι τὴν χώραν, καὶ τῶν παρὰ τοῖς ἄλλοις ἐπιφανῶν μάρτυρές εἰσιν αὐτοὶ καὶ ἵστορες ἀξιόχρεῳ, καὶ πάντα φυλάττουσιν ἐν στήλαις ἐν τοῖς ἱεροῖς ἀντʼ ἄλλων κτημάτων. ἀλλʼ ὅμως καὶ τοῦτο τὸ ἰσχυρὸν παρίημι. ἀλλʼ ἔστω κατὰ τοὺς παρʼ ἡμῖν λογοποιοὺς ὁ τοῦ Μενέλεω κυβερνήτης ὁ τὴν ἐπωνυμίαν, ὡς ἐτελεύτησε, πεποιηκὼς τῷ τόπῳ. εἰ τοίνυν δεῖ τούτῳ τῷ λόγῳ πιστεύειν, Κάνωβος Φάρου σταδίους εἴκοσι καὶ ἑκατὸν ἀπέχει. καίτοι ναῦς πανημερία θέουσα ὑπʼ ἀνέμου κατὰ πρύμναν πνέοντος, προσθήσω δὲ καὶ λιγέος, οὐκ εἴκοσι καὶ ἑκατὸν σταδίους ἀνύσει μάλιστα, ἀλλʼ ἴσως μᾶλλον διακοσίους καὶ χιλίους. καὶ ἡμεῖς τοσούτους
ἐν εὐπλοίᾳ πολλάκις ἠνύσαμεν, τὸ πᾶν διελόμενοι πρὸς τὰς ἡμέρας ὕστερον.ἀλλʼ οἱ ποιηταὶ μύθους μὲν οἶμαι συνθεῖναι καὶ ποταμῶν καὶ πόλεων ὀνόματα ἀπαριθμῆσαι καὶ τοιαῦτα ποικίλλειν παντὸς μᾶλλον ἴσασί τε καὶ διώκουσι, μάρτυρες δʼ οὐχ ἱκανοὶ περὶ τῶν οὕτως ἐλέγχου δεομένων. αὐτίκα Πινδάρῳ πεποίηται, ὅσπερ μάλιστʼ ἀληθείας ἀντέχεσθαι δοκεῖ τῶν ποιητῶν περὶ τὰς ἱστορίας, καὶ οὐ πόρρωθεν, ἀλλʼ ἐξ αὐτῶν τῶν τόπων καὶ οὗτος ὁ ἔλεγχος. φησὶ γὰρ Αἰγυπτίαν Μένδητα παρὰ κρημνὸν θαλάσσας. καίτοι
οὔτε κρημνός ἐστιν οὐδεὶς ἐκεῖ οὔτε θάλαττα προσηχεῖ, ἀλλʼ ἐν πεδίῳ πολλῷ καὶ κεχυμένῳ, οὗπερ ὁ Μενδήσιος ἅπας νομὸς οἰκεῖται, καὶ ἡ πόλις αὐτῶν, ἣν ὀνομάζουσι Θμοῦιν· ὥστε μηδʼ ὀφθαλμῷ καταλαβεῖν εἶναι μήτʼ ἀπʼ ἄκρων ἐπὶ θάτερα μήτʼ ἐκ μέσου, μηδʼ ἑτέρωσε. ὁ δʼ ἄρα Κιθαιρῶνος καὶ Ἑλικῶνος πλέως ὢν καὶ Φικίου ἄκρου πρὸς τὰ παρʼ αὑτῷ καὶ συνήθη κἀκεῖνα τεκμαιρόμενος μάλα ἐλευθέρως εἶπεν οὔτʼ ἰδὼν οὔτʼ ἀκούσας σαφῶς, ποιήσας δὲ πρὸς τὸ δόξαν αὑτῷ κατὰ τὴν ἀρχαίαν τε καὶ ἐκ πατέρων τοῖς ποιηταῖς ὑπάρχουσαν περὶ ταῦτα ἐξουσίαν. καὶ τί δὴ θαυμαστὸν, εἰ περὶ ὧν μηδʼ αὐτοὶ οἱ ἐπιχώριοι καὶ ταῦτα ὄντες Αἰγύπτιοι γιγνώσκουσι, περὶ τούτων οἱ τοσοῦτον ἀπέχοντες ποιηταὶ μηδὲν ἰσχυρὸν ἔχουσι λέγειν; ἀλλὰ γὰρ κινδυνεύει παντελῶς, ὅπερ καὶ μικρῷ πρόσθεν εἶπον, ἴδιον τὸ τοῦ Νείλου πρᾶγμα καὶ τελέως ἀποκεχωρηκὸς εἶναι τῶν ἄλλων ποταμῶν. τί γὰρ δή ποτʼ, εἰ βούλει, μόνος ποταμῶν αὔρας οὐκ ἀφίησι; καίτοι εἴ γε ἀπὸ χιόνος ἢ ὑετῶν ᾔρετο, οὐκ ἂν μόνος ποταμῶν αὔρας οὐ παρείχετο, ἀλλὰ
καὶ πλείστας ἂν καὶ μεγίστας, ὅσῳ καὶ μέγιστός ἐστιν. ὅπου γὰρ καὶ γῆ ψιλὴ βρεχθεῖσα ἀφίησιν αὔρας, τί τόν γε δὴ Νεῖλον πάσχειν ἂν φήσομεν, εἴπερ ἐξ ὄμβρων τοσοῦτος ἀνήρχετο, ἢ νὴ Δίʼ ἐκ χιόνος τακείσης, ὡς ὁ τῶν ἑτέρων λόγος; τί δʼ ἂν εἴποις τὴν περὶ τὴν ἀνάβασιν αὐτοῦ τάξιν καὶ μουσικήν; τὸ ἐν Συήνῃ μὲν καὶ Ἐλεφαντίνῃ ὀκτὼ καὶ εἴκοσιν αἴρεσθαι πήχεις, περὶ δʼ αὖ τὸ Ἰνδικὸν καὶ Ἀράβιον ἐμπόριον τὴν Κόπτον ἕνα καὶ εἴκοσι, καὶ πάλιν τούτων ἀφαιρεῖν ἑπτὰ καὶ τέτταρας καὶ δέκα ἄγειν τοὺς κατὰ Μέμφιν γνωρίμους καὶ πρὸς οὓς Ἕλληνες ἤδη λογίζονται, κάτω δʼ ἐν τοῖς ἕλεσιν εἰς ἑπτὰ καταβαίνειν, εἶτα δύʼ ἤκουον. ἆρά γε Ἴστρος ἢ Φᾶσις ἢ Στρυμὼν ταῦτα σοφίζεται, ἀλλʼ οὐ τοῦ Νείλου μόνου ταῦτʼ ἐστὶ σοφίσματα; χῶν μὲν οὐ τῇ φύσει τῆς χώρας ** ποῖος δʼ ὧν ἴσμεν ποταμὸς χρόνου κρεῖττον ὕδωρ παρέχεται σὺν τοσούτῳ ῥεύματι; οὔτε γὰρ αὐτόθι σήπεται φυλάττοντι οὔτʼεἰς τὴν ὑπερορίαν ἐκκομισθέν. ἀλλʼ αἱ ὁλκάδες αἱ εἰς Ἰταλίαν ἀπʼ Αἰγύπτου πλέουσαι, ἐπειδὰν ἀναπλεύσωσιν ἐκεῖθεν, σῶν ἔχουσι τὸ λοιπὸν οὗ παρεσκευάσαντο, καὶ φθάνει τὸ δεύτερον ὃ ἂν προσαρύσωνται, οἷα ἐν μήκει πλοῦ προδιαφθαρὲν, ἢ τὸ ἀρχαῖον καὶ συναναχθέν. καὶ μόνοι δὴ ὧν ἴσμεν Αἰγύπτιοι κεράμια ὕδατος ὥσπερ ἄλλοι οἴνου πιμπλᾶσι, καὶ ἔχουσι τριῶν καὶ τεττάρων ἐτῶν ἔνδον καὶ ἔτι πλειόνων, καὶ τῷ χρόνῳ σεμνύνουσιν, ὥσπερ ἡμεῖς τὸν οἶνον. ἢ καὶ τούτου φήσει τις αἴτιον εἶναι ὅτι ἐξ ὄμβρων αὔξεται; καὶ τί δή ποτε οὐ πᾶσι ποταμοῖς τὸ αὐτὸ
συμβέβηκε; πάντες γὰρ ὕονται. καὶ οὐκ εἰκάσαι γε ἡμᾶς ὅτι ὕονται δεῖ, ἀλλὰ πάρεσμεν αὐτοὶ τοῖς ὄμβροις καὶ προσοικοῦμεν ὡς ἔπος εἰπεῖν τὰς ὄχθας. καὶ ἔνιοί γε αὐτῶν ἐπʼ ἐλαχίστῳ τῷ ἀρχαίῳ τὸ ἐκ τῶν ὄμβρων προσλαβόντες καὶ αὐξηθέντες ὅμως οὐδʼ ἐκ τοῦ νικῆσαι παρέχονται τὴν αὐτὴν χρείαν. ὁ δὲ καὶ τοῦ θέρους αὔξεται, τοῦ δὲ χειμῶνος ἔσθʼ αὑτοῦ καὶ τότʼ ἐστὶ βέλτιστος. γλυκύτητι τοίνυν πόσον οἴει νικᾶν τοῦτο τὸ ὕδωρ; ὅσον οὐδʼ ἂν εἴποις. καίτοι τούτου τί τὸ αἴτιον; ἐκείνου δʼ αὖ τί τις ἂν φαίη, ὅτι κινδυνεύει τρόπον τινὰ ἀεὶ τὸ ἀποσχιζόμενον αὐτοῦ ῥεῦμα ἴσον εἶναι τῷ κυρίῳ καὶ παντί; τί δʼ οὐ τῶν ἐκείνου θαῦμα; ἢ πῶς οὐκ ἐκ παραδόξων ἅπας συνείλεκται; ᾧ γε ἐπικουρεῖ μὲν ὕδωρ οὐδὲν, ἀλλὰ καὶ πέτραι ῥήγνυνται τῇ ξηρότητι καὶ τὰ ὄρη μονονοὺ φλόγα ἀφίησιν, ὁ δʼ ἐν μέσῳ τῶν ἀποριῶν τούτων ῥέων πάσας μὲν λίμνας, πάντας δὲ κόλπους καθείργει πλήθει τοῦ ὕδατος, οὐ μόνον τὸν τῆς ἀναβάσεως χρόνον, ἀλλὰ καὶ τὸν ἄλλον ἅπαντα. καθέστηκε δʼ ἀντὶ μιᾶς πηγῆς ἁπάσῃ τῇ γῇ καὶ οὔτε πόλις οὔτʼ οἶκος οὔτε χωρίον οὐδὲν ἐκφεύγει τὴν ἐκείνου χρείαν καὶ δύναμιν, ἀλλὰ ταυτὸν δύναται ταῖς ἐν μεσογείᾳ τῶν πόλεων καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς ὅπερ τοῖς ἐπὶ ταῖς ὄχθαις κατῳκημένοις, μᾶλλον δʼ αὐτοῖς τοῖς πλέουσι μέσον πόρον.ἐπειδὰν δὲ ὁ θερισμὸς ἥκῃ καὶ δέῃ πρὸς ὕψος ἰέναι, τὰ μὲν ἄλλʼ ἀμύθητα, ἄμμοι δʼ ἐκεῖναι καὶ γῆς χάσματα ἀντὶ τεμπῶν καὶ ἑλῶν ἔστιν αὐτῷ τὸ μηδαμῆ κωλύειν, ἀλλʼ ἀτεχνῶς ὥσπερ οἱ τὴν ἐναντίαν τῷ παντὶ βαδίζοντες τῶν ἀστέρων ἐναντία καὶ τοῖς καιροῖς καὶ τῇ φύσει τῆς χώρας αἴρεται. καίτοι τίς οὐκ ἂν ἰδὼν καὶ τοῦθʼ ἕν τι τῶν ἀπίστων ἔκρινεν, ἐξαρκέσαι τοῖς χάσμασι καὶ πληρῶσαι τὰ διεστηκότα, μᾶλλον δʼ ἔτι τούτου πρότερον διὰ τῆς ἄμμου τῆς ἄνω διεξῆλθεν; ὁ δʼ ὥσπερ φιλονεικῶν πρὸς τὰ ἐναντία αὐτῷ τὸν πόρον ἐργάζεται. καὶ πρῶτον μὲν τὰ κοῖλα καὶ τὰς χαράδρας ἐπλήρωσεν ὑπελθὼν ὑποβρύχιος, ὥσπερ οἱ ὕφαλοι κολυμβηταὶ, τρέψας εἰς τὸ κάτω τὰ πρῶτα τῆς ἀναβάσεως· ἔπειθʼ ὑπὲρ αὐτῶν τε καὶ τῆς χώρας ἵσταται, προϊὼν ἀεὶ πρὸς τὸ μήκιστον μετρητὸς ἤδη. εἰ δέ τις ᾔδει τὸ ἀφανὲς τοῦ ἔργου, μειζόνως ἂν ἐθαύμασε τοῦ ὁρωμένου. πολλοὺς γὰρ οἶμαι ποταμοὺς τῶν νῦν εἰς πρώτους τελούντων οὐκ ἂν ἀρκέσαι τοῖς κάτω τῆς χώρας, ἀλλʼ ἐμπεσόντας ἂν αὐτόθι κρυφθῆναι, ὥσπερ τὸν Εὐφράτην προϊόντα ἀφανίζεσθαι λόγος. νῦν δʼ ὥσπερ τῶν πυραμίδων τὰς μὲν κορυφὰς ὁρῶντες ἐκπληττόμεθα, τὸ δʼ ἀντίπαλον καὶ ὑπὸ γῆς ἕτερον τοσοῦτον ὂν ἠγνόηται, λέγω δὲ ἃ τῶν ἱερέων ἤκουον, καὶ δὴ καὶ τὸν Νεῖλον κορυφωθέντα μὲν Αἴγυπτος ἡ πᾶσα ὁρίζεται, καὶ πρὸς τὸ
προκείμενον κρίνομεν τὸ Αἰγύπτιον πέλαγος, τοσοῦτος ἐπέρχεται· ὅπως δʼ εἰς τοῦτο ἥκει καὶ ὅθεν ἤρξατο τῆς ἀναβάσεως ἐκπέφευγε τὴν ἱστορίαν. τὸ δὲ δὴ καὶ μόνην ταύτην ἁπασῶν χωρῶν ὥσπερ τι ζῶον καθεστάναι πρὸς ἀμφότερα ὑπὸ τοῦ ποταμοῦ, τοτὲ μὲν χερσαίαν εἶναι καὶ ἐφʼ αὑτῆς ἐπὶ τοῦ ξηροῦ, αὖθις δʼ ἐν τῷ ὕδατι διαιτᾶσθαι, τῷ χρὴ ταῦτα προσθεῖναι πλὴν ἢ τῇ μεγάλῃ σοφίᾳ καὶ προνοίᾳ τοῦ θεοῦ, ὅστις ἐν ᾗ ἥκιστα ὕειν ἔμελλε, τὸν Νεῖλον ἐπήγαγε μιμητήν τινα ἑαυτοῦ καὶ ἀντὶ ὄμβρων εἶναι τοῖς ** ταύτης τῆς δωρεᾶς αὖ τηνικαῦταἐπήγαγεν, ἡνίκα τοῖς τε ἀνθρώποις ἔμελλε μάλιστα ἐν καιρῷ ἔσεσθαι καὶ τῇ χώρᾳ τὴν φορὰν οὐ μόνον οὐκ ἐλάττω τῆς ἱκανῆς, ἀλλὰ καὶ θαυμαστὴν πλήθει παρέξεσθαι; ταύτην ἐγὼ μόνην αἰτίαν ἐπινοῶ διʼ ἣν ὁ Νεῖλος διʼ
Αἰγύπτου καὶ τῶν ἐκείνῃ ῥεῖ καὶ μέγιστος δὴ τοῦ θέρους. ὁρῶ δʼ ὅτι καὶ τῶν ἰαμάτων ἀπὸ τῶν σωτήρων θεῶν ἀπολαύομεν, ὧν εἷς ἐστιν ὁ τῷ Νείλῳ συνώνυμος· καὶ τὸ μὲν κεφάλαιον καὶ τὴν καθάπαξ αἰτίαν ἅπαντες σύνισμεν, ὅτι ἡμᾶς βούλονται σώζειν καὶ ὑγιεῖς ποιεῖν, τὴν δʼ ἐπίνοιαν αὐτὴν καὶ τὸ αἴτιον ὧν φράζουσιν ἑκάστοτε τίς πώποτʼ ἐξευρεῖν οἷός τε; οἵ γε καὶ διʼ αὐτῶν τῶν ἐναντιωτάτων εἶναι δοκούντων καὶ ἃ μάλιστʼ ἄν τις φυλάξαιτο ἰάσαντο. καὶ ταῦτα μὲν εἰς τοσοῦτον παρεφθέγχθω, οὐκ ἐκ προνοίας εἰρημένα οὐδὲ βουλευθέντα ἐξ ἀρχῆς, ἀλλὰ τοῦ λόγου ταύτῃ προενεγκόντος ὥσπερ ῥεύματος. Νεῖλος δὲ ποταμῶν οὐχ ἧττον κάλλιστος ἢ μέγιστος, καὶ χρείᾳ καὶ θέας ἡδονῇ καὶ τοῖς πᾶσι πολὺ νικῶν· καὶ διὰ γῆς ἀρίστης καὶ καλλίστης διεξέρχεται, καὶ ἀὴρ ὁ περὶ αὐτὸν ἀέρων κάλλιστος καὶ τοῖς ὀφθαλμοῖς λαβεῖν καθαρώτατος· μεστὴ δὲ ὕδατος οὖσα ἡ γῆ πᾶσα ξηρότατον τὸ ἄνω πασῶν χωρῶν παρέχεται. ὡς δὲ καὶ σεισμοῖς καὶ λοιμοῖς καὶ τοῖς ἐξ οὐρανοῦ κατακλυσμοῖς ἀνάλωτος ἡ χώρα διʼ αὐτόν ἐστιν οὐδὲ τοὺς πρὸ ἡμῶν Ἕλληνας ἔλαθεν. ἃ δὴ καὶ Αἰγύπτιοι συνεορακότες, οἶμαι, μειζόνως ἄγουσι τὰ κατʼ αὐτόν. ὥστʼ ἔγωγέ ποτε ἤκουσα καὶ ἄλλου τῶν τι δοκούντων εἰδέναι περὶ ταῦτα ὅτι καὶ τῶν νομίμων τῶν περὶ τὰς ἑορτὰς καὶ θυσίας εἰς τὸν Νεῖλον αὐτοῖς ἀνήκει τὰ πλεῖστα.