Orationes 46
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
πολιορκίαν, οὐχ ἡσυχάζων, ἀλλʼ ἐκπλέων μέρει τινὶ τῶν νεῶν ἐπὶ Καρίας, καὶ μετὰ ταῦτʼ ἀπελθόντος αὐτοῦ θαρρήσαντας ἐπεξελθεῖν καὶ πλέον σχόντας τῶν ἐφορμούντων ἀναστρέψας αὖθις καθείργων ἕως παρεστήσατο, καὶ πάλιν Εὐβοέων ἀποστάντων ἄγων εἰς Εὔβοιαν Ἀθηναίους, καὶ Πελοποννησίων ἀγγελθέντων εἶναι Μεγαροῖ κομίζων αὖθις εἰς Μέγαρα κἀκ τῶν Μεγάρων πάλιν εἰς Εὔβοιαν, ἕως καὶ ταύτην κατεστρέψατο; τί δʼ ἄν τις λέγοι περίπλους Πελοποννήσου καὶ ἀποβάσεις πανταχοῖ τῆς πολεμίας καὶ πραγμάτων συνέχειαν οὐδεμιᾶς ἄλλης πόλεως εἰκάσαι; εἶτα τὸν οὕτως ὀξὺν καὶ ἄγρυπνον καὶ ἥδιστʼ ἂν εἶπον ὑπόπτερον τοῦτον ἢ αὐτὸν ἀργεῖν ἢ ἑτέρους ἐθίζειν ἐγὼ πεισθῶ; οὐκ ἄρʼ ἐπίστασθαι δόξω τῶν πραγμάτων οὐδὲν, ὅστις γε μὴ ὅτι Ἀθηναίοις, ἀλλʼ οὐδὲ τοῖς πολεμίοις ἀργεῖν ἐπέτρεπεν, ἀλλὰ κἀκείνους ἐποίησε μεταβαλεῖν τοὺς τρόπους, τοσαύτας ἀνάγκας αὐτοῖς περιίστη τοῦ κινεῖσθαι. καὶ τὸ
δικαίως προσῆν, ἔφη Δημοσθένης. ἀλλʼ ὅμως Πλάτων ᾐτιάσατο αὐτὸν ἀργοὺς καὶ δειλοὺς πεποιηκέναι. τί λέγεις, δειλοὺς Περικλῆς, ὦ θεοὶ, δειλοὺς, ὃς καὶ δημηγορῶν εὐθὺς ἐνθένδε ἤρξατο, τῆς μὲν γνώμης, ἔφη, τῆς αὐτῆς, ὦ Ἀθηναῖοι, ἀεὶ ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις. ὃ τίς τῶν εἰς ἐκείνην τὴν ἡμέραν εἰσάπαξ εἰπεῖν ἐθάρρησεν; οἵ γε καὶ ἡνίκʼ ἔσωζον τὴν Ἑλλάδα, Λακεδαιμονίοις εἶξαν αὑτῶν. ὁ δʼ οὐδὲν προκαλυψάμενος, οὐδʼ ἀναμείνας, εἰ μή τι ἄλλο, τήν γʼ ἐκ τοῦ προοιμίου παραμυθίαν εὐθὺς ἐν ἀρχῇ τῶν λόγων μάλα ῥᾳδίως ἐξεῖπε τὸ δοκοῦν αὑτῷ, ὡς ἄν τις αὐτός τε κρείττων ἀξιῶν εἶναι τῶν ἀκουόντων κἀκείνους τῶν ἀνταγωνιστῶν. πότερʼ οὖν φοβεῖσθαι τοὺς πολεμίους καὶ ὑποχωρεῖν, ἢ θαρρεῖν καὶ ὑπερφρονεῖνσυνεθίζοντος τὴν φωνὴν εἶναι φῶμεν καὶ τὴν ἀνδρείαν αὐτόθεν δεικνύντος; ἐγὼ μὲν οὕτω μᾶλλον ἡγοῦμαι. εἰ μὲν γὰρ ἢ τὸν πόλεμον κεκινηκέναι, ἢ πραγμάτων αἴτιον αὐτὸν γεγενῆσθαι, ἤ τι τῶν τοιούτων ᾐτιᾶτο, ἀληθῆ μὲν οὐδʼ οὕτως—ὕστερον γοῦν ἅπαντες συνεχώρησαν μὴ ἐκεῖθεν λελύσθαι τὰς σπονδὰς—εἰρημένα δʼ ἂν καὶ ὑπʼ ἄλλων ἐδόκει λέγειν. νῦν δὲ πῶς ἔνεστι κατηγορεῖν δειλίαν, οὗ τἀναντία ἤδη τινὲς ᾐτιάσαντο; ἃ γοῦν τῆς Ἀριστοφάνους κωμῳδίας παρεθέμεθα ἀρτίως ἐκείνως ἔχοντα, λέγω τὸ,
ταῦτα οὐ δειλίαν αἰτιώμενά ἐστιν ἐκείνου, ἀλλʼ ἴσμεν ἅ γε αἰτιᾶται, ὧν ὄντων μὲν ἀληθῶν τά γʼ ἐναντία ψευδῆ· εἰ δὲ μηδὲ ἐκείνων προσήκει τῷ Περικλεῖ μηδὲν τῶν ἐγκλημάτων, ἀλλὰ καὶ δίκαια καὶ ἀναγκαῖα ἐβουλεύσατο ὑπὲρ τῶν πραγμάτων, πῶς οὐχ ἅμα τε αἰτίας ἀφεῖσθαι καὶ πάσης εὐφημίας δίκαιος τυγχάνειν ἐστίν; ἆρʼ οὖν πρὸς μὲν Λακεδαιμονίους μόνους οὕτως εἶχε τὴν γνώμην ὡς ἄν τις ἰδίᾳ φιλονεικῶν, πρὸς δὲ τοὺς ἄλλους ὑφειμένως; ὅστις ἠξίου μὲν αὐτοῖς ὁρμητήριον ἀποχρῶν εἶναι τὸν Πειραιᾶ, θαυμάζειν δὲ οὐκ εἴα οὔτε βασιλέα οὔτʼ ἄλλον τῶν πάντων οὐδένα, ἀπέφαινε δὲ τὴν ἰσχὺν αὐτοῖς ἐξ ἡμισείας οὖσαν πρὸς τοὺς ἄλλους ἅπαντας ἀνθρώπους, ὡς τοὺς μὲν ἄλλους ἄλλοθι κρατεῖν, τῆς δὲ θαλάττης αὐτοὺς πανταχοῦ. καίτοι ταῦτα πότερον ἀργίαν καὶ δειλίαν καὶ ἀνανδρείαν καὶ ταπεινότητα καὶ νωθείαν εἰσάγοντος εἰς τὴν πόλιν καὶ τὰς ψυχὰς αὐτῶν ἦν, ἢ δέδοικα μή τι καὶἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα,
- ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,
- ὡς χρὴ Μεγαρέας·
ἀλλοῖον εἴπῃ τις, πλήν γε ὅσον οὐκ ὀρθῶς ἐρεῖ. ὥσπερ τοίνυν φῂς ἐκεῖνα ἀκούειν λεγόντων εἰς Περικλέα, οὕτως ἀντάκουε καὶ τῶν τἀληθῆ περὶ ἐκείνου λεγόντων καὶ οἷς οὐδεὶς ἀντεῖπεν εἰς τήνδε τὴν ἡμέραν, ἐπειδή γε καὶ αὐτὸς φῂς οὐκ ἀπὸ τῆς σεαυτοῦ γνώμης κατηγορεῖν, ἀλλʼ ἀκοήν.
ταῦτά γε ὁ Κρὴς δὴ τὸν πόντον, φήσει τις. ἐπειδὴ τοίνυν ἐκεῖνα μὲν ἀξιοῖς ἀκούειν, ταῦτα δʼ οὐ βούλει, φέρε ἐγώ σοι καὶ ἕτερα μείζω τούτων ἔτι καὶ τελεώτερα ἐπιδείξω τῆς Περικλέους ἀνδρείας καὶ ῥώμης καὶ φιλοτιμίας σημεῖα, κἂν σὺ δείξῃς ἐνοῦσαν ὑπερβολὴν, ἅπαντʼ ἔστω λῆρος τὰ παρʼ ἡμῶν. νὴ Δίʼ, εἴποι γὰρ ἄν τις ὡς οὐδὲν μέγα οὐδʼ ἱκανὸν τὸ πρὸ τοῦ πολέμου θρασύνεσθαι. ἀλλʼ ἐκεῖνός γε καὶ τὰς πρεσβείας ἠξίου κατὰ χώραν ἱδρυμένων Πελοποννησίων δέχεσθαι τῇ πόλει, ἐξεστρατευμένων δὲ μὴ καὶ τὸν Μελήσιππον προπεμψάντων. οὕτω σφόδρα δειλὸς ἦν, ἐπειδὴ προσάγειν τοὺς πολεμίους ἐπύθετο, ὥστε ἔργῳ τὰς ἀποκρίσεις ἔδωκεν αὐτῷ περὶ ἁπάντων, παραδοὺς τοῖς ἄξουσιν αὑτὸν ἔξω τῆς χώρας. καὶ τὸ δὴ πάντων ἔσχατον καὶ μέγιστον ἀκοῦσαι, μὴ ὅτι μιμήσασθαι· παρόντος μὲν ἤδη τοῦ πολέμου καὶ συνεστηκότος, τῆς νόσου δʼ ἐπικειμένης, καὶ τῆς μὲν γῆς δῃουμένης, τῶν δὲ ἀνθρώπων ὁσημέραι φθειρομένων καὶ τοσούτων ἤδη κειμένων ὅσων καὶ πολλοστὸν μέρος ἐξέπληξεν ἂν τοὺς πολεμίους, εἰ παρʼ ἐκείνοις ἡ συμφορὰ συνέβη, καὶ διὰ ταῦτα δὴ πάντα ἀθύμως καὶ δυσχερῶς ἔχοντας ὁρῶν τοὺς πολλοὺς καὶ περὶ ὧν μὲν ἐψηφίσαντο μετεγνωκότας, ἐπικηρυκεύεσθαι δὲ ἀξιοῦντας Λακεδαιμονίοις καὶ ἑτέρους ὑπὸ τῶν κακῶν γεγενημένους οὐδὲν μᾶλλον ἀνῆκεν, οὐδʼ ἐξέστη τῆς ἀρχαίας γνώμης, οὐδὲ ἐστράφη τὴν ψυχὴν ὑπὸ τῶνσυμφορῶν, ἀλλὰ καίπερ τοσοῦτον τῶν ἄλλων τοῖς δεινοῖς πλεονεκτῶν ὥσθʼ οἱ μὲν ἄλλοι τοῖς παροῦσι τούτοις ἠθύμουν, ὁ δὲ καὶ τοῦτʼ αὐτὸ προσειλήφει μεῖζον τὸ τοὺς πολίτας
οὕτως ἔχοντας ὁρᾶν, ὥστʼ ἀπόρους εἶναι χρῆσθαι, καὶ ταῦτα οὐχ ὅσον τοῖς πολεμίοις ὑποπεπτωκέναι, ἀλλὰ κἀκείνῳ δυσμεναίνειν ὡς τῶν παρόντων πραγμάτων αἰτίῳ· πρὸς δυοῖν τοῖν ἀπὸ τῆς τύχης, τῷ πολέμῳ καὶ τῇ νόσῳ, δύο ταῦτα προσειληφότας ὁρῶν αὐτοὺς, λύπην καὶ παροξυσμὸν εἰς αὐτὸν, ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς καὶ πανταχόθεν μεμονωμένος ὡς εἰπεῖν, οὐκ ἔδεισεν οὐδʼ ὑπεχώρησεν, οὐδʼ ὥσπερ χροιὰν τὴν γνώμην μετέβαλε, τοῖς τε πολίταις ὁμοῦ καὶ τοῖς πολεμίοις ἀντιτεταγμένος· ἀλλʼ ὥσπερ ἂν ἄλλο τι μάθημα διδάσκων αὐτοὺς, κατὰ ταὐτὰ ἃ καὶ πρότερον διεξῄει, καὶ οὐ διέφθειρε τὰ δόγματα ἐπὶ τῶν κινδύνων, οὐδʼ ἐπὶ τῆς ἐξουσίας ἐφιλοσόφησε μόνον, ἀλλʼ ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρωτηθεὶς ταυτὸν ἂν ἀπεκρίνατο καὶ ὕστερον καὶ πρότερον, οὕτω καὶ τότε τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων πραγμάτων, οὔτε τοῖς δεινοῖς εἴκειν ἀξιῶν οὔθʼ αὑτῷ μέμφεσθαι, αἰσχύνεσθαί τε ὑπὲρ αὑτῶν ἑτέρων ἅμα τοῖς καιροῖς γεγονότων. ὥστʼ ἔμοιγε καὶ τὸν Αἴαντα τὸν πρὸ τῶν νεῶν μαχόμενον καὶ βοῶντα ἐν κουφοτέροις καὶ ῥᾴοσιν εἶναι δοκεῖν. τῷ μὲν γὰρ πρὸς τοὺς Τρῶας ἦν μόνον ἡ μάχη, τὰ δὲ τῶν οἰκείων εὐμενῆ δήπουθεν ὑπῆρχε, τῷ δʼ οὐχ ἧττον πονήρως εἶχε τῶν ἔξω τὰ ἔνδον καὶ πλείων ἦν ὁ φόβος τῶν πολιτῶν ἢ τῶν πολεμίων. ἐν οἷς ἔδειξεν οὐ τοῖς ὀψοποιοῖς ἐοικὼς οὐδὲν Περικλῆς, ἀλλὰ τοῖς ἄκροις τῶν Ἑλλήνων. ὥστʼ ἐμοὶ μὲν, ὅταν βλέψω πρὸς ταύτας τὰς ἀπορίας καὶ τὸν ὄχλον τῶν πραγμάτων αὐτοῦ, κυβερνήτου τινὸς ἔννοιαν παρίστασθαι περικλυζομένης αὐτῷ τῆς νεὼς καὶ τῶν νεφῶν καταρρηγνυμένων ἐπὶ τῶν οἰάκων μένοντος καὶ οὐ μεθιέντος, καὶ πρός γʼ ἔτι τῶν ἐμπλεόντων ἀπειλούντων καὶ ἑτοίμων ὄντων διασπάσασθαι, κατέχοντος καὶ νουθετοῦντος καὶ ἅμα ὑπέρ τε τοῦ σκάφους ἀγωνιζομένου καὶ πρὸς τοὺς ἐν τῷ σκάφει.πόθεν οὖν ἔτι χρὴ τὴν ἀνδρείαν θεωρῆσαι; εἴτε γὰρ ἐκ τῶν ἔργων εἴτʼ ἀπὸ τῶν λόγων ὁρῶμεν τὸν ἄνδρα, πῶς ἄν τις μᾶλλον ἔδειξε παντὸς ἀφεστὼς δέους, ἢ πῶς ἄμεινον πρὸς εὐψυχίαν αὐτός τε πεφυκὼς καὶ τοὺς ἄλλους ἄγων, ὅστις οὔτʼ ἐκείνους ἠξίου φόβῳ τῶν πολεμίων προέσθαι τὰ γνωσθέντα ἐξ ἀρχῆς οὔτʼ αὐτὸς ἐκείνων φόβῳ τοὺς ὑπὲρ τῶν δικαίων λόγους ἐγκαταλιπεῖν; εἰ δὲ λέγεις ὅτι οὐκ ἐπεξῆγε, σκόπει μὴ οὐδεὶς τῶν στρατηγικῶν ταῦτʼ ἀποδέξηται τὰ ἐγκλήματα. οὔτε γὰρ ἐν παντὶ καιρῷ οὔτʼ ἐν ἅπαντι δή που χωρίῳ συμφαῖεν ἂν, ἀρχὴν δʼ οὐ μάχεσθαι χρῆναι πάντως τόν γε δὴ χρηστὸν στρατηγὸν, ἀλλὰ μάλιστα μὲν ἥκιστα κινδυνεύειν καὶ τοῖς βουλεύμασι μᾶλλον ἢ ταῖς χερσὶ πολεμεῖν, ὥσπερ καὶ Λακεδαιμονίοις ἐπιχώριον εἶναι δοκεῖ· εἰ δʼ αὖ καὶ μάχης δεήσειεν, ἄμεινον μετὰ συμμάχων ἐθέλειν ἢ μόνους καὶ μετὰ πλειόνων ἢ μετʼ ἐλαττόνων καὶ μετὰ κρειττόνων ἢ μετὰ χειρόνων,
εἰς ὅσον ἂν περιῇ τινί. εἰς ἀνάγκην μὲν γὰρ καταστάντας οὐκ εἰκὸς ἀκριβῶς λογίζεσθαι, ἕως δέ τίς ἐστι κύριος γνώμης, ἄνοια πολλὴ καὶ δυστυχία τῆς ἀσφαλείας ἀφέμενον ὃ τοῖς πολεμίοις συνοίσει, τοῦτʼ ἐξεπίτηδες αἱρεῖσθαι. ἐκείνοις γὰρ ἂν ἤδη στρατηγοίη καὶ γίγνοιτʼ ἂν αὐτοῖς ἀντὶ τοῦ παρʼ αὐτοῖς ἡγουμένου. μὴ δὴ τοῦτο λέγωμεν ὡς οὐκ ἐξῆγεν, ἀλλʼ εἰ προσῆκον ἐξάγειν καὶ μάχεσθαι παρεώρα, τοῦτο σκοπῶμεν, ἐπεὶ καὶ Λακεδαιμονίους ἀκούομεν δή που προσκειμένων αὐτοῖς ποτὲ Θηβαίων καὶ κελευόντων ἐξιέναι καὶ μάχεσθαι ἢ χείρους ὁμολογεῖν εἶναι σφῶν, ἀποκρίνασθαι περὶ μὲν τοῦ πότεροι βελτίους τὰς πράξεις κρίνειν τὰς ὑπὲρ τῶν Ἑλλήνων ἑκατέροις πεπραγμένας, μαχεῖσθαι δὲ οὐκ ἐν τῷ τῶν πολεμίων καιρῷ οὐδʼ ὅτʼ ἐκεῖνοι κελεύουσιν, ἀλλʼ ἡνίκʼ ἂν αὐτοῖς δοκῇ,καὶ οὐ χρήσεσθαι περὶ τούτου συμβούλοις Θηβαίοις. καὶ ταῦτʼ ἀπεκρίναντο καὶ ταῦτα ἐποίουν Ἀγησιλάου προεστηκότος αὐτῶν, ὃς εἴπερ τις ἄλλος τῶν Ἑλλήνων γενέσθαι ἐδόκει φιλοπόλεμος. ἀλλὰ τί χρῆν ποιεῖν τὸν Περικλέα; εἰπὲ γὰρ ὦ πρὸς θεῶν, μᾶλλον δὲ εἰ στρατηγῶν αὐτὸς ἐτύγχανες ἡμῖν κατʼ ἐκείνους τοὺς χρόνους, τί ποιεῖν ἂν ἢ τί λέγειν ᾤου δεῖν, ὄντων μὲν συμπάντων Ἀθηναίων τόσων καὶ τόσων, τῶν δὲ συμμάχων τῶν μὲν ἐν ταῖς νήσοις, τῶν δὲ κατʼ ἤπειρον μεμερισμένων, μυριάσι δὲ ἓξ στρατιᾶς τῶν πολεμίων εἰσβεβληκότων, καὶ τούτων Πελοποννησίων, οὐδὲ γὰρ τοῦτο φαῦλον εἰς προσθήκην, ἀνθρώπων ἱκανῶν καὶ πρὸς ἅπαντας τοὺς Ἕλληνας μάχεσθαι, καὶ οὓς ἐγὼ φαίην ἂν ἡγουμένων γε Ἀθηναίων καὶ Περικλέους οὐ χαλεπῶς ἂν καὶ πᾶσαν γῆν ὑφʼ αὑτοῖς ποιήσασθαι. καὶ οὔπω λέγω τὴν νόσον τοσοῦτον πρᾶγμα,
ἣ προσέκειτο ἐλαύνουσα καὶ τοὺς μὲν ὅλως ἀπανηλώκει τῶν ἀνθρώπων, τοὺς δʼ ἀχρήστους εἰς τὰ παρόντα ἐπεποιήκει, ἣν καὶ χωρὶς μάχης καὶ πολέμου προσβολῆς οὐχ ἕν τι τῶν ῥᾴστων ἦν ὑπενεγκεῖν. καὶ μὴν οὐδʼ ἐκεῖνο ἠγνόει Περικλῆς ὅτι νικήσας μὲν πολλῷ πλείοσιν αὖθις μαχεῖται καὶ πολλοὺς ἄλλους εὑρήσει τοὺς ἀμφισβητοῦντας τοῦ τροπαίου, καθάπερ Κορίνθιοι πρότερον, καὶ κληρονομοῦντας τῶν αὐτῶν τούτων πραγμάτων· ὥστε τὴν Καδμείαν νίκην ἡγεῖτο νικήσειν, ὡς ἑτέρως δὲ πράξαςἀπολεῖν τὴν πόλιν. τοῖς μὲν γὰρ πολεμίοις μέρος ἑκάστοις ἐκινδύνευεν, αὐτοῖς δὲ καὶ τοὔδαφος τῆς πόλεως συνυπέκειτο τῷ κινδύνῳ, καὶ εἷς ὑπὲρ πάντων κύβος ἀνερρίπτετο, σωμάτων, χρημάτων, δόξης, ἡγεμονίας, τοῦ βάθρου τῆς πόλεως, τῶν ἐλπίδων, ὅτου τις ἂν εἴποι παντός. οὔκουν ᾤετο δεῖν οὕτως ἄνισον ἀγῶνα ἀγωνίζεσθαι, οὐδʼ ἐπὶ μηδενὶ πλείονι πᾶσι τοῖς οὖσι κινδυνεύειν, σωφρονῶν οἶμαι καὶ στρατηγοῦ λογισμῷ χρώμενος. ὁρῶμεν δὲ δή που καὶ τοὺς παλαιστὰς οὐκ εἰς τὰ τῶν ἀντιπάλων ἰσχυρὰ συγκαθιέντας, οὐδʼ ἐξεπίτηδες καθʼ αὑτῶν παρέχοντας λαβὰς, ἀλλʼ ἀπὸ τούτων μὲν ὡς οἷόν τε μάλιστα ἀποχωροῦντας, τοῖς δὲ αὑτῶν πλεονεκτήμασι χρῆσθαι πειρωμένους καὶ τὴν νίκην ἀπὸ τούτων διώκοντας. ἃ καὶ Περικλῆς ἐνθυμούμενος οὐκ ἔδωκε τοῖς πολεμίοις τοσαύτην κατὰ τῆς πόλεως λαβὴν, ἀλλʼ ἐάσας ἐκείνους ἐν τῇ Ἀττικῇ ληρεῖν ἑκατὸν νεῶν ἐπίπλουν ἐξήρτυε τῇ Πελοποννήσῳ καὶ αὐτὸς ἐμβὰς ἐκόμιζε τὴν στρατιάν. καὶ περιῆν τοῖς μὲν τῆς Ἀττικῆς μέρος τι τετμηκέναι, τοῖς δʼ ὡσπερεὶ πᾶσαν τὴν πολεμίαν. ὥστε ἠναγκάζοντο ἤδη φεύγειν ἐκ τῆς Ἀττικῆς οἱ τότε ὡς ἐπὶ ἕρμαιον βαδίζοντες. οὕτως ἃ μὲν οὐκ ἐκίνει, προνοίας, οὐ δειλίας ἦν, ἃ δὲ κἀν τούτοις ὄντας ἠξίου τολμᾶν ἔσχατον δεῖγμα τῆς ἀνδρείας ἔχει τῆς ἐκείνου. καίτοι πῶς οὐκ ἄτοπον, εἰ ὅτι μὲν οὐκ ἐξῆγεν αἰτιασόμεθα,
ὅτι δὲ ἔξω τῆς Ἀττικῆς ἦγεν αὐτοὺς οὐ θαυμασόμεθα; καὶ ὅτι μὲν οὐκ ἐμάχετο οὗ μὴ προσῆκεν ἐπιτιμήσομεν, ὅτι δʼ ἠπίστατο ποῦ χρὴ τοῦτο ποιεῖν οὐ διαλογιούμεθα; καὶ ὅτι μὲν οὐ τὴν Ἀττικὴν ἐνεπίμπλη πολέμου καὶ ταραχῆς κατηγορήσομεν, ὅτι δὲ εἰς τὴν πολεμίαν ἀπέβαινε καὶ ἀντιμεθίστη τῇ Πελοποννήσῳ τὴν πολιορκίαν οὐ θήσομεν εἰς λόγον; ἀλλὰ τὰ μὴ πραχθέντα ἀντὶ τῶν πεπραγμένων ζητήσομεν; καὶ ὅτι μὴ νοσοῦντας μὲν οὐκ ἐξῆγεν οὐ συγγνωσόμεθα, ὅτι δὲ καὶ νοσοῦντας ἐξῆγεν οὐθαυμασόμεθα; ὅστις οὕτω καμνόντων ἡγεῖτο, ὡς οὐδʼ ἂν εἷς τῶν ἐρρωμένων καθαρῶς. οὕτω καὶ τῶν πολεμίων καὶ τῶν πολιτῶν καὶ τοῦ λοιμοῦ καὶ παντὸς ἦν κρείττων πράγματος. καίτοι σχολῇ γʼ ἂν Ἀθηναίους ἑαυτῶν ὄντας εἴασεν ἀργεῖν, ἢ ὑποκατακλίνεσθαί τισιν ἀνθρώπων, ὅστις οὐδὲ κάμνειν αὐτοῖς ἐπέτρεπεν, ἀλλʼ εἴς γε τὸν περὶ τῆς ἐλευθερίας ἀγῶνα καὶ τὸ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν ἠξίου καὶ παρὰ τὴν ὑπάρχουσαν τύχην ἐρρῶσθαι. πρότερον δʼ ἔγωγʼ ἂν ᾤμην τὸν Μελέαγρον ὀφλῆσαι δειλίας ἢ Περικλέα, ὅν γε καὶ πρὶν γενέσθαι προσεῖπεν ἀπʼ αὐτῶν τῶν ἐναντιωτάτων ὁ θεὸς, προειπὼν αὐτοῦ τῇ μητρὶ λέοντα τέξεσθαι· ἡ δʼ ἐπὶ ταύτῃ τῇ ὄψει τίκτει Περικλέα.
ὥσθʼ ὅρα μὴ λέοντα ξυρεῖν ἐπιχειρῶμεν, οὐ Θρασύμαχον συκοφαντεῖν ἐπιχειροῦντες, ἀλλὰ κωμῳδεῖν Περικλέα, καὶ ταῦτα εἰς δειλίαν, ἔπειτʼ αὐτοὶ δόξωμεν ἀνδρειότεροι τοῦ δέοντος εἶναι τοῖς βουλομένοις ἀντικατηγορεῖν, καὶ φανῇ τι καὶ δειλίας, εἰ δὲ βούλει, σιωπῆς ἀκίνδυνον γέρας, ὥς τις τῶν Κείων ἔφη ποιητής.ἀλλὰ γὰρ λίνον λίνῳ συνάπτει, φασίν. ὃς γὰρ ἐτόλμησεν εἰπεῖν ὅτι καὶ φιλαργύρους ἀπέφηνε Περικλῆς ἀνθρώπων καὶ οὑστινασοῦν τί τις ἂν λέγοι; νὴ Δία, πρῶτος γὰρ εἰς μισθοφορὰν κατέστησε τὰ πράγματα. ἐγὼ δὲ εἰμὶ μὲν οὐδʼ αὐτὸς τῶν ἐπαινούντων τὸ μισθοφορεῖν, καὶ τούτου σχεδὸν ἔργῳ πεῖραν ἐγὼ δεδωκέναι νομίζω. οὔκουν μέτεστί μοι τοῦ πράγματος οὐδὲν, ἀλλὰ καὶ τῶν λόγων προὔστην καθαρώτερον ἢ τῶν φόρων οἶμαι τὸν ὁμώνυμον,
εἴ τι δεῖ καὶ νεανιεύσασθαι. ὁ μὲν γὰρ τὸ σύμμετρον τάξας ἑκάστοις οὕτως εὐδοκίμησεν, ἐγὼ δʼ οὔτε πλέον οὔτʼ ἔλαττον οὐδενὶ πώποτε· ἀλλʼ οὐδʼ ὅσαι διαδόσεις πρὸς
οὐδεμίαν πώποτε ἀπήντησα, εἰ μή τις ἑκὼν ἔπεμψεν. ἀλλὰ καὶ τὴν Σωκράτους εἴτε χρὴ σοφίαν εἴτε φιλοσοφίαν λέγειν, ἢ καί τι ἄλλο, καὶ τοῦτʼ ἄγαμαι, τὸ μὴ καπηλεύειν μηδʼ ἐπὶ τοῖς βουλομένοις ὠνεῖσθαι ποιεῖν ἑαυτὸν, μηδʼ οὕτω σφόδρα φάσκειν ἑαυτὸν πεπαιδεῦσθαι ὥστε δουλείαν αὑτοῦ καταψηφίζεσθαι. ἐγὼ μὲν οὖν ὅπερ λέγω περὶ τούτων, οὕτω καὶ χαίρω τῇ μεγαλοπρεπείᾳ παντὸς μᾶλλον, ὥς γε ἐμαυτὸν πείθω· ὁρῶ δὲ ὅτι πολλὰ τῶν πόλεών ἐστιν ὥσπερ ἐφόλκια, οἷς ἀνάγκη συγχωρεῖν ὥσπερ ἐν σώματι. καὶ γὰρ τὰ σώματα καὶ τὰ χείριστα καὶ τὰ κάλλιστα ἀκούω ἐκ τῶν αὐτῶν κεκρᾶσθαι, τῷ δʼ ἢ πλείονος ἢ ἐλάττονος τούτων ἕκαστον μετέχειν, τούτῳ κρίνεσθαι τό τε χεῖρον καὶ τὸ βέλτιον. οὕτω δὴ καὶ τὰς πόλεις ἀνάγκη τῆς φύσεως τῆς ἀνθρωπείας ἀπολαύειν, κἂν ὡς βέλτιστα οἰκεῖσθαι δοκῶσιν. ἐπεὶ κἀν τῷδε τῷ παντὶ τοσούτων καλῶν καὶ τοσαύτης ἀγαθῆς τύχης μετειληφότι καὶ οὐδὲν ἔξω δήπουθεν αὑτοῦ λελοιπότι τῶν καλῶν πολλὰ ἂν εὕροις οἷς ἥκιστα ἂν ἡσθείης· ἀλλʼ οὐ κατηγορεῖς διὰ ταῦτα τοῦ παντὸς οὐδὲ τοῦ ποιήσαντος, οὐδὲ νομίζεις ἄλλον τινὰ δή που βελτίω γενέσθαι ποτʼ ἂν αὖθις δημιουργὸν τῶν ὅλων, ἀλλὰ δίδως τῇ φύσει ταῦτα ἐφειλκύσθαι καὶ οὐ πολυπραγμονεῖς. τί δὴ θαυμαστὸν εἰ καὶ Ἀθήνησί τι τῶν πάντων οὕτως ἔσχεν ὥσπερ ἴσως ἄν που καὶ ἄλλοθι, καὶ συνεχώρησαν οἱ προεστῶτες ἅμα μὲν τὴν τῶν πολλῶν πενίαν καὶ χρείαν ἐπανορθούμενοι, διʼ ἣν οὐκ ἐλάχιστα τῶν ἁμαρτημάτων συμβαίνει, ἃ κωλύειν μᾶλλον οὕτωςἡγοῦντο, ἅμα δὲ εὐλαβούμενοι μή τι καὶ χεῖρον ἐξεργάσαιντο τῷ καθείργειν παντελῶς αὐτούς. τί γὰρ οὐκ ἦν προσδοκῆσαι ποιήσειν ἀνθρώπους τοσούτους τὸ πλῆθος καὶ οὕτως ὀξεῖς, καὶ χρημάτων τοσούτων παρόντων, εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια; ἆρʼ οὐ πάντʼ ἂν αὐτοῖς ἐπιχειρῆσαι λαβεῖν; ἔτι δὲ ὥσπερ ἐν τοῖς ἰδίοις οἴκοις πᾶς τις οἶμαι βούλεται τῶν προσόντων ἀπολαύειν, οὕτως οὐδὲν ἀπεικὸς καὶ πόλιν ἄλλως τε καὶ ἀρχὴν ἔχουσαν, ἐν οἷς οὐχ ὁ τὸ πᾶν κωλύων ἴσως βέλτιστος, ἀλλʼ ὅστις τοῦ μετρίου ποιεῖται λόγον. ἢ τί χρῆν ἢ φόρους ἔτι λαμβάνειν ἢ πράγματʼ ἔχειν, εἰ μηδὲν ἔμελλον ἀπʼ αὐτῶν κουφιεῖσθαι; ὥσθʼ ὅταν ταῦτα λέγῃς, οὐ τὸν μισθὸν ἐγκαλεῖς, ἀλλὰ τὴν ἀρχήν. ἐπεὶ ὅτι γε ἀναγκαῖον ἐν πόλει μισθὸς καὶ οὐκ ἔνεστι παρελθεῖν οὐδὲ τῷ σεμνοτάτῳ τὸ μὴ οὐκ ἐπιχορηγῆσαι καὶ φιλανθρωπεύσασθαι οὐδὲν δέομαι μαρτύρων πολλῶν, ἀλλʼ εἷς ὁ τῶν Ἑλλήνων ἄριστος ἐξαρκεῖ μοι. τίς οὗτος; αὐτὸς σύ. τῇ γὰρ εὐδαίμονί τε καὶ ἀγαθῇ πόλει—πῶς γὰρ οὐκ εὐδαίμων ἧς γε οἰκιστής ἐστι Πλάτων; —τοὺς φύλακας διδοὺς τάττεις μισθὸν αὐτοῖς δημοσίᾳ, ὡς οὔτʼ αὐτὸς αἰσχρὸν οὐδὲν συμβουλεύων οὔτʼ ἐκείνους ποιήσοντας οὐδετέρους, οὔτε τοὺς δώσειν οὔτε τοὺς λήψεσθαι μέλλοντας. εἰ δὲ μὴ ἀργύριον μηδὲ
χρυσίον ὁ μισθός ἐστιν, ἀλλʼ ἕτερόν τι, ἕτερος λόγος οὗτος. πρὸς γὰρ τὰ σχήματα τῶν πολιτειῶν οἶμαι καὶ τοὺς μισθοὺς εἰκὸς εἶναι. οὐδὲ γὰρ εἰ Βυζάντιοι σιδήρῳ νομίζουσι, τούτου χάριν εἰσὶ δίκαιοι τῶν Ἑλλήνων καταγελᾶν, οὐδʼ ἧττόν τι δοκεῖν ἂν φέρειν μισθὸν, ὅτι οὐ χρυσίον οὐδὲ ἀργύριον φέρουσιν· οὐδέ γε εἰ Καρχηδόνιοι σκύτεσιν· εἰ μὴ κἄν τινες ἀργύριον φέρωσιν, ὅτι οὐ τὸ τιμιώτερον αὖφέρουσι χρυσίον, ἄλλο τι τοῦτʼ ἢ μισθὸν εἶναι φήσουσιν. ἀλλʼ οὐδʼ ἂν εἷς οἶμαι ταῦτα συγχωρήσειεν. οὐδὲ γὰρ τὰς τροφὰς ἅπασι τὰς αὐτὰς αἱρεῖσθαι νόμος, δεῖ δὲ ὅμως ἅπασι τροφῶν. οὕτω δὴ κἀνταῦθα μὴ τίς ὁ μισθὸς, ἀλλʼ ὅλως εἰ μισθὸν εἴρηκας· εἰ μὴ καὶ ὁ Εὔνεως προῖκα τὸν οἶνον ἔπεμπε τοῖς Ἀχαιοῖς, ὅτι οὐκ ἀργύριον αὐτῷ διέλυον, ἀλλʼ οἱ μὲν χαλκὸν, ἄλλοι δʼ αἴθωνα σίδηρον. ἀλλʼ οὐδʼ αὐτὸς ταῦτά γε ἠλαζονεύετο. Περικλῆς τοίνυν οὐκ αὐτὸς κοψάμενος νόμισμα, ἀλλʼ ὄντων ἐν ἀκροπόλει χρημάτων ἐκεῖθεν ἔσωζε τὸν μισθόν. ὥστʼ οὐδετέρου δίκαιος ἔχειν αἰτίαν, οὔτε τοῦ νομίσματος οὔτε τοῦ μισθοῦ. καὶ τί ταῦτα ἀγωνίζομαι σφόδρα; εἰ γὰρ ὡς οἷόν τε μάλιστα αἰσχρὸν ἡ μισθοφορὰ καὶ τὸ νέμειν, οὐ τῆς Περικλέους ἐστὶ πολιτείας, οὐδʼ ἀπὸ τῶν ἐκείνου χρόνων ἤρξατο, ἀλλὰ
καὶ τῶν νομοθετῶν τις ᾔδει ταῦτα· τοὺς γὰρ ἄλλους σιωπῶ. οὕτω τὰ μὲν ὕστερα τῆς ἐκείνου πολιτείας ἐγκέκληκεν, ἃ μικρῷ πρόσθεν ἠλέγχομεν, τὰ δὲ πρεσβύτερα, τὰ περὶ τοῦ νομίσματος, ὥσπερ ἃ νῦν αὖ δείκνυται. πῶς ἄν τις χρήσαιτο ῥᾷον ἄνθρωπος λόγοις, ἢ πῶς μετὰ πλείονος ἐξουσίας; ὅλως δʼ ἔγωγε θαυμάζω, εἴ τίς ἐστιν ἁπλούστερος ἢ δικαιότερος τρόπος ἐξετάσεως εἰ φιλαργύρους ἐποίησε Περικλῆς Ἀθηναίους ἢ καὶ ἄλλους τινὰς ἀνθρώπους Ἑλλήνων ἢ καὶ βαρβάρων, ἢ αὐτὸν ἰδεῖν καὶ σκέψασθαι τὸν Περικλέα ποῖός τις ἦν. ὁ γὰρ τοῦ Ξενοφῶντος λόγος ἐρρῶσθαί μοι δοκεῖ. ὥσπερ γὰρ, ἔφη, τοὺς παιδοτρίβας ὁρῶμεν τὰ μὲν τῇ φωνῇ τοῖς παισὶν εἰσηγουμένους, τὸ δὲ πλεῖστον τῷ παραδεῖξαι προσβιβάζοντας, οὕτω καὶ Σωκράτη φησὶ κρίνειν δίκαιον. οὕτω τοίνυν καὶ Περικλέα δὴ θεασώμεθα, πῶς αὐτὸς εἶχε πρὸς χρήματα καὶ ποῖόν τινα παρεῖχεν ἑαυτὸν παράδειγμα τοῖς τε Ἀθηναίοις καὶ τοῖς ἄλλοις Ἕλλησι κατὰ τοῦτο τὸ μέρος· κἂν μὲνεὑρίσκωμεν αὐτὸν ἀγεννῆ καὶ ἀνελεύθερον καὶ τοῦ κέρδους ἥττω,
φῶμεν καὶ τοὺς ἄλλους ταὐτὰ διδάσκειν καὶ διαφθείρειν καὶ παραπλησίους αὑτῷ ποιεῖν· εἰ δὲ τοσοῦτον ὑπερεῖδε χρημάτων, ὅσον οὐκ οἶδʼ εἴ τις τῶν πώποτε, πῶς ἐποίει φιλοχρημάτους, ἢ πῶς ἑτέρους διέφθειρεν, ἐν οἷς αὐτὸς χρηστὸς ἦν; ὥσπερ ἂν εἰ λέγοις τὸν Ῥαδάμανθυν ἐθίζειν τοὺς ἀνθρώπους ἐπιορκεῖν, ᾧ τοσοῦτον περιῆν εὐσεβείας καὶ δικαιοσύνης ὥστε καὶ τελευτήσας τοῖς ἐκεῖσε ἀφικνουμένοις δικάζειν δοκεῖ περὶ τῶν ἐν τῷ βίῳ πραχθέντων. καὶ σὺ δείξας οὖν πρότερον τὸν Περικλέα μικρὸν καὶ ἀγεννῆ καὶ ταπεινὸν καὶ πρὸς ἀργύριον βλέποντα, τότε δὴ φάθι καὶ τοὺς ἄλλους πεποιηκέναι τοιούτους· ὥσπερ καὶ τοὺς περὶ τῶν γραμμάτων διδασκάλους ἔστιν εἰπεῖν· οὐκέθʼ αὕτη Ξενοφῶντος ἡ εἰκὼν, ἀλλʼ αὐτοῦ Πλάτωνος. ὥσπερ γὰρ, φησὶν, οἱ γραμματισταὶ τοῖς μήπω δεινοῖς γράφειν τῶν παίδων ὑπογράψαντες γραμμὰς τῇ γραφῖδι οὕτω τὸ γραμματεῖον διδόασι καὶ ἀναγκάζουσι γράφειν κατὰ τὴν ὑφήγησιν τῶν γραμμάτων, οὕτω δὴ καὶ ἡ πόλις. ἀλλʼ ἡμεῖς ἀντὶ τῆς πόλεως λάβωμεν τὸν Περικλέα. Περικλῆς τοίνυν τὰ μὲν λέγων, ὡς ἔοικεν, ὑφηγεῖτο τοῖς Ἀθηναίοις, ἐν οἷς οὐδὲν ἦν ἀνελεύθερον οὐδʼ ἀγεννές· τὰ δὲ ἐπʼ αὐτοῦ τοῦ βίου δεικνὺς ἑαυτὸν καὶ παρέχων σκοπεῖν ὁποῖός τις ἦν. πότερʼ οὖν εἰς κάλλος αὐτοῖς ζῆν ὑπέγραφε τοιοῦτος ὢν οἷον ἀκούομεν, ἢ πρὸς κέρδος καὶ τὴν χεῖρα ὑφεικότας καὶ ὡς ἥκιστα ἔμελλον ὀρθῶς πράξειν; καὶ μὴν λέγοντος μὲν αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἤκουον κἀν τῷ βουλευτηρίῳ, τὸν δὲ βίον καθʼ ἑκάστην ἑώρων δή που τὴν ἡμέραν. ὥστε εἴπερ ἑώρων πρὸς ἐκεῖνον, ἔμελλον κρείττους εἶναι χρημάτων.φέρε δὴ καὶ περὶ τῶν ἄλλων ἁπασῶν αἰτιῶν αὖ τούτου σκεψώμεθα καὶ διέλθωμεν τὸν αὐτὸν τρόπον ὅνπερ περὶ τῆς φιλαργυρίας, κατʼ ἀμφοτέρας ταύτας τὰς εἰκόνας, τήν τε τοῦ παιδοτρίβου καὶ τοῦ γραμματιστοῦ, καὶ συγκεφαλαιωσώμεθα πάντα ἐν βραχεῖ. λάλους, φησὶν,
ἐποίησε· καὶ μὴν οὐκ ἦν αὐτὸς λάλος. ἀργούς· ὁ δʼ ἐνεργὸς ἦν. δειλούς· ὁ δὲ νικῶν ἀνδρείᾳ φαίνεται. φιλοχρημάτους· ὁ δʼ ἥκιστα ἐτίμα χρήματα. πῶς οὖν αὐτὸς ὢν ἀγαθὸς λέγειν, ἱκανὸς πράττειν, ἀνδρεῖος, κρείττων χρημάτων, ἐποίει λάλους, ἀργοὺς, δειλοὺς, ἀνελευθέρους; ἢ γὰρ ὄναρ λέγεις, ἢ γρῖφον, ἢ οὐκ ἔχω τί φῶ. πῶς γὰρ οὐκ ἄτοπον, εἰ οἷος μὲν αὐτὸς ἦν οὐκ ἐποίει τοιούτους, οἷος δʼ ἥκιστα αὐτὸς ἦν, τοιούτους ἀπειργάζετο; ἐμοὶ μὲν γὰρ τοὐναντίον ἐκ τούτων φαίνεται, τὸ γοῦν καθʼ αὑτὸν, πεποιηκὼς δεξιοὺς, ἐνεργοὺς, ἀνδρείους, μεγαλοπρεπεῖς· εἰ μή τι καὶ κατὰ Σωκράτους χρὴ πιστεύειν, ὅτι τοὺς νέους διέφθειρεν, ὃς αὐτοῖς παράδειγμα παντὸς ἦν χρηστοῦ. οὐκ ἔστι ταῦτα, ὦ Πλάτων, ἀλλὰ δυοῖν θάτερον· ἢ οὐκ ἦσαν Ἀθηναῖοι τοιοῦτοι οἵους σὺ κατῃτιάσω, ἢ πάντες μᾶλλον ἢ Περικλῆς αἴτιος, εἴπερ γε μήτε φαύλως ἐδείκνυ τὰ παλαίσματα μήτε ἀσαφεῖς τινὰς ἢ κιβδήλους ἢ σκολιὰς παρεῖχε τὰς γραμμάς. ἔτι τοίνυν τῶν ἀνωτέρω μνημονεύσωμεν καὶ συλλογισώμεθα, καὶ ταῦτα ἐκ τῶν πεφηνότων. Πλάτων εἶπε μὴ δεῖν κολακεύειν τὰ πλήθη· Περικλῆς δέ γε πλείστῃ παρρησίᾳ χρησάμενος φαίνεται. διαμάχεσθαι δεῖν ὑπὲρ τοῦ βελτίονος· ὁ δʼ ἐν καιροῖς τοιούτοις
ἐμάχετο οἷς ἀρτίως ἡμεῖς ἐπεδείκνυμεν. μὴ ζητεῖν ἀποπιμπλάναι τὰς ἐπιθυμίας· ἐκεῖνος τοίνυν κατεῖχε καὶ οὐκ ἤγετο μᾶλλον ἢ αὐτὸς ἦγε. μηδʼ ἐκ παντὸς τρόπου συνεθίζειν πλέον ἔχειν, φησὶν ὁ τὸν νόμον τιθείς· ὁ δʼ ἀφʼ ἑστίας ἀρξάμενος τῆς αὐτὸς αὑτοῦ τὸ σύμμετρον ᾑρεῖτο πρὸ τοῦ πλέονος. οὐκοῦν ταῦτʼ ἐδόκει Πλάτωνι, ταῦτα ποιῶν Περικλῆς φαίνεται. πῶς ἄν τις μᾶλλον κατὰ τοὺς Πλάτωνος λόγους φανείη βεβιωκὼς ἢ πεπολιτευμένος; ἢ τίνα χρῆν ὑπὲρ ἐκείνου πρῶτον εἰπεῖν, εἴ τις ἐπῃτιάσατο;[Πλάτωνα.] μέγιστον δὲ κἀκεῖνο σημεῖον τῆς Περικλέους ὀρθότητος ἄνευ τῶν εἰρημένων, καὶ ὡς οὐκ ἐκεῖνος ἦν ὁ διαφθείρας οὐδʼ ἐθίσας Ἀθηναίους φιλαργύρους εἶναι, οὐδʼ ἐκ παντὸς τρόπου τὸ πλέον ζητεῖν ἔχειν. οὔτε γὰρ τοὺς φόρους Περικλῆς εἰς ἄπειρόν ἐστιν ὁ ἐξαγαγὼν, ἀλλὰ καὶ ταύτης τῆς ἀμετρίας, ὦ φίλε Σώκρατες, εἰ ζητοίης τὸν αἴτιον, τὸν ἑταῖρον εὑρήσεις τὸν σεαυτοῦ. ἐκεῖνος γάρ ἐστιν ὁ πρὸς τοσοῦτον προαγαγὼν τοὺς φόρους, ὅσον οὐδὲ βουλομένοις φέρειν ἐξῆν, οὔτε σοὶ πειθόμενος οὐδὲν οὔτε τὸν Περικλέα μιμούμενος. ἀλλʼ οὐ Περικλῆς τοιοῦτος οὔτʼ ἐνταῦθα οὔτε ἄλλοθι, ἀλλʼ οὕτω σφόδρα πόρρω τῆς πλεονεξίας ἦν καὶ τοῦ συμβουλεύειν Ἀθηναίοις τὰ μὴ προσήκοντα πράγμαθʼ αὑτοῖς προστίθεσθαι ὥστε τῷ προτέρῳ πολέμῳ κεκρατηκότας αὐτοὺς Πελοποννησίων καὶ ἔχοντας Μέγαρα, Νίσαιαν καὶ Τροιζῆνα καὶ Πηγὰς καὶ Ἀχαΐαν ἔπεισε ταῦτα ἀποδόντας εἰρήνην συνθέσθαι, τοσούτου
ἔδει προσδιδάσκειν πλέον ἀεί τι τῶν ὑπαρχόντων αὐτοὺς ἔχειν. ὥστʼ ἔγωγε νομίζω πρὸς ταῦθʼ ὁρῶν καὶ τούτοις τεκμαιρόμενος, εἰ ἐπεβίω Περικλῆς καὶ μὴ πρότερον ᾤχετο ἀπιὼν, οὐκ ἂν εἰς ἔσχατον κακῶν ἐξοκεῖλαι τοὺς Ἕλληνας, ἀλλʼ ἐπειδὴ τοὺς ἄνδρας τῶν Λακεδαιμονίων εἶχον Ἀθηναῖοι καὶ Πύλον, οὐδὲν ἂν αὐτοὺς πλέον ζητῆσαι, ἀλλʼ εὐθὺς ἐλευθέρως ἂν ταῦτʼ ἀποδόντας ποιῆσαι τοῖς Ἕλλησι κοινὴν εἰρήνην. οὐδὲ γὰρ αὐτὸν τὸν πόλεμον πλεονεξίας ἕνεκα αὐτοῖς προελέσθαι συνεβούλευσεν, ἀλλὰ τοῦ μὴ τῶν ὑπαρχόντων ἀποστῆναι· ἀρχὴν δʼ ἐκεῖνός γε οὐδʼ ἠξίου γίγνεσθαι πόλεμον, ἀλλὰ δίκῃ διαλύεσθαι περὶ τῶν διαφόρων. οὕτω καὶ πόλεμον ἐξ εἰρήνης ᾔδει δέχεσθαι καὶ παρὸν εἰρήνην ἄγειν οὐδαμοῦ τὸν πόλεμον προῃρεῖτο· οὐδὲ τοῦ πλείονος αὐτοὺς ἔχεσθαι συνείθιζεν, ἀλλὰ τοῦ προσήκοντος. καίτοι ταῦτά ἐστιν ἀνδρείας, εὐβουλίας, δικαιοσύνης, τῶν καλλίστων ἐπιδείγματα, ἀλλʼ οὐχ ὧν Πλάτωνἀνέθηκεν αὐτῷ. οἶμαι τοίνυν ἔγωγε καὶ τὴν ἐπωνυμίαν ἢν ἔσχεν ἐκεῖνος ἐν τοῖς Ἕλλησιν, οὐχ ἥνπερ Μίθαικός τε καὶ Θεαρίων, ἀλλὰ τὴν αὐτὴν τῷ Διὶ, μαρτύριον μέγιστον εἶναι τοῖς ὑπὲρ αὐτοῦ λόγοις καὶ ὡς οὐ τῶν φαύλων τις ἦν. ἢ τῆς μὲν Ἀριστείδου δικαιοσύνης σύμβολον τὴν ἐπωνυμίαν ποιούμεθα—οὐ γὰρ αὐτοί γέ που τάττοντι παρῆμεν αὐτῷ τοὺς φόρους—τῆς δὲ Περικλέους ἀρετῆς τε καὶ φύσεως οὐ ποιησόμεθα τὴν ἐπωνυμίαν σύμβολον,
ἣν οὐκ ἀφʼ ἑνὸς τῶν τῆς ἀρετῆς μορίων, ἀλλʼ ἀπὸ πάντων συλλήβδην ἐκτήσατο; ὅτι γὰρ οὐκ ἀτιμαστέον αὖ τοὺς πολλοὺς οὐδὲ ἀμελητέον τῆς δόξης τῆς παρʼ αὐτῶν, ἀλλʼ ἔνι τι κἀν τούτοις εὔστοχον θείᾳ τινὶ μοίρᾳ τῆς ἀληθείας ἐφαπτόμενον, αὐτὸς Πλάτων ὁ διδάσκων καὶ λέγων ἐστίν· ἔτι δὲ ἀνωτέρω Πλάτωνος πολλαῖς γενεαῖς ὕμνησεν Ἡσίοδος ποιήσας τὰ ἔπη ταῦτα ἃ πάντες ᾁδουσιοὐκοῦν ἡ φήμη μαρτυρεῖ τῷ Περικλεῖ τὰ κάλλιστα, καὶ θεὸς οὖσα αὕτη φησὶν ἐκεῖνον κρείττονα ἢ κατʼ ἄνθρωπον γενέσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν ὡς ἄρα φαύλως πράττοντες ὑπὸ συμφορῶν Ἀθηναῖοι ταύτην αὐτῷ παρεῖσαν τὴν τιμὴν, ὥσπερ χρόνῳ ὕστερον ἔσθʼ ἃ καὶ παρʼ ἀξίαν συνεχώρησαν ταπεινωθέντες. ἀλλʼ εἴπερ ποτὲ ἄλλοτε ἤκμαζον καὶ τότε καὶ ἦν ἡ πόλις αὐτοῖς ἐπʼ ἐκείνου μεγίστη, ὡς ἂν ἡμεῖς, ὦ Πλάτων, μεγίστην φαῖμεν. ἀλλʼ οὐδέν γε τοῦτο βλάβος τῷ λόγῳ. τοὺς γὰρ οὕτως ὡς λέγω πράττοντας ἀνάγκη πλεῖστον ἐφʼ αὑτοῖς οἶμαι φρονεῖν καὶ πορρωτάτω μὲν ταπεινότητος, ἐγγυτάτω δὲ αὐθαδείας εἶναι. τότε τοίνυν αὐτὸν προσεῖπον Ὀλύμπιον,φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται ἥντινα πολλοὶ
- λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.
τοσοῦτον ἦν τὸ συγκεχωρηκός. καίτοι τί λέγω; εἰ γὰρ τὰ μάλισθʼ ὑποπεπτώκεσαν, περιετρέπετο καὶ οὕτως ὁ λόγος Πλάτωνι. ἐκεῖνοι γὰρ ἐκεῖνον ἤδη κολακεύοντες φαίνοιντʼ ἂν, οὐ Περικλῆς Ἀθηναίους. ἀλλὰ οὔτʼ Ἀθηναίους Περικλῆς οὔτʼ Ἀθηναῖοι Περικλέα. πόθεν; ἀλλʼ ὁρῶντες ἄνδρα καὶ λέγειν καὶ πράττειν ἄκρον καὶ δουλείας μὲν οὐδαμῶς ἐγγὺς, ἄρχειν δʼ ἐπιτηδειότατον καὶ ἱκανώτατον καὶ πάντων ὑπερπεφυκότα τῶν ἄλλων, ἔπαθόν τι Ὁμηρικὸν καὶ παραπλήσιον αὐτὸν τοῖς θεοῖς ἐνόμισαν. εἶθʼ ὃν οἱ χρώμενοι καὶ συνόντες καὶ μετὰ τῆς πείρας εἰδότες τῆς αὐτῆς θεοῖς προσηγορίας ἠξίωσαν, τοῦτον ἡμεῖς Θεαρίωνι καὶ Μιθαίκῳ τοῖς καὶ οὐκ οἶδʼ ὅτῳ τῷ τρίτῳ γραφώμεθα τῆς αὐτῆς; οὐκ ἄρʼ εὖ φρονεῖν δόξομεν.
ἀλλὰ νὴ Δία ὁ Κίμων φαῦλός τις ἄνθρωπος, ἢ τοιοῦτος οἷον ἀπεύξαιτʼ ἄν τις μὴ γενέσθαι παιδίον αὑτῷ, ἀλλὰ τούτου γε καὶ χάριν ἄν τις Πλάτωνι δικαίως ἔχοι, ὅτι καὶ τοῦτον ἡμῖν εἰς τοὺς ῥήτορας ἐγγράφει. ὡς ἐγὼ μᾶλλον ἂν τοῦτʼ ἔδεισα, μή τις αὐτὸν τῶν ῥητόρων μὲν ἀποστεροίη, τιθείη δὲ τῶν στρατηγῶν. νῦν δὲ ἀκριβῶς τὸ τοῦ Ὁμήρου συμβαίνει, τὸν αὐτὸν ἂν ἀρκεῖν
μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων,εἰ δὴ καὶ Κίμων ἔσται μεθʼ ἡμῶν. οὕτως οὐδὲν ὄνειδος τῇ ῥητορικῇ Κίμων ἐγγραφόμενος. ἐβουλόμην δʼ ἂν καὶ πρὸς ἄλλον τινά μοι τὸν ἀγῶνα τυγχάνειν ὄντα καὶ μὴ πρὸς Πλάτωνα, καὶ περὶ τούτου λέγω καὶ περὶ τῶν ἄλλων, ἵνα πᾶσιν οἷς εἶχον ἐχρώμην θαρρούντως καὶ μὴ συνέβαινέ μοι παραπλήσιον ὥσπερ ἂν εἰ πλέων καὶ παρὸν ἐξ οὐρίας κομίζεσθαι, εἶτα ὑφιέμην ὑπὸ δειλίας, ἢ καὶ
ἵπποις ἀγωνιζόμενος, ἐξὸν καὶ ταχὺ καὶ τοσοῦτον ὅσον βούλομαι παρενεγκεῖν, εἶτʼ ἀνεῖχον ἐξεπίτηδες φειδοῖ τοῦ προειληφότος· οὕτω πολὺ πλείω ποιοῦμαι λόγον μηδὲν ἀπηχὲς εἰς Πλάτωνα τυχεῖν εἰπὼν μηδʼ ὡσπερεὶ θρασύνεσθαι δοκεῖν, ἢ ʼκείνων ἕκαστον ἐπαινέσαι. εἰκότως· οὐδὲ γὰρ ἐλάττονος ἄξια χάριτός μοι τὰ πρὸς τοῦτον. οὐ μὴν ἀλλʼ εἴ γʼ ἄμφω συμβήσεται, καὶ τὰς κατʼ ἐκείνων αἰτίας ἀπολύσασθαι καὶ Πλάτωνι πᾶν ὅσον αἰδοῦς καὶ τιμῆς ἔξεστι σεσωκέναι, καὶ προσέσται τὸ δίκαιον ἀμφοτέροις, μετρίως ἂν ἔχοι πανταχῆ. ὅτι μὲν τοίνυν οὐχ εἷς τῶν κομψῶν οὐδʼ οἷος ὑπελθεῖν καὶ κολακεῦσαι Κίμων ἐγένετο οἱ μηδὲ τὰ πατρῷα ἐθελήσαντες αὐτῷ παραδοῦναι μέχρι πόρρω τῆς ἡλικίας ἐπίτροποι μαρτυροῦσιν· οὕτως εὐήθη καὶ μᾶλλον ἀρχαῖον ἡγοῦντο. ὅτι δʼ οὐ παντὸς ἀνδρὸς τὰ Κίμωνος πράγματα οὐδὲ τῆς ἐσχάτης μοίρας, ἀλλὰ καὶ λογίσασθαι περὶ πραγμάτων δεινὸς ἀνὴρ καὶ καταπρᾶξαι, καὶ τοιοῦτος οἷος μὴ μόνον παρʼ Ἀθηναίοις εἰκότως
εὐδοκιμεῖν, ἀλλὰ καὶ παρὰ Λακεδαιμονίοις οὐ χαλεπῶς ἂν τὰ πρῶτα ἔχειν, ἐφεξῆς ἂν εἴη λέγειν. ἅπαντα μὲν τοίνυν τἀκείνου διηγεῖσθαι ἢ καὶ τὰ τῶν ἄλλων τῶν ὑπολοίπων ἔξω τοῦ καιροῦ παντελῶς γίγνοιτʼ ἂν, ἄλλως τε καὶ μηδεμιᾶς αἰτίας εἰρημένης κατʼ αὐτῶν πρὸς ἣν ἀπολογεῖσθαι δεῖ, πλήν γε δὴ ὡς διάκονοί τινες ἦσαν. ἃ δʼ ἐστὶν ὡσπερεὶ κεφάλαια καὶ ὅσα οὐδὲ βουλομένῳ παρελθεῖν δυνατὸν, ταῦτʼ εἰρήσεται. ἀνάγκη δὲ ἴσως τοσοῦτον ὑπειπεῖν. εἰ μὲν γὰρ ἅπαντα ταῦθʼ ἡμῖν ἐστι διακονία καὶ νόμους θεῖναι καὶ πολιτείαν καταστῆσαι καὶ στρατοπέδων ἄρξαικαὶ ἀρχὴν ἐπέτειον ἐν πόλει, καὶ προσέτι προβουλεῦσαι, προεδρεῦσαι, πρεσβείαν τελέσασθαι, δικάσαι δίκας, πανηγύρεις, ἂν οὕτω τύχῃ, κοσμῆσαι, λέγω συνελὼν ἅπασαν πρᾶξιν καὶ προστασίαν, εἰ διακονίαν καὶ ὑπηρεσίαν χρὴ καλεῖν, οἷον δὴ καὶ βασιλείαν αὐτὴν καὶ δυναστείαν ἅπασαν, καὶ ἔτι γʼ, εἰ βούλει, πρότερον οἰκίας ἄρχοντα μὴ ἄρχειν μᾶλλον ἢ δουλεύειν, καὶ τὸ τοῦ κωμῳδιοποιοῦ βεβαίως καὶ παγίως ἔχει ὡς ἄρʼ εἷς εἴη τῆς οἰκίας δοῦλος ὁ δεσπότης· εἰ ταῦθʼ οὕτως ὥσπερ ἔφην ἔχει, πρῶτον μὲν ἔγωγε οὐχ ὁρῶ πῶς ἂν μᾶλλον πάντʼ ἄνω καὶ κάτω γένοιτο. εἰ γὰρ τἀναντία τοῖς ἐναντίοις ὁριούμεθα, πῶς ἕκαστον ἔθʼ ἡμῖν σώσει τὴν αὑτοῦ φύσιν; εἰ γὰρ ἡ ἀρχὴ δουλεία, σχολῇ γʼ ἂν ἄλλο τι δουλείαν ἐκφύγοι· κἂν εἴ γε τὴν ἀρχὴν δουλείαν εἶναι τιθείημεν, τί κωλύει καὶ τὴν δουλείαν ἀρχὴν τοῖς αὐτοῖς τούτοις τιθέναι λόγοις; κἀκ τούτου περίεισιν ἡμῖν ἡ θέσις, καὶ οὐδέποτʼ ἐν ταὐτῷ μένει, ἀλλʼ ἡ μὲν ἀρχὴ δουλεία πρότερον γενομένη διʼ
ἐκείνης πάλιν ἀρχὴ γίγνεται, ἡ δʼ αὖ δουλεία πρότερον ἀρχὴ νομισθεῖσα ὑπʼ αὐτῆς τῆς ἀρχῆς ἐπάνεισι δουλεία πάλιν εἶναι. καὶ οὕτω πλανήσεται καὶ μεταχωρήσει τὰ ὀνόματα ταῦτα τῶν ἐναντίων πραγμάτων ὄντα, εἰ δὲ βούλει, τἀναντία τοῦ πράγματος. καὶ μὴν οὐδὲ ὅ τι λοιπὸν ἔσθʼ ἡμῖν τούτων περιῃρημένων ῥᾴδιον εὑρεῖν. εἰ γὰρ μὴ προστησόμεθα μήτε πολλῶν μήτε ὀλίγων, μήτε οἰκίας μήτε ἡμῶν αὐτῶν, ὡς ἔπος εἰπεῖν, μηδὲ κινήσει μηδένα ἡμῶν μήτε χρεία πατρίδος μήτε ἑστία πατρῴα μήτʼ οἰκέται ὁρῶντες εἰς ἡμᾶς μήτʼ ἄλλο τῶν ἀνθρωπίνων μηδὲν, ἀλλʼ οὕτως φυγῇ φευξούμεθα τὰ πράγματα καὶ καθεδούμεθα ὥσπερ ἐν μέσῳ τῷ ἀέρι, τῆς γῆς οὐδὲν προσαπτόμενοι, οὐδὲ φροντίζοντες οὐδενὸς πράγματος, οὐδʼ ἂν προσαγγέλλῃ τις ἡμῖν ἅπερ τῷ Μελεάγρῳ,ἀλλὰ πάντα ταῦτα ἀνελευθερίαν καὶ ταπεινότητα εἶναι καταγνωσόμεθα, καὶ πρὸς ἅπανθʼ ἡμῖν οὗτος ὁ λόγος ἀρκέσει, τὸ διακονεῖν ταῦτʼ εἶναι καὶ ὑπηρετεῖν καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν, ἄλλο τι ἢ τῶν ἀψύχων ἐγγύτατα ζῆν λείπεται, καὶ τοῖς κάμνουσι παραπλησίως, ὅταν αὐτοῖς ὑπὸ τῶν ἰατρῶν ἡσυχάζειν ἐπιταχθῇ; εἰ δʼ οὖν καὶ διακονία πάντα ταῦτʼ ἐστὶ καὶ οὐδὲν σεμνὸν, τί μαθὼν, ὦ φίλη κεφαλὴ, αὐτὸς ἡμῖν τοὺς διακόνους μιμεῖ, πολιτείαν κατασκευαζόμενος καὶ νόμους συγγράφων, καὶ λέγεις μὲν καὶ τυραννίδα συντελεῖν εἰς νόμων θέσιν, λέγεις δὲ τῇ φιλοσοφίᾳ δυναστείας προσδεῖν καὶ μὴ πρότερον παύσεσθαι κακῶν τὰς πόλεις, πρὶν ἄν σοι τὸ πολυύμνητον δὴ τοῦτο ἢ οἱ βασιλεῖς φιλοσοφήσωσιν, ἢ βασιλεύσωσιν οἱ φιλόσοφοι; ὡς εἰ μὴ ταῦτα συνέλθοι, φιλοσοφία καὶ δύναμις πολιτικὴ, οὐδὲν πλέον εἰς τὸ κοινὸν τοῖς ἀνθρώποις ἐσόμενον. καὶ τὸ δὴ μέγιστον ἁπάντων, ἐν γὰρ αὐτοῖς οἷς πολιτεύει καὶ νομοθετεῖς, ἀφορίζεις μὲν φύλακας τῇ πόλει, οἵτινες τὴν αὐτὴν ἕξουσι τέχνην Κίμωνι, δίδως δὲ αὐτοῖς τὰ πρεσβεῖα τῶν ἄλλων πολιτῶν, οὐκ ὀλίγον τι προκρίνας, καὶ τιμὰς καὶ προεδρίας καὶ ζῶσι καὶ τελευτήσασιν ὃς ἂν αὖ τούτων ἄριστος φανῇ, καὶ ὅλως περὶ τούτους διατρίβεις τὰ πλεῖστα, ὡς μίαν οὖσαν ταύτην τῇ πόλει σωτηρίαν, εἰ τὰ τῶν φυλάκων εὐθενοῖ. καὶ οὔτε μισθωτοὺς αὐτοὺς καλεῖς, καίτοι μισθὸν τάξας αὐτοῖς παρὰ τῶν ἄλλων ἐν τῇ πόλει, οὔτε τῶν κοινῶν διακόνους, καὶ ταῦτα ὑπὲρ πάντων ἀγρύπνους μέλλοντας διάξειν καὶ κινδυνεύσειν ἅπαντα κίνδυνον ὑπὲρ τῆς πόλεως ἁπάσης· οὐδʼ ἡγήσω μισθοφόροις τισὶ καὶ ξένοις ὡς ἀληθῶς αὐτοὺς προσεοικέναι δόξειν, οὐδʼ ἐν Καρῶν σχήματι καὶ μοίρᾳ θρέψεσθαι, πολλὰ πράγματʼ ἔχοντας, ὀλίγου καὶἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
- τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας,
ταῦτα μισθοῦ, ἀλλʼ ἱκανὴν αὐτοῖς ἡγεῖ φιλοτιμίαν, ἐὰν τὴν χώραν σώζειν ἐπίστωνται καὶ ἡ πόλις ἅπασα πρὸς
αὐτοὺς ἀποβλέπῃ. εἰ γὰρ αὖ πάντα ταῦτα καλῶς καὶ δικαίως ἔχει σοι καὶ οὐκ ἄχρηστος ἡ σπουδὴ οὐδʼ ἀνελεύθερος, οὐδʼ αἰσχύνην ἔχουσα κατεσκευάσθαι τοιαύτην φυλακὴν πόλει καὶ τοιούτους ἄνδρας, ὁποῖοι τοῖς τε φίλοις βοηθεῖν καὶ τοὺς ἐχθροὺς ἀμύνεσθαι δυνήσονται, σκόπει τὸν Κίμωνα μὴ πόρρωθεν, ἀλλʼ ἐκ τούτων, καί σοι πάντες οὗτοι μάρτυρες παρεῖναι δόξουσι τῷ ἀνδρὶ, μὴ διάκονον μηδὲ τῶν πρὸς ἡδονὴν ὁμιλούντων γεγενῆσθαι, ἀλλʼ ὡς ἐλευθεριώτατα καὶ ὡς κάλλιστα ἔχειν αὐτῷ τὰ τῆς πολιτείας, καὶ σχεδὸν ὥσπερ σοὶ τὰ τῆς πολιτείας ἔχει τῆς ἀκινδύνου ταύτης.σκέψαι δὴ αὐτὸν μὴ μόνον ὡς τὴν πόλιν καὶ τὴν χώραν ἐφύλαξεν, ἀλλὰ καὶ ἐκ δυοῖν τοῖν ἐσχάτοιν ὅροιν, ὅπως τοῖς τε Ἕλλησι προσηνέχθη καὶ ὅπως τοῖς βαρβάροις· ἐπειδή γε καὶ αὐτῷ σοι δοκεῖ μὴ τὸν αὐτὸν δεῖν ἀμφοτέροις τρόπον, ἀλλὰ τοῖς μὲν ὡς τοῖς ὁμοφύλοις εἰκὸς, τοῖς δʼ ὡς χρὴ τοῖς φύσει πολεμίοις. ἐκεῖνος γὰρ συμβάσης μὲν ἐν Πελοποννήσῳ ταραχῆς οὐ φαύλης οὐδὲ μικρᾶς τινος, ἀλλʼ ὥστε Λακεδαιμονίους εἰς πᾶν ἐλθεῖν τῶν εἱλώτων ἐπαναστάντων, καὶ ἅμα τῶν σεισμῶν ἐπικειμένων, ἀγαγὼν Ἀθηναίους τετρακισχιλίους ὁπλίτας, οὓς σὺ τιμᾷς, ὦ Πλάτων, ἔσωσε μὲν τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν, ἔλυσε δὲ τοὺς περιστάντας ἅπαντας φόβους, κατέστησε δὲ τὰ ἐν Πελοποννήσῳ πράγματα. τοιοῦτος μὲν πρὸς τοὺς Ἕλληνας καὶ τῶν Ἑλλήνων τοὺς ἀρίστους καὶ ἅμα συμμάχους. πρὸς δὲ τοὺς βαρβάρους καὶ πολεμίους
ὁποῖός τις, οὐκ εἰσὶ τῶν Ἑλλήνων οὐδενὶ πλείους οὐδὲ ὀνομαστότεραι πράξεις ἐν τῇ ὑπερορίᾳ, οὐδὲ τρόπαια καλλίω βαρβάρων, οὐδʼ ὧν μᾶλλον ἄγασθαι προσήκει τῆς ἀνδρείας ἅμα καὶ τῆς ὑποθέσεως. οὐ γὰρ ἐπειδὴ