Orationes 46
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
παραιτεῖσθαι μὲν οὐκ οἶδʼ ὅ τι δεῖ περὶ τῶν αὐτῶν πολλάκις, ἄλλως τε καὶ οὐ πρὸς ἄνδρας μέλλοντας ἐρεῖν μᾶλλον ἢ ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν, καὶ τούτων
οὐκ ὀλίγων, οὐδὲ ἧττον παλαιῶν ἢ Πλάτων, ὅτι μὴ καὶ πρεσβυτέρων ἐκείνου, εἴ τῳ καὶ τοῦτʼ ἄξιον αἰδοῦς εἶναι δοκεῖ. παρέστη δέ μοι θαυμάσαι πολλάκις ἄλλα τε δὴ τῶν ἐν Γοργίᾳ καὶ τὴν κατηγορίαν ἣν ἐποιήσατο Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Περικλέους καὶ Κίμωνος, καὶ ταῦτʼ ἀφελῶς οὕτως καὶ ἀνειμένως, ὃ μηδʼ ἂν εἷς εἰκάσειε πρὶν διακοῦσαι τοῦ διαλόγου. πρῶτον μὲν γὰρ οὐδὲ τὸ πρᾶγμα ἐπηνάγκαζεν, οὐδʼ ἔχοι τις ἂν εἰπεῖν. νὴ Δία, ὁ γὰρ λόγος αὐτῷ διεφθείρετο μὴ τούτους κακῶς εἰπόντι· ἀλλὰ ἐξῆν καὶ χωρὶς τῆς βλασφημίας ταύτης περαίνειν τὴν ὑπόθεσιν. εἰ μὲν γὰρ τοῦτʼ εὐθὺς ἐξ ἀρχῆς προὔθετο καὶ τοῦτʼ ἐνεστήσατο ἐξετάσαι τοὺς Ἀθήνησι πολιτευσαμένους, ἐκ τοῦ πράγματος ἦν ἴσως καὶ περὶ τούτων λέγειν. νῦν δὲ τί φησὶ καὶ πρὸς τί προσῆγε τὸν λόγον; δύο ταύτας εἶναι παρασκευὰς περὶ σῶμα καὶ ψυχὴν, μίαν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὴν ἑτέραν δὲ πρὸς τὸ βέλτιστον· καὶ τὴν μὲν πρὸς ἡδονὴν ἀγεννῆ καὶ κολακείαν εἶναι, τὴν δὲἑτέραν σπουδαῖον καὶ καλόν. ὥστε τίς ἦν βλάβη τῷ λόγῳ μὴ τούτων τῶν ἀνδρῶν κακῶς ἀκουσάντων; καὶ μηδὲν
μᾶλλον ἐκινδύνευε τό γε δή που πρὸς χάριν ἀντὶ τοῦ τὰ βέλτιστα λέγειν χρηστὸν νομισθῆναι, ἄλλως τε καὶ τοῦ Καλλικλέους ἀπειρηκότος ἤδη πολλάκις, ὡς αὐτὸς ἐνδείκνυται, καὶ τελευτῶντος εἰπόντος σὺ μὲν οὐκ οἶδʼ ὅντινά μοι τρόπον δοκεῖς εὖ λέγειν, ὦ Σώκρατες· πέπονθα δὲ τὸ τῶν πολλῶν πάθος, οὐ πάνυ σοι πείθομαι. οὐ γὰρ δὴ τοῦτό γε ἔστιν εἰπεῖν, ὡς εἰ ψέξειεν ἐκείνους, μᾶλλόν τι πείσειν αὐτὸν ἡγεῖτο καὶ προσάξεσθαι. τοὐναντίον γὰρ ἔμοιγε δοκεῖ μᾶλλον ἂν καὶ παροξῦναι καὶ πλέον θάτερον ποιῆσαι τῇ ʼκείνων βλασφημίᾳ, ὥστε οὕτω γʼ ἂν, ὅ φησιν αὐτὸς, ἀνεσόβει τὴν θήραν, καὶ ταῦθʼ ὅπερ ἐβούλετο δηλοῦν ἔχων ἤδη καὶ συνειληφώς. γνοίη δʼ ἄν τις ἐξ αὐτῶν τῶν ῥημάτων. προελθὼν γὰρ τοῦ λόγου, Ἆρʼ οὖν, φησὶν, οὕτως ἐπιχειρητέον ἡμῖν ἐστι τῇ πόλει καὶ τοῖς πολίταις θεραπεύειν, ὡς βελτίστους αὐτοὺς τοὺς πολίτας ποιοῦντας; πάνυ γʼ, εἴ σοι ἥδιον, φησὶν ὁ Καλλικλῆς. ὥσθʼ ὅτε ὡμολόγητο καὶ συγκεχώρητο ὑπὲρ οὗ πᾶς ἤνυστο λόγος καὶ πρὸς ὃ πάντα ταῦτʼ εἶχε τὴν ἀναφορὰν, τίς ἦν ἡ ζημία τῶν ἀνδρῶν μὴ προσκαθάπτεσθαι; νῦν δὲ ὥσπερ ὠδίνων καὶ περιβαλλόμενος κύκλῳ τὴν ἐπʼ ἐκείνους ὁδὸν οὕτως ἐπιβούλως ἐλθὼν ἐπὶ τοὺς λόγους φαίνεται. καὶ μὴν τὸ μὲν διάφορον οὐχὶ μικρόν. ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ αὐτῆς τῆς ἀληθείας ἀγωνίζεσθαι, τοῦτο δὲ ἐγὼ μὲν οὐδέποτε ἂν φήσαιμι, ἄλλος δʼ ἄν τις εἴποι διαβάλλων οὐ πόρρω κακοηθείας εἶναι. καίτοι πῶς οὐκ ἄτοπον τοσοῦτον προέχοντα φιλανθρωπίᾳ καὶ μεγαλοψυχίᾳ τὴν τοῦ βασκαίνειν δοκεῖν παρέχειν λαβὴν ὅσα γε ἐκ τῶν λόγων; θαυμάζω δὲ εἰ κωμῳδίαν μὲν ἔξεστι ποιεῖν, κἂν μὴὀνομαστὶ κωμῳδεῖν ἐξῇ, πιστοῦσθαι δὲ οὐκ ἐνῆν τὸν λόγον, εἰ μή τινας εἶπε κακῶς ὀνομαστί. φέρε γὰρ πρὸς θεῶν, εἰ πρὸ τούτων τῶν ἀνδρῶν ἔτυχε γενόμενος, ἢ νὴ Δίʼ εἴ τις ἄλλος τῶν ὑπὲρ τούτους ἄνω τὸν αὐτὸν τοῦτον λόγον ἠγωνίζετο, ἆρʼ ἂν οἷός τʼ ἦν Μιλτιάδου κατηγορεῖν καὶ Θεμιστοκλέους καὶ τῶν μήπω γεγενημένων; οὐδαμῶς. ὅτε τοίνυν ἦσαν λόγοι τῷ πράγματι καὶ χωρὶς τῆς περὶ τούτων μνήμης, οὐ μετʼ ἀνάγκης ἤκουον οὗτοι κακῶς. ὅτι τοίνυν οὐδʼ ἀληθῆ κατʼ αὐτῶν εἴρηκεν, ἄνευ τοῦ μηδὲν προσήκειν βλασφημεῖν, εἰ καὶ τὰ μάλιστα ἐλέγχειν ἔμελλε, τοῦτʼ ἤδη πειράσομαι δεικνύναι.
καὶ πρῶτον μὲν τὸν Περικλέα σκεψώμεθα, ἐπειδὴ καὶ πρῶτον ἐξετάζειν ἐκεῖνον ἐπεχείρησεν, εἰ ἄρα ἄξιος ἀνὴρ ἀκοῦσαι ταῦτα, ἢ τῶν ἰδίων ἕνεκα ἢ τῆς πολιτείας. ἐκεῖνος τοίνυν λέγεται βιῶναι μὲν οὕτως σεμνῶς ὥστε μηδὲν τῶν προφητῶν καὶ τῶν ἱερέων τὸν ἐκείνου βίον διαφέρειν, οὕτω δὲ εἶναι σώφρων ὥστε καὶ βαδίζειν τεταγμένα καὶ τὴν ὀρθὴν ὁδὸν σώζειν κατὰ τὴν παροιμίαν, διαίτης δὲ τάξιν τὴν μέσην προῃρῆσθαι, μήτε ὑπερήφανον μήτε ἀνελεύθερον, ὥσπερ τοὺς πρεσβυτάτους Ἀθηναίων ὁ Πλάτωνος ὑμνεῖ λόγος· δημοτικὸς δὲ ὢν τῇ προαιρέσει καὶ
πράττων ὑπὲρ τοῦ πλήθους ἐναντία Θουκυδίδῃ πλεῖστον τῆς ἀγοραίου προπετείας καὶ κομψότητος ἀποσχεῖν, ὅς γε οὐδὲ γελῶν οὐδʼ ὑφʼ ἑνὸς πώποτε ὀφθῆναι, ἀλλὰ τῆς μὲν πολιτείας τῇ φυλακῇ καὶ τῷ τὸ ἴσον τοῖς ἄλλοις ἔχων ἀνέχεσθαι κοινὸς εἴπερ τις ἀνθρώπων εἶναι, τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς ὀλίγοις καταλιπεῖν ἐγγὺς ἐλθεῖν ἑαυτοῦ. χρημάτων τοίνυν τοσοῦτον γενέσθαι κρείττων ὥσθʼ ὅτι μὲν καὶ τοὺς ἀγροὺςἠφίει τῇ πόλει, παρίημι, μή τις ἄρα εἴπῃ ὡς φόβῳ τῆς διαβολῆς εἶδεν αὐτό· ἐδόκει γὰρ ὥσπερ ἄλλο τι καὶ τοῦτο σύμβολον τοῦ Περικλέους εἶναι, τὸ ὑπερφρονεῖν χρημάτων. ὥστε καὶ αὐτὸς ποτὲ ἐν τῷ δήμῳ παρρησιαζόμενος καὶ λέγων περὶ τῶν αὑτῷ προσόντων ἀγαθῶν ἕν τι καὶ τοῦτο ἐν πρώτοις ἐτίθει τὴν περὶ ταῦτα μεγαλοψυχίαν. οὕτω δʼ ἦν παραπλήσιος κατὰ τὸν βίον καὶ τὴν πολιτείαν καὶ τοσοῦτον ἀπεῖχε τοῦ ζῆν πρὸς τὰς ἑτέρων ἡδονὰς ὥστε φασὶν οἱ γράψαντες περὶ αὐτοῦ διδασκάλου τάξιν πρὸς παῖδας πρὸς τοὺς Ἀθηναίους αὐτὸν ἔχειν, ὥστε ἀπόντος μὲν Περικλέους ἐν ἀταξίᾳ πολλῇ καὶ ῥαθυμίᾳ τὴν ἐκκλησίαν εἶναι πολλάκις, φανέντος δὲ εὐθὺς μεταβάλλεσθαι
καὶ σωφρονίζεσθαι πρὸς τὴν ὄψιν, ὥσπερ δεδιότας μή τι γνοίη Περικλῆς ὧν ἡμάρτανον. ὃ δέ φασιν ὑπάρξαι Σωκράτει σοφιστῶν διαφερόντως, τοῦτʼ ἐκείνῳ δημαγωγῶν· ἐπαρθέντα μὲν γὰρ τὸν δῆμον καὶ μεῖζον φρονήσαντα δεινότατον εἶναι συστεῖλαι καὶ καθελεῖν, ἀθυμήσαντα δὲ καὶ ταπεινωθέντα ἀναγαγεῖν αὖ τοῖς λόγοις καὶ μεστὸν ἐλπίδων ποιῆσαι, ὥσπερ ἐκεῖνος εἰώθει περὶ τοὺς νέους ποιεῖν. συνελόντι δʼ εἰπεῖν σχῆμα τῆς πόλεως ἦν Περικλῆς, οὐ δουλεύειν ταῖς τῶν πολλῶν ἐπιθυμίαις, ἀλλʼ αὐτὸς ἄρχων τῶν πολλῶν, οὐδʼ ὅ τι δόξειεν ἐκείνοις, τοῦτο λέγειν ἀξιῶν, ἀλλʼ ὅ τι δόξειεν αὐτῷ, τοῦτʼ ἐκείνους πράττειν ἐπαναγκάζων· οὐδʼ ἐν κόλακος μοίρᾳ προσκείμενος, ἀλλʼ οὐδαμοῦ τοῖς κόλαξι πάροδον τὸ καθʼ αὑτὸν διδοὺς, τῇ μὲν χρηστότητι καὶ ταῖς ἐπιεικείαις ἐν πατρὸς ὢν τάξει τῷ δήμῳ, τῷ δὲ καθείργειν ἅπαντας καὶ πάνθʼ ὑφʼ αὑτὸν ἔχειν πλέον ἢ τύραννος. ἐξ ὧν, ὡς ἔοικεν, ἔξεστι σαφῶς ἰδεῖν ὅτι εἴ τις ἄλλος καὶ Περικλῆς ἑκὼν δίκαιος. οὐδαμοῦ γὰρ τὴν πλεονεξίαν ἀντὶ τῶν νόμων ἠγάπησεν, οὐδʼ ὅπως μείζων τῆς τάξεως ἔσται προὐνοήθη, παρὸν αὐτῷ μᾶλλον παντὸςΠεισιστράτου· ἀλλʼ ἦν παραπλήσιος κατέχοντι τὴν ἀκρόπολιν ἐπὶ τῷ σώζειν τοὺς νόμους καὶ τῷ πάντας εὖ ποιεῖν ἐκ μέσου. καίτοι εἰ τὸν Ἀρχέλαον κακίζεις ὡς ἄθλιον καὶ κακοδαίμονα, ὅτι οὐδαμόθεν προσῆκον αὐτῷ τὴν τυραννίδα ἐκτήσατο, ὑπερβὰς τὸ δίκαιον καὶ διαφθείρας οὓς ἥκιστα εἰκὸς ἦν, ᾧ γε ἐξὸν ἐκείνῳ ὁμοίως τυραννεῖν, εἴπερ ἐβούλετο, οὐ ταῦτα ἔδοξεν, ἀλλὰ τοὺς νόμους καὶ τὸ δίκαιον πλείονος ἄξια τοῦ κέρδους ἐποιήσατο, πῶς οὐ τούτῳ συγχαίρειν εἰκὸς ἦν;
εἰ μὲν τοίνυν περὶ ἄλλου του πράγματος ἢ δόγματος συνέβαινεν εἶναι τὸν λόγον, οὐδʼ ἂν αὐτὸς ᾤμην δεῖν καταφεύγειν εἰς μάρτυρας, ἀλλʼ ἐπʼ ἐμαυτοῦ δεικνύναι τἀληθὲς ὅπως ἔχει· ἐπεὶ δὲ ὑπὲρ ἀνδρῶν πάλαι γεγενημένων ἐξέτασις πρόκειται, ποῖοί τινες ἦσαν καὶ τίνα τάξιν τῆς πολιτείας προείλοντο, δεῖ δή τινος, ὦ Πλάτων, καὶ μάρτυρος, ὦ τῶν μαρτύρων ὑπερορῶν, αὐτὸς δʼ οὐδέποτʼ ἂν φωραθεὶς οἶμαι προσχρώμενος οὐδενί. τοὺς μὲν οὖν ἄλλους ἅπαντας παραλείψω, πολλοὺς ἂν ἔχων εἰπεῖν, ἕνα δὲ ἀρκοῦντα παρέξομαι, Θουκυδίδην τὸν Ὀλόρου· ὃς οὐ μόνον τῇ τῶν λόγων δυνάμει καὶ σεμνότητι, ἀλλὰ καὶ τῇ τῶν πραγμάτων ἀκριβείᾳ πλεῖστον προέχειν τῶν συγγραφέων δοκεῖ. φέρε δὴ τί τῷ Περικλεῖ μαρτυρεῖ καὶ ποῖόν τινά φησι γενέσθαι τοὺς τρόπους αὐτὸν, καὶ πῶς ἄγειν τὸν δῆμον; ἡ γὰρ ἐκείνου φωνὴ γένοιτʼ ἂν ἡμῖν ὥσπερ ἂν εἰ αὐτὸν ἐν ὀφθαλμοῖς εἴχομεν τὸν Περικλέα καὶ συνόντες ἑωρῶμεν ὁποῖός τις ἦν. ὅσον τε γὰρ χρόνον προὔστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ μετρίως ἐξηγεῖτο καὶ ὡς ἀσφαλῶς διεφύλαξεν αὐτὴν, καὶ ἐγένετο ἐπʼ αὐτοῦ μεγίστη· ἐπειδὴ δὲ ὁ πόλεμος κατέστη, ὁ δὲ φαίνεται καὶ ἐν τούτῳ προγνοὺς τὴν δύναμιν. ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας· καὶ ἐπειδὴ ἀπέθανεν, ἐπὶ πλέον ἔτι ἐγνώσθη ἡ πρόνοια αὐτοῦ εἰς τὸν πόλεμον. ὁ μὲν γὰρ
ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι· οἱ δὲ ταῦτά τε πάντα εἰς τοὐναντίον ἔπραξαν καὶ ἄλλα ἔξω τοῦ πολέμου δοκοῦντα εἶναι κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια κέρδη κακῶς ἔς τε σφᾶς αὐτοὺς καὶ τοὺς συμμάχους ἐπολίτευσαν, ἃ κατορθούμενα μὲν τοῖς ἰδιώταις τιμὴ καὶ ὠφέλεια μᾶλλον ἦν, σφαλέντα δὲ τῇ πόλει εἰς τὸν πόλεμον βλάβη καθίστατο. αἴτιον δὲ
ἦν ὅτι ἐκεῖνος μὲν δυνατὸς ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος κατεῖχε τὸ πλῆθος ἐλευθέρως καὶ οὐκ ἤγετο μᾶλλον ὑπʼ αὐτοῦ ἢ αὐτὸς ἦγε, διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν δύναμιν πρὸς ἡδονὴν λέγειν, ἀλλʼ ἔχων ἐπʼ ἀξιώσει καὶ πρὸς ὀργὴν ἀντειπεῖν. ὁπότε γοῦν αἴσθοιτό τι αὐτοὺς παρὰ καιρὸν ὕβρει θαρσοῦντας, λέγων κατέπλησσεν ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότας αὖ ἀλόγως ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαρσεῖν· ἐγίγνετο δὲ λόγῳ μὲν δημοκρατία, ἔργῳ δʼ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή. οἱ δʼ ὕστεροι ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ ὀρεγόμενοι τοῦ πρῶτος ἕκαστος γίγνεσθαι ἐτράποντο καθʼ ἡδονὰς τῷ δήμῳ τὰ πράγματα ἐνδιδόναι, ἐξ ὧν ἄλλα τε πολλὰ ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ ἡμαρτήθη καὶ ὁ ἐς Σικελίαν πλοῦς. εἶτα ἐπὶ τούτοις τὸ ἀκροτελεύτιόν ἐστι τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευσε τότε, ἀφʼ ὧν αὐτὸς προέγνω, καὶ πάνυ ἂν ῥᾳδίως περιγενέσθαι τὴν πόλιν Πελοποννησίων αὐτῶν τῷ πολέμῳ.ταῦθʼ ὑπὲρ τῆς Περικλέους προαιρέσεως καὶ πολιτείας ἁνὴρ διεξέρχεται, πρῶτον μὲν κατʼ αὐτὸν ἐκεῖνον γεγονὼς καὶ συγγεγονὼς, οὐχ ὥσπερ Πλάτων οὐδὲ ἰδὼν αὐτὸν φαίνεται· ἔπειτʼ οὐ φιλονεικίας ἕνεκεν οὐδεμιᾶς,
οὐδʼ εἰς ἀγῶνος χρείαν, οὐδʼ εἰς ἓν ὃ προὔθετο πάντα ἀναφέρων, ἀλλʼ ἐν ἱστορίᾳ καὶ διηγήσει τἀληθὲς ἁπλῶς οὑτωσὶ παραδιδοὺς, ὥσπερ ὅταν περὶ τῆς Πελοποννησίων
εἰσβολῆς, ἤ τινος ἄλλου τῶν ἐφʼ αὑτοῦ διηγῆται. εἰ μὲν τοίνυν ἠμφισβητεῖτο τῷ Θουκυδίδῃ περὶ τούτων, ἄλλος ἂν ἦν λόγος· διδόντας δὲ καὶ πειθομένους ἀναγκαίως τοιοῦτον γενέσθαι τὸν Περικλέα, ποῦ τῶν βλασφημιῶν τούτων εἰκὸς ἀξιοῦν, ὡς διάκονος ἀντὶ προστάτου καὶ τῶν ὀψοποιῶν οὐδὲν ἦν βελτίων οὐδʼ ἐπιτηδειότερος χρῆσθαι πόλει; πολλοῦ μέντἂν ἄξιον ἦν κολακεία, εἰ Περικλεῖ τοῦτʼ ἦν ἐπενεγκεῖν τὸ πρόσρημα· ἐπεὶ σὺ μὴ μόριον μόνον κολακείας αὐτῷ προσθῇς, ἀλλὰ καὶ πᾶσαν τὴν κολακείαν φέρων ἀνάθες, καὶ νὴ Δίʼ, εἰ βούλει, τὴν ἰδέαν αὐτὴν, ἐφʼ ἣν πάντα ἀνάγεις, ἐὰν δείξῃς ὡς ὅτῳ ταῦτα ὑπῆρχε, τῇ Θεαρίωνος καὶ Μιθαίκου τύχῃ συνεκεκλήρωτο, καὶ τούτων ἀντίστροφος ἦν τὰ πολιτικά. ἀλλʼ ἴσως οἱ κόλακες πρότερον τἀληθῆ φανοῦνται λέγοντες ἢ ἡμεῖς, εἴ τι τοιοῦτον ἐκείνῳ προφέρειν ἀξιοῖμεν. φέρε δὴ πόθεν αὐτῷ πᾶς οὗτος ὁ λόγος ὡρμήθη καὶ πόθεν εἰς τὰς βλασφημίας τὰς κατὰ τῶν ἀνδρῶν ἀφίκετο; ἴσως οὐ χεῖρον ὡς πρὸς παρόντα καὶ συνόντα ποιήσασθαι τοὺς λόγους, ἀναμιμνήσκοντας οὑτωσί· ἔφησθα μὴ χρῆναι τὸν ἀγαθὸν πολίτην τὰς ἐπιθυμίας ἐκ παντὸς τρόπου ζητεῖν ἀποπιμπλάναι, μήτʼ αὐτὸν ἑαυτοῦ μήτε τῶν πολιτῶν, μηδὲ τοῦτον ὅρον τῆς εὐδαιμονίας τίθεσθαι, ἀλλὰ τὰ βέλτιστα ἀντὶ τῶν ἡδίστων προαιρεῖσθαι· μηδὲ γὰρ εἶναι τὸ ἡδὺ πάντως ἀγαθὸν, μηδʼ αὖ τὸ ἀγαθὸν τοῦ ἡδέος χάριν, ἀλλὰ τὸ ἡδὺ τοῦ ἀγαθοῦ χρῆναι διώκειν. οὐ ταῦτα κυκλεῖς ἄνω καὶ κάτω; καλῶς γε ποιῶν, ὦ ἑταῖρε, τὸ σὸν δὴ τοῦτο, καὶ τἀληθῆ λέγων. οὐδεὶς ἀντερεῖ μέχρι τούτου, οὔκουν ὅστις γε μὴ κἀμοί. ὅρα δὴ, τάχα γὰρ ἄν τι καὶ ἀλλοῖον ἐκβαίη. Περικλέους μοι λέγεις, ὦ ἄριστε, βίον καὶπολιτείαν, ὅταν ταῦτα λέγῃς, καὶ οὐκ ἐλέγχεις τὸν ἄνδρα, ἀλλʼ ἐπιψηφίζεις, ὡς αὐτὸς καλεῖς, καὶ παρὸν αὐτῷ χρῆσθαι μάρτυρι τῶν λόγων μεθίστης οὐκ οἶδʼ ὅπως εἰς τοὺς ἀντιδίκους τὸν ἄνδρα. ἃ γὰρ σὺ διδάσκεις τῷ λόγῳ, ταῦτʼ ἐπὶ τῶν ἔργων ἐκεῖνος δείξας πρότερος φαίνεται· ὥστʼ εἰ μηδὲν προσέθηκας, ἀλλʼ ἐν τούτοις ἔστης, πᾶς τις ἂν εὗρεν ἐκ τῶν εἰρημένων τὸν Περικλέα, ὥσπερ τοὺς ἀπὸ τῶν γνωρισμάτων ἐν τοῖς δράμασι. σκόπει γὰρ πάλιν ἐξ ἀρχῆς ὥσπερ νόμον. οὐ χρὴ τὰς ἐπιθυμίας θεραπεύειν οὐδʼ εἰς ἀπέραντον ἐᾶν προϊέναι, ἀλλὰ κρατεῖν τῶν ἡδονῶν τόν γε δὴ χρηστὸν καὶ σώφρονα, καὶ τοὺς πολίτας μὴ συνεθίζειν τὸ πλέον ζητεῖν ἔχειν. ὁ τοίνυν Περικλῆς οὕτως ἦν ἄπο πολλοῦ τοῦ δουλεύειν ταῖς ἐπιθυμίαις ἢ τὸ πρὸς ἡδονὴν ζητεῖν ἢ πρὸς πλεονεξίαν, ἀλλὰ μὴ πρὸς τὸ βέλτιστον ἄγειν, ὥστʼ ἀπʼ αὐτῶν τῶν ἐναντιωτάτων φαίνεται τὴν δόξαν λαβών. αὐτός τε γὰρ τοῦ πλείονος τοσοῦτον ὑπερεῖδεν, ὅσον πλεῖστον ἐξῆν, τῇ τε πόλει συνεβούλευε μήτʼ ἀρχὴν ἐπικτᾶσθαι μήτʼ ἔξω τῶν ἀναγκαίων μηδὲν πραγματεύεσθαι, ἀλλʼ ἡσυχαζούσῃ τὸν πόλεμον διαφέρειν. καίτοι ὅτε τὸν πόλεμον μεθʼ ἡσυχίας παρῄνει διαφέρειν, σχολῇ γʼ ἂν ἄλλως ἐπέτρεψε πολυπραγμονεῖν εἰκῆ. καὶ μὴν αὐτός τε ἐν τάξει ζῆν, οὐχ ὡς ἥδιστα, προείλετο, καὶ τὸν δῆμον εἴ ποτʼ αἴσθοιτο ὑβρίζοντα κατεῖχε. πῶς ἄν τις μᾶλλον τοῖς Πλάτωνος λόγοις πειθόμενος φανερὸς γένοιτο, εἰ χρὴ τοῖς Πλάτωνος φῆσαι πείθεσθαι τὸν
τοσοῦτον πρότερον Πλάτωνος, ἢ πῶς ἂν Πλάτων μᾶλλον ἐλεγχθείη τἀναντία αὐτὸς ἑαυτῷ λέγων ἢ εἰ φαίνοιτο ἅμα τʼ ἀξιῶν μὴ πρὸς ἡδονὴν μηδʼ ἐν κόλακος μοίρᾳ τοῖς δήμοις ὁμιλεῖν, ἀλλὰ πρὸς τὸ βέλτιστον, καὶ Περικλέα κακίζων, ὃς οὐ πρὸς ἡδονὴν, ἀλλʼ ἀπὸ τῆς ὀρθοτάτης ἀεὶ γνώμης ὡμίλει; ὅμοιον γὰρ ἐμοὶ δοκεῖ ποιεῖν ὥσπερ ἂν εἰ προειπὼν τοῖς ἀνθρώποις ὅτι οὕτω χρὴ προΐστασθαιτῶν πόλεων, ὡς Περικλέα ποτὲ τῶν Ἀθηναίων ἑωρᾶτε, εἶτʼ ἀπηγόρευε πάλιν μὴ οὕτως ὥσπερ ἐκεῖνος προΐστασθαι. φαίνεται γὰρ βουλομένῳ σκοπεῖν ὀρθῶς κἀν τοῖς λόγοις κἀν τοῖς ἔργοις τὰ κεφάλαια τοῦ διαλόγου πεπληρωκὼς ἁνὴρ, λέγω τοῖς μὲν λόγοις οἷς διεξῄει πρὸς τὸ πλῆθος ἑκάστοτε, τοῖς δὲ ἔργοις ἅ τε αὐτὸς αὐτοῖς ἐπὶ τοῦ βίου τοῦ καθʼ ἡμέραν ἐπεδείκνυτο, ἄξια τῆς παρρησίας ταύτης καὶ κακῶν ὧν ἐπὶ τῶν ἐκείνου καιρῶν ἀπέσχετο ἡ πόλις. μέχρι μὲν γὰρ ἐδημηγόρει Περικλῆς καὶ καθεῖργε τὸ πλῆθος, οὔτʼ εἰς Σικελίαν ἀποστόλους ἔπεμπον
Ἀθηναῖοι οὔτε μακροὺς καὶ ἀνηνύτους τοῦ πολέμου κύκλους περιεβάλλοντο, ἀλλὰ καὶ τοῦ τείχους ἔξω προϊέναι περίεργον ἐπείθοντο εἶναι καὶ οὐκ ἀσφαλὲς οὐδὲ εἰδότων τὰ ὑπάρχοντα σώζειν. ἐπειδὴ δὲ ἐτελεύτησεν ἐκεῖνος, ὠνειροπόλουν μὲν Σικελίαν, ἐφίεντο δὲ Ἰταλίας, ὠρέγοντο δὲ Καρχηδόνος καὶ Λιβύης, πάντας δὲ ἀνθρώπους περιεσκόπουν, ἤρκει δὲ οὐδὲν αὐτοῖς, μακροτέραν δὲ τοῦ πολέμου τὴν παρενθήκην ἐποιήσαντο. ὁ δὲ ταῦτα πείθων ἦν, ὦ Πλάτων τε καὶ Σώκρατες, ὁ ὑμέτερος κοινωνὸς μὲν οὐκ ἔστιν εἰπεῖν, ἑταῖρος δὲ καὶ αὐτὸς ἂν φαίης, μᾶλλον δὲ εἴρηκας. πῶς οὖν ἄν τις ταῦτα δικαίως κατηγοροίη Περικλέους, ἢ πῶς οὐκ ἀναγκαίως Ἀλκιβιάδου, ὅστις παραλαβὼν τὴν πόλιν εἰδυῖαν ἀκούειν συμβούλων εἶθʼ οὕτως ἐξέμηνε; Περικλῆς μὲν γὰρ οἶμαι Ἀναξαγόρᾳ συγγενόμενος βελτίων ἢ κατʼ ἐκεῖνον ἐγένετο, Ἀλκιβιάδης δʼ ἑταίρῳ χρώμενος Σωκράτει μικρὰ, μᾶλλον δʼ οὐδὲν ἀπώνατο τῆς συνουσίας. ὥστʼ οὐκ ἀνεκτὸν εἴ τις ἐκεῖνον ἐπαινῶν τούτῳ μέμφεται. Πλάτων τοίνυν ὥσπερ ἐξεπίτηδες ἐναντία τῶν ὄντων λέγων ἢ τοὺς θαυματοποιοὺς μιμούμενος οὐ μόνον Περικλέους κατηγόρηκεν ἃ μὴ προσῆκεν, ἀλλὰ καὶ δεινόν τί φησιν εἶναι, εἴ τις Ἀλκιβιάδην αἰτιάσεται τῶν αὐτῶν τούτων πραγμάτων. ἐκ δὲ τοῦ λόγουφαίνεται τῷ μὲν οὐδʼ ὁτιοῦν προσῆκον τῶν αἰτιῶν, τῷ δʼ οὐκ ἐλάχιστον μέρος. ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας, τοῦτο δʼ ἦν τὰ ὑπάρχοντα σώζοντας, καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἔφη περιέσεσθαι, ὁ δὲ
τῶν τὰ πολλὰ πράττειν πεισάντων εἷς ἦν. ἐν οἷς ἄλλα τε πολλὰ καὶ ὁ εἰς Σικελίαν ἡμαρτήθη πλοῦς, ἐξ ὧν πλείους τῶν συμμάχων τοὺς πολεμίους ἐκτήσαντο καὶ τελευτῶντες ἀπήλλαξαν ὡς ἴσμεν. οὔκουν ὁ Περικλῆς ἦν ὁ ποιήσας οἰδεῖν καὶ ὕπουλον εἶναι τὴν πόλιν, οὐδὲ διʼ ὃν τῶν ἀρχαίων σαρκῶν, ὡς σὺ φῂς, ἐστερήθησαν, ἀλλʼ ὁ τὰς ἐπιθυμίας ἐπαύξων αὐτοῖς καὶ τοῖς τῶν Αἰγεσταίων χρήμασι δελεάζων καὶ τὴν Σικελικὴν τράπεζαν προξενῶν, ἅτε καὶ αὐτὸς ὢν τοιοῦτος καὶ μηδαμοῦ στῆναι τῶν ἐλπίδων ἐῶν τὸν δῆμον, ἀλλʼ ἀεὶ μακρότερʼ αὐτοῖς ὧν ἐβούλοντό τε καὶ ἐδέοντο ὑποτιθεὶς καὶ τἀναντία τῷ Περικλεῖ πολιτευόμενος, μετὰ τὴν ἐκείνου τελευτήν. οὐκοῦν πρίν τινα τῶν ἀντιπάλων ἑλεῖν, ἕνα τῶν φίλων θηρεύσας ἄγεις, καὶ πέπονθας ταυτὸν τῷ Πινδάρου Πηλεῖ, ὃς τῆς τε θήρας διήμαρτε καὶ τὸν Εὐρυτίωνα φίλτατον ὄντα ἑαυτῷ προσδιέφθειρε. τὸ δʼ αὐτὸ κἀν τοῖς ὕστερον οἶμαι Ἀδράστῳ τῷ Γορδίου φασὶ συμβῆναι.ἐγὼ τοίνυν περὶ μὲν Ἀλκιβιάδου τὰ νῦν οὐδὲν δέομαι λέγειν, ἀλλὰ καὶ τοῦθʼ ὑπʼ αὐτοῦ τοῦ λόγου προήχθην ἄκων εἰπεῖν· εἰ δὲ ἡ γεωμετρία καλὸν καὶ ἡ κατʼ αὐτὴν ἰσότης, καὶ δεῖ μὴ τούτων ἀμελεῖν, εὑρίσκω τὸν Περικλέα τὴν ἰσότητα κάλλιστα τιμήσαντα οὐ μόνον ἐν τοῖς
ἰδίοις, ἀλλὰ κἀν τοῖς κοινοῖς. ὅσον τε γὰρ χρόνον ἐν τῇ εἰρήνῃ προὔστη, μετρίως ἐξηγεῖτο, φησὶν ὁ τἀκείνου καλῶς εἰδὼς—τοῦτο δʼ ἐστὶν ἐναντίον τοῦ βιαίως καὶ πλεονεκτικῶς, ὧν σὺ κατηγορεῖς—ἐπειδή τε ὁ πόλεμος συνέστη, μόνος ᾔδει τί πράττουσιν ὑπάρχει σωθῆναι.
οὐκοῦν τῷ μὲν ἅπαντος κέρδους κρείττω παρέχειν ἑαυτὸν δικαιοσύνην ἀσκῶν δῆλος ἦν, τῷ δὲ τὸν ἐν τάξει βίον ἀντὶ τοῦ πρὸς ἡδονὴν προῃρῆσθαι σωφροσύνης πίστιν παρείχετο ἐμφανῆ, καὶ μὴν ἀνδρείας γε ἐν οἷς οὐ πρὸς χάριν οὐδʼ ὑποπεπτωκὼς, ἀλλʼ ὡς οἷόν τε μάλιστα ἐλευθέρως ὡμίλει τῷ δήμῳ. μόνος τοίνυν καὶ τὰ μέλλοντα ἔσεσθαι προειδὼς καὶ τοῖς παροῦσι χρήσασθαι δυνηθεὶς πῶς οὐκ ἂν σοφίας δικαίως δόξαν φέροιτο τῆς γέ που χρησιμωτάτης, εἴ τις ἀνθρωπίνως ἐθέλοι λογίζεσθαι; εἶθʼ ὃν ἐξ ἁπάντων τῶν τῆς ἀρετῆς μορίων ὑπάρχει προσειπεῖν, ἀνδρεῖον, δίκαιον, φρόνιμον, σώφρονα, τοῦτον Πλάτων μετὰ τῶν κολάκων ἠρίθμησε; λάλους γὰρ, φησὶν, Ἀθηναίους ἐποίησε καὶ ἀργοὺς καὶ δειλοὺς καὶ φιλαργύρους, εἰς μισθοφορὰν καταστήσας. περὶ μὲν δὴ λάλων, ὦ Πλάτων, καὶ ἀργῶν καὶ δειλῶν αὐτόθεν κατάβαλε,μή που τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος,καὶ δῶμεν λαβὴν καθʼ ἡμῶν αὐτῶν, προσήκουσαν μὲν ἥκιστα, ὅμως δὲ τὸ τοῦ Ὁμήρου κἀνταῦθα νικᾷ τὸ
ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.ἐγὼ μὲν γὰρ οὐδὲν ἂν εἴποιμι φλαῦρον οὐδὲ προαχθείην, μήποθʼ οὕτω μανείην· ἀλλʼ ἐμαυτοῦ πρότερον τὰ ἔσχατʼ ἂν καταγνοίην ἢ Πλάτωνα τῶν μεγίστων εὐφημιῶν ἑκὼν ἂν ἀποστερήσαιμι. ἕτεροι δʼ εἰσὶν ἴσως τινὲς οἷς ἔλαττον
μέλει τῆς σῆς ἀξίας, ἄλλως τε κἂν προφάσεως εὐπροσώπου λάβωνται, ὡς ὑπὲρ ἀνδρῶν οὐδʼ αὐτῶν φαύλων οὐδʼ ἀξίων κακῶς ἀκούειν ἀμύνονται. ἐπεὶ ὅτι γε ᾔδειν καὶ περὶ τούτων λέγειν, ὡς οὐδὲ τούτοις ἔνοχος Περικλῆς, σιωπῆσαι χαλεπώτερον ἢ πειρωμένῳ δεικνύειν εὑρεῖν ὅ τι χρὴ λέγειν.
πρῶτον μὲν οὖν ὡς οὐ λάλους ἐποίησε μέγιστον, οἶμαι, κἀνταῦθα σημεῖον τὸ μὴ ἐπὶ τῶν ἐκείνου χρόνων γενέσθαι τῇ πόλει τὴν διαβολὴν ταύτην, ἀλλʼ ὕστερον ἡνίκα τὸν μὲν ἤδη λαμπρῶς ἐπόθουν, τοὺς δὲ παρόντας πλείω λαλοῦντας ἢ φρονοῦντας εὕρισκον καὶ οὐδαμῶς τὸ τοῦ Περικλέους ἀγαθὸν σώζοντας. ὥστʼ ἐξ αὐτῶν ὧν τοὺς ὕστερον ᾐτιάσαντο καὶ ὧν ὑπὸ τῶν μετʼ ἐκεῖνον διεβλήθησαν τά γʼ ἐκείνου σεμνύνεται. ὥσπερ γὰρ ἰατροῦ χρηστοῦ τελευτήσαντος καὶ κατὰ πολλὴν τὴν ἄδειαν ἤδη διαιτωμένων ὕστερον ἡ νόσος ἐπελθεῖν ἴσχυσεν. ὥστʼ ἔκ γε τῶν εἰκότων οὐκ ἀφεῖσθαι μόνον τῆς αἰτίας, ἀλλὰ καὶ κατʼ αὐτὸ τοῦτο μειζόνως εὐδοκιμεῖν αὐτῷ προσῆκεν ἀντὶ τοῦ μέχρι τούτου τοῦ χρόνου, ὥσπερ ἡ Διοτίμα δέκα ἔτη τῆς νόσου δυνηθεῖσα ἀναβαλέσθαι τῇ πόλει εἰς
εὐεργεσίας μέρος, οἶμαι, κατέθετο καὶ οὐδεὶς ἐκείνην αἰτιᾶται τῶν ὕστερον συμβάντων, ἀλλὰ τοῦ μὲν μὴ πρότερον συμβῆναι πάντες ἂν εἰκότως, τοῦ δὲ ὅλως οὐδείς. οὐ γὰρ ἐκείνη ταῦτα ἐποίησεν, ἀλλʼ εἰς ὅσον ἐξῆν ἐκώλυσεν· ὥστʼ οὐδʼ ἂν συμβεβηκὸς εἴη τὴν ἀρχὴν τό γε ἐκείνης μέρος. σὺ δὲ Μαντινικὴν μὲν ξένην καὶ Μιλησίαν ἐπίστασαι κοσμεῖν καὶ οὕστινας ἄν σοι δοκῇ πάνυ ῥᾳδίως μεγάλων ἠξίωσας, τῶν δὲ Ἑλλήνων τοὺς ἄκρους καὶ παρὰ πᾶσι βεβοημένους ἐν φαύλῳ καθαιρεῖς, οὐδὲν διαφερόντως ἢ εἴ τίς τινα τῶν μαγείρων ὡς ἀληθῶς, ἢ καὶ ἄλλο τι τῶν τυχόντων ἀνδραπόδων. αἴτιον δὲ οὐ τὸ ἀγνοεῖν τὴν ἀξίαν,ἀλλὰ πῶς ἂν εἴποιμι εὐπρεπῶς; σφόδρα τῶν λόγων γίγνει. ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι πρῶτον μὲν οὐ τῶν Περικλέους καιρῶν, ἀλλὰ τῶν ὕστερόν ἐστι τὸ τῆς λαλιᾶς ἔγκλημα τοῦτο, ὑπʼ ἀνδρῶν οὐδὲν ὁμοίων ἐκείνῳ γενομένων. ἔπειτα καὶ τὸ εἰκὸς οὕτω σώζεται, ὡς πάντες μᾶλλον ἢ Περικλῆς ἐπηρκὼς ἂν εἴη λαλεῖν αὐτοὺς, καὶ τοσοῦτον ἥττων ἐκείνου ἡ αἰτία—καὶ μηδεὶς θαυμάσῃ τὸ παράδοξον—
ὅσῳπερ ἀμείνων ἦν λέγειν, εἰ δὴ τοῦτό γʼ ἀληθές ἐστιν. εἰ μὲν γὰρ αὐτὸς ὅπως ἔτυχε τοὺς λόγους μετεχειρίζετο, ἢ κατήγαγεν εἰς φαῦλον τὸ πρᾶγμα, ὡς παντὶ τῷ βουλομένω λαβεῖν εἶναι, εἰκότως ἂν πολλοὺς ἐδόκει διαφθεῖραι καὶ πεῖσαι λαλεῖν τοῦ φρονεῖν ἀμελήσαντας, ὥσπερ οἵ τι τῶν ῥᾳδίων ἄλλο προδείξαντες ταχέως πολλοὺς ἐπισπῶνται. ὅτε δὲ αὐτὸς ἐν κόσμῳ καὶ νόμῳ καὶ μετὰ παντὸς τοῦ γιγνομένου καλοῦ τοὺς λόγους ἐδείκνυεν αὐτοὺς καὶ τὸ τοῦ Λάχητος, εἰ δὲ βούλει Πλάτωνος, ὁμοῦ συνδιέσωζεν, οὐδὲν χείρω τῶν λόγων τὸν βίον παρεχόμενος, πῶς ἂν εἴη διεφθαρκὼς Ἀθηναίους, ἢ πῶς λάλους εἶναι πεποιηκὼς, ὅς γε κἀν τοῖς λόγοις αὐτοῖς τὸ μηδὲν φαύλως μηδʼ εἰκῆ τιμήσας φαίνεται; τοὐναντίον γὰρ ἔμοιγε πᾶν αὐτοὺς ἐθίσαι δοκεῖ, μήτε λέγειν ὅπως ἔτυχε μηδὲν μήτε ποιεῖν ἀπὸ τοῦ πρώτου παραστάντος. τριῶν γοῦν ἕν γέ τι δεῖ λελύσθαι· ἢ γὰρ οὐδὲν φαῦλον οὐδὲ αἰσχρὸν λάλους εἶναι, ἢ Περικλῆς οὐκ ἂν εἴη λάλους πεποιηκὼς, εἴπερ ἦν ἀγαθὸς λέγειν, ἢ δή τοι τό γε τρίτον, Περικλῆς οὐ δεινὸς λέγειν, οὐδʼ ὑπὲρ τοὺς ἄλλους. οὐκοῦν ὡς δεινὸς καὶ ὡς ὑπὲρ τοὺς ἄλλους λοιπὸν ἂν εἴη διδάσκειν.τίνες οὖν ἂν μᾶλλον ἀξιόχρεῳ γένοιντο ἐπαινέται καὶ μάρτυρες τῆς ἐκείνου δεινότητος καὶ δυνάμεως ἢ οἷς συνηθέστερον ψέγειν ἅπαντας ἢ κοσμεῖν; εἰ γὰρ οὗτοι φανεῖεν
διδόντες τὴν ψῆφον, σχολῇ γʼ ἂν ἄλλος τις ἀποστεροίη. ἐπὶ δʼ ἄλλου μέν τινος πράγματος σκήπτεσθαι μάρτυρι κωμῳδοδιδασκάλῳ τάχʼ ἂν οὐκ ἰσχυρὸν ἦν, εἰς δὲ λόγων κρίσιν μήποθʼ οὕτως σεμνὸς γενοίμην ὥσθʼ ὑπεριδεῖν τῶν ἀνδρῶν τούτων ὡς οὐδενὸς ἀξίων. λέγω δὲ ἤδη ταῦτα πρὸς οὓς ἔξεστι. τῶν δὲ βεβήλων ὀλίγος ὁ λόγος. πάντως οὐδὲν δεῖ πύλας αὐτοὺς ἐπιθέσθαι τοῖς ὠσὶν, ἀλλʼ ἐπίκεινται πάλαι· τοὺς δὲ λέληθε καὶ αὐτὸ τοῦτο, οὕτω παντάπασιν ἀναισθήτως ἔχουσι καὶ τοσοῦτόν εἰσι πόρρω τῶν ἱερῶν. οὐκοῦν τῶν μαρτύρων ἡμῖν τῶν εἰς τοὺς λόγους κεκλημένων τῷ Περικλεῖ καὶ οἷς οὐκ ἐλάχιστον μετεῖναι φαίημεν ἂν τῆς περὶ ταῦτα ἐμπειρίας ὁ μὲν τῶν Ἑλληνίδων μεγίστην τὴν ἐκείνου γλῶτταν εἴρηκε, λέγων μὲν ἴσον τι καὶ φωνὴν, ἀναμίξας δέ τι τῆς παρὰ τῆς τέχνης πικρίας τοῖς ἀπὸ τῆς ἀληθείας. ὅμως δʼ οὐκ ἐξέφυγε τὸ μὴ οὐ τὰ πρῶτα δοῦναι τῷ ἀνδρὶ, μηδʼ ἐνδείξασθαι τὴν
μεγαλοπρέπειαν τὴν περὶ τοὺς λόγους αὐτοῦ· ὁ δʼ ἀστράπτειν καὶ βροντᾶν καὶ κυκᾶν αὐτόν φησι δημηγοροῦντα. μὴ γάρ μοι τοῦτο εἴ τι μέμφεται αὐτοῦ, ἀλλʼ ὅσον εἰς τὸν παρόντα προσήκει λόγον τῆς μαρτυρίας λάβωμεν, ἔπειτα κἀκεῖνα μικρὸν ὕστερον, ἄν τι δέῃ, πρὸς ἡμῶν ὄντα φανήσεται. ὁ δὲ δὴ τρίτος ἄντικρυς ὥσπερ οὐδὲ κωμῳδίας οὗτός γε ποιητὴς, ἀλλʼ ὡς ἂν εἷς τῶν καλῶν κἀγαθῶν ἀνεπίφθονον αὐτῷ καὶ καθαρὰν τὴν μαρτυρίαν ἀποδέδωκε λέγων ὡς ἐκ δέκα μὲν ποδῶν ᾕρει τοὺς ῥήτορας ἐν τοῖς λόγοις, μόνου δὲ πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσι· πάντα δʼ εἶναι φλυαρίαν πρὸς ἐκεῖνον. φησὶ γοῦν οὑτωσὶ δυσχεραίνωνοὕτως ἴσασιν οὕς τε προσήκει διασύρειν ἐπὶ τοῖς λόγοις καὶ οὓς ἄξιον θαυμάσαι.ῥήτωρ γάρ ἐστι νῦν τις ὧν γʼ ἐστὶν λέγειν;
- ὁ Βουζύγης ἄριστος ἁλιτήριος.
ἆρʼ οὖν ὁ τοσοῦτον αἱρῶν τοὺς ῥήτορας, τὴν πειθὼ δὲ ἐπὶ τῶν χειλῶν ἔχων, τοσαύτης δὲ αἰδοῦς παρὰ πάντων τυγχάνων, τοιαῦτα δʼ ἀκηκοὼς ὑπὸ τῶν ἅπαντας ἐρευνώντων περὶ τἄλλα καὶ εἰς αὐτὸ τοῦτο κωμῳδούντων ὡς ἀδυνάτους εἰπεῖν, φλυαρίαν τινὰ καὶ λαλιὰν ἐπεδείκνυτο ἐν ταῖς ἐκκλησίαις, ἢ παντὸς ἀνδρὸς πρᾶγμα διεπράττετο, ἀλλʼ οὐ πολλῇ τινι τῇ περιουσίᾳ χρώμενος οὕτω διεγίγνετο, πόρρω μὲν αὐτὸς ὢν τοῦ ληρεῖν, πλεῖστον δὲ τοὺς ἄλλους ἐθίζων ἀπέχειν; σκεψώμεθα γὰρ τί τῆς λαλιᾶς ἐστὶ καὶ τί τῶν λόγων τῶν ἐμφρόνων. λαλιᾶς μὲν οἶμαι διὰ κενῆς ληρεῖν καὶ εἰς μηδὲν δέον καὶ διατρίβειν τηνάλλως, λόγων δὲ ἀληθινῶν τῶν καιρῶν καὶ τῶν πραγμάτων στοχάζεσθαι καὶ τὸ πρέπον σώζειν πανταχοῦ. τούτοις γοῦν ἕπεται καὶ τὸ κρατεῖν οἶμαι καὶ τὰς ψυχὰς προσάγεσθαι τῶν ἀκουόντων. ὁ τοίνυν Περικλῆς τοσοῦτον νικῶν καὶ τοσαῦτα ἀφʼ ὧν ἐνίκα πράττων λάλος μὲν ἥκιστα οἶμαι, λέγειν δὲ ἄριστος εἰκότως ἐνομίζετο. καὶ μὴν ἐν οἷς γε καὶ τοὺς ἄλλους
αἰτιῶνται, ἅμα τοῦτόν τʼ ἀφιᾶσι καὶ τίνας ἀντὶ τούτου προσήκει μέμφεσθαι διδάσκουσιν. εἰ δὲ δεῖ καὶ σεμνοτέρου μάρτυρος, σκόπει τί φησιν ὁ Θουκυδίδης ἐν τοῖς περὶ αὐτοῦ λόγοις. εὑρήσεις γὰρ ἁπανταχοῦ μεμνημένον ὡς ἀρίστου λέγειν καὶ οὐδʼ ἀμφισβήτησιν δόντα ὅτι μὴ καὶ πράττειν οὗτός γε πρὸς τῷ λέγειν προστίθησιν, ἐπειδὰνπρῶτον αὐτὸν εἶναι φῇ. καὶ οὗτος ὁ μάρτυς, ὦ χρηστὲ, τῶν Ἀντιφῶντος ἑταίρων ἐστὶ καὶ ἅμα ὡς τὸ εἰκὸς καὶ ἐφʼ ἑαυτῷ τι φρονῶν, ἀλλʼ ὅμως ἀποδίδωσιν ἐκείνῳ τὰ πρέποντα. ἦ που σοί γε τῷ τὴν Ἀσπασίαν ἐπαινοῦντι πρὸ
τοῦ Ἀντιφῶντος συγχωρητέον ταῦτα. καὶ τί δεῖ Θουκυδίδου λοιπόν; ἥκει γὰρ πρὸς τοὔσχατον τῆς μαρτυρίας ὁ λόγος. αὐτὸς γάρ ἐστι Πλάτων ἡμῖν ὁ τὴν Ἀσπασίαν ὑμνῶν ὡς διδάσκαλον θαυμαστὴν ῥητορικῆς, καταφεύγων ἐπὶ τὸν Περικλέα καὶ διʼ ἐκείνου πιστούμενος καὶ διαρρήδην γε οὑτωσὶ διαφέροντα τῶν Ἑλλήνων αὐτὸν προσειρηκώς· τοσοῦτον φαίνεται τῷ Περικλεῖ νέμων εἰς λόγους. καίτοι οὐ δή που τοῦ μὲν Ἀσπασίᾳ μετεῖναι λόγων σημεῖον ἦν Περικλῆς οὕτω λέγων, τῆς δʼ αὐτοῦ Περικλέους δυνάμεως ἑτέρωθεν χρὴ τὸ σύμβολον ζητεῖν· οὐδέ γε ὑπὲρ μὲν Ἀσπασίας διαφέροντα τῶν Ἑλλήνων αὐτὸν ἔδει προσειπεῖν, τῷ δὲ καθʼ αὑτὸν πράγματι μηδενὸς βελτίω τῶν πολλῶν. καὶ οὐκ ἐνταῦθα μόνον ταῦτʼ εἴρηκε περὶ τοῦ ἀνδρὸς, ἀλλὰ καὶ ἑτέρωθι εἰκότως φησὶ τέλεον τὸν Περικλέα τὴν ῥητορικὴν γενέσθαι συγγενόμενον Ἀναξαγόρᾳ. ἀλλὰ μή πω πᾶν τοῦτο. ἀλλʼ ὅτι γε ὡμολόγηκε τέλεον γενέσθαι κατὰ τοὺς λόγους δῆλον. πῶς ἂν οὖν ὁ τοσοῦτον ὑπερέχων καὶ μόνος πᾶσι τοῖς κριταῖς νικῶν τὴν τοῦ φλυαρεῖν εἰκῆ καὶ παρὰ καιρὸν Ἀθηναίους ἀνεῖναι φέροιτʼ ἂν δόξαν; ἐγὼ μὲν γὰρ τοὐναντίον ἡγοῦμαι, σιωπῆς αἴτιον αὐτὸν πλείονος ἢ προπετείας καταστῆναι. ἴσμεν γοῦν ὅτι κἀν ταῖς ἄλλαις δή που δυνάμεσιν οὗ μὲν πολλοὶ παραπλήσιοι καὶ ἐφάμιλλοι πρὸς ἀλλήλους, πολλὰ τὰ πράγματα καὶ πλείων ἡ ἔρις, ἐπειδὰν δέ τις εἷς ὑπέρσχῃ λαμπρῶς, ἅπαντες ἤδη συγκεχωρήκασιν. οὕτω δὴ καὶλέγειν ἐπειδάν τις εἷς ἄκρος ἐγγένηται, στέργειν ἀνάγκη τοὺς πλείους καὶ μὴ πολυπραγμονεῖν, ἀλλʼ ὡς οἷόν τε μάλιστα εὐλαβεῖς καὶ κοσμίους εἶναι περὶ τοὺς λόγους. οὐ γὰρ ἂν ᾧ γέ τίς ἐστι βέλτιστος, τούτῳ χείρους ἀπεργάζοιτο, ἄλλως τε καὶ πρὸς αὐτὰ ταῦτα ἃ βέλτιστός ἐστιν. ὥσπερ γὰρ ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν ὅστις ἑαυτὸν κόσμιον παρέχει καὶ σώφρονα καὶ τοῖς πᾶσιν εὔτακτον, οὐδʼ ἂν εἷς εἴποι δή που τοῦτον ὡς ταύτῃ διαφθείρει τοὺς ἐντυγχάνοντας, ὅτι μὴ καὶ τοῦ σωφρονεῖν παράδειγμα πάντες ἂν αὐτὸν εἶναι φαῖμεν, εἴπερ αὐτοὶ μέλλομεν δόξειν σωφρονεῖν, οὕτω κἀν τοῖς λόγοις ὅστις τὴν τοῦ καλοῦ καὶ πρέποντος φυλακὴν ἔχει καὶ μηδαμοῦ παρορᾷ τὸ βέλτιον, μηδʼ ἀμελεῖ τοῦ περὶ ταῦτα κόσμου, τὸ σὸν, ὦ Πλάτων, ποιεῖ, τό γε σύμπαν τοῦτο ὡς κόσμος ἐκλήθη λογιζόμενος, ἀλλʼ οὐχὶ ἀκοσμία οὐδʼ ἀταξία οὐδὲ τῶν περὶ ταῦτα ὀνομάτων οὐδέν. καὶ τοὺς κρείττους εἰς ὅσον οἷόν τʼ ἐστὶν ἐν τοῖς αὑτοῦ μιμούμενος. οὐκ ἂν οὖν εἴη φλυαρίας αἴτιος, οὐδʼ ἡγεμὼν, οὐδʼ ἀταξίας, οὐδὲ τῶν αἰσχρῶν οὐδενὸς, οὐ μᾶλλόν γε ἢ τὸν γυμναστὴν ἐθίζειν ἀμελεῖν τοῦ σώματός ἐστʼ εἰπεῖν ᾧ γε ὅπως τὸ σῶμα καλῶς ἕξει μέλειν ὁ σοφὸς Πλάτων φησίν. ἐὰν δὲ δή τις καὶ τὸν βίον ἐξ ἴσου τοῖς λόγοις καταστήσῃ καὶ μὴ μόνον λέγων εἰς κάλλος, ἀλλὰ καὶ ζῶν ᾖ φανερὸς, πῶς οὗτος ἐθίζει λαλεῖν ἢ
καὶ ἄλλʼ ὁτιοῦν ποιεῖν ἄνευ τῆς τοῦ βελτίονος μοίρας; ἐγὼ μὲν οὐκ ἔχω πεισθῆναι. ἀλλὰ δυοῖν ἔμελλον, οἶμαι, θάτερον οἱ τότʼ ἐκείνῳ συνόντες ἢ ζηλώσαντες αὐτοῦ τὴν δύναμιν, χρηστόν τι καὶ παραπλήσιον κατὰ τοὺς λόγους ἐπιτηδεύειν, καὶ ὅσῳ μᾶλλον ἐτίμων κἀκεῖνον καὶ τοὺς λόγους, τοσούτῳ κοσμιώτερον καὶ σωφρονέστερον αὑτῶν ἕξεσθαι καὶ πάσης παρανομίας ἀφέξεσθαι, ἢ καὶ παντάπασιν ἀπογνόντες καὶ νομίσαντες κρεῖττον ἢ καθʼ αὑτοὺς εἶναι τὸ πρᾶγμα τὴν ἡσυχίαν σχήσειν καθαρῶς, ὡς τὸ μὲν εἶναι ῥήτορα τοῦτο ὂν, ὅπερ ἦν ὁ Περικλῆς, αὐτοῖςδʼ οὐκ ἐξ ἴσου τὴν τύχην οὖσαν. ὥστε καὶ οὕτως κἀκείνως ἥκιστα ἔμελλον ἔσεσθαι λάλοι.
ὁρῶ δέ τοι καὶ περὶ τὴν τραγῳδίαν Αἰσχύλον μὲν αἰτίαν οὐ σχόντα ὡς εἰσαγάγοι λαλιὰν, οὐδὲ τὸν ἥδιστον εἰπεῖν Σοφοκλέα οὐδαμοῦ ταῦτʼ ἀκούσαντα ὡς ἐπῆρεν Ἀθηναίους λαλεῖν, ὅτι, οἶμαι, τῆς σεμνότητος ὡς οἷόν τε μάλιστα ἀντείχοντο καὶ κρείττονα ἢ κατὰ τοὺς πολλοὺς τὰ ἤθη παρείχοντο· Εὐριπίδην δὲ λαλεῖν αὐτοὺς ἐθίσαι καταιτιαθέντα, ἀφελεῖν τι δόξαντα τοῦ βάρους καὶ τῶν καιρῶν, καὶ μετʼ ἐκεῖνον αὖ πλεῖν ἢ σταδίῳ λαλίστερα Ἀριστοφάνης μειράκια γενέσθαι φησὶν, ἅτʼ, οἶμαι, τοσοῦτον Εὐριπίδου λειπόμενα κατὰ τὴν ποίησιν. τοῦ γὰρ κόσμου κατὰ μικρὸν ὑπορρέοντος εἰς τοῦτο ἔδει τὸ ἁμάρτημα κατενεχθῆναι καὶ δοκεῖν λαλεῖν μᾶλλον ἢ ποιεῖν.
οὕτω δὴ καὶ περὶ τοὺς λόγους τοὺς πολιτικοὺς οὐχ ὁ σεμνότατος οὐδʼ ᾧ τῶν ῥημάτων ὁ νοῦς ἡγεῖτο, οὐδʼ ὃς ἄνευ μὲν φρονήματος οὐκ ᾤετο δεῖν λέγειν, τὸ φρόνημα δʼ ἐξ ἁπάντων ὧν ἑαυτῷ συνῄδει δικαίως ἐκέκτητο, οὐχ οὗτος ἦν ὁ λάλους ἀντὶ κοσμίων ποιήσας, ἀλλὰ οὗτος ὁ κωλύων εἶναι λάλους τὸ καθʼ αὑτόν. οὔκουν ὅ γε Ὀδυσσεὺς οὐδὲ ὁ Νέστωρ αἰτίαν ἔσχον ὡς διαφθείροντες τῶν Ἀχαιῶν τὸ στρατόπεδον, ἀλλʼ ὁ Θερσίτης μᾶλλον,διὸ καὶ κατεῖχεν αὐτὸν ὁ τῷ Περικλεῖ προσόμοιος ῥήτωρ καὶ οὐκ εἴα λαλεῖν. σὺ δὲ ποιεῖς παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν Ὀδυσσέα τότε ᾐτιᾶτο θόρυβον ἐν τῷ στρατοπέδῳ ποιεῖν, ὃς τοὺς ἄλλους τοῦ θορυβεῖν ἔπαυεν· ὥσπερ ἂν εἰ καὶ τὸν Ἡρακλέα φαίης τοὺς ἀνθρώπους ἐθίζειν αὐθάδεις εἶναι καὶ θρασεῖς, ὅτι τοῖς τόξοις καὶ τῷ ῥοπάλῳ περιῄει χρώμενος, τοὐναντίον γε πᾶν ἐθίζων, ὦὅς ῥʼ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει
- μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσι.
χρηστὲ, πάντας κοσμίους εἶναι καὶ τοῖς νόμοις ἐμμένειν, καὶ χρῆσθαί γε τοῖς ὀργάνοις τούτοις ὥσπερ ἐκεῖνον ἑώρων μετὰ παντὸς τοῦ βελτίονος. οὕτω καὶ Περικλεῖ μοί τις ἂν ἐγκαλέσαι δοκεῖ λάλους ποιεῖν· ὃς τοσοῦτον ἅπαντας καθεῖργεν ὥστε σιωπᾶν καὶ ἄκοντας αὐτῷ· καὶ τοσοῦτον ἀπεῖχε τοῦ τὸ πλῆθος ἐπαίρειν ὥστε καὶ τοὺς ῥήτορας ἡσυχίαν ἔχοντας ὡς τὰ πολλὰ παρείχετο. ὥστε εἰ μὴ καθʼ Ἡρακλέα, κατὰ γοῦν τὸν Ἰόλεων ἦν ἐπικάων, ὡς τὸ τοῦ κωμικοῦ ῥῆμα, τὰς κεφαλὰς τῶν πλειόνων. εἶτα λέγεις ὡς λάλους Ἀθηναίους Περικλῆς ἐποίησεν; ὥσπερ ἂν εἴ τις τὸν διδάσκαλον αἰτιῷτο τοὺς παῖδας λάλους ποιεῖν, ὅτι αὐτοῖς ἅπαντα ἐξηγεῖται. καὶ μὴν ὅ γε αὐτὸς οὗτος οὐδὲ
φθέγγεσθαί ποτε αὐτοὺς εἴα, ἀλλὰ καὶ τῶν λόγων αὐτῶν μέρος ἦν αὐτῷ τὸ τὴν ἡσυχίαν ἄγειν εἰδέναι προστάττειν. οὐδὲ γὰρ Σωκράτη φαίην ἂν ἔγωγε ὡς ἐποίησεν Ἀθηναίους λάλους καὶ φιλονείκους, ὅτι πλεῖστα Ἀθηναίων ἐπὶ τῶν τραπεζῶν καὶ τῶν ἐργαστηρίων διελέγετο καὶ πρὸς τοὺς ἀστοὺς καὶ πρὸς τοὺς ξένους· οὐδʼ εἰς τοῦτον τὸ τοῦ Ἡσιόδου φέρειν, ἐπιτιμῶντος καὶ διακωλύοντος,πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην·ἀλλὰ καὶ τοῖς χαλκείοις ἂν αὐτὸν καὶ τοῖς ἄλλοις ἐργαστηρίοις θαρρούντως κελεύειν προσιέναι, οὗ τι μέλλουσι τοιοῦτον ἀκούσεσθαι ἢ τῶν νέων ἢ τῶν πρεσβυτέρων τινές. οὐ γὰρ ἂν εἴη φλυαρεῖν ἐθίζεσθαι τὸ τί τῶν χρησίμων ἀκούειν, ὥσπερ γε καὶ αὐτοῦ τοῦ Ἡσιόδου ταῦτα συμβουλεύοντος ἀκούοντες οὐκ ἀπολλύναι τὸν χρόνον ἡγούμεθα οὐδὲ χείρους γίγνεσθαι. εἰ δέ τινες Σωκράτους ἢ Περικλέους ἀκούοντες, εἶτα τῆς ἐκείνων δυνάμεως ἐπιθυμήσαντες κακῶς ἐμιμήσαντο, οὐ τοῦτό γε ἐκείνων αἴτιον. ἐκεῖνοι μὲν γὰρ τοῖς ἀκούουσι λέγοντες τὰ βέλτιστα οὕτως ἐπεδείκνυντο τὴν δύναμιν, οἱ δʼ ἁμαρτόντες τοῦ κεφαλαίου καὶ πρὸς οὐδὲν χρήσιμον τοὺς λόγους ἀναλίσκοντες εἰκότως ἂν τὴν μέμψιν φέροιντο καὶ οὐδὲ ταυτὸν ἂν
ἐκείνοις, οἶμαι, δοκοῖεν ποιεῖν, ἀλλʼ αὐτὰ τὰ ἐναντιώτατα, ὥσπερ οἱ παρὰ τοὺς νόμους γράφοντες, νόμους δὲ ὅμως
ὄνομα οἷς γράφουσι τιθέμενοι. Περικλῆς τοίνυν κάλλιστον νόμον περὶ δημηγοριῶν ἔθηκε, μηδαμοῦ τῆς σεμνότητος ὑφίεσθαι. πῶς οὖν τῆς περὶ ταῦτα ὀλιγωρίας αἴτιος; ἀλλὰ μὴν ὡς αὐτό γε οὐκ ἄτιμον τὸ δύνασθαι λέγειν οὐδʼ εἰς ὄνειδος φέρον, οὐδὲ κατηγορίας ἄξιον, οὐδέ γε συγγνώμης, ἀλλά τινος κρείττονος, αἰσχυνοίμην ἂν τοὺς λογίους θεοὺς, εἰ ζητοίην ἀποδεικνύναι, πλήν γε τοσοῦτον ἂν εἴποιμι, — ἐμοὶ γὰρ εἴη εἴ τις ἄλλος δυσχεραίνει καὶ τρέποιτο ἅπαν εἰς ἐμὲ, καὶ οὐ μέμψομαι τῷ δαίμονι—ὡς ἐγὼ δεξαίμην ἂν δύνασθαι λέγειν μετὰ χρηστοῦ βίου καὶ σώφρονος εἰς ὅσον οἷόν τε κάλλιστα ἀνθρώπων μᾶλλον ἢ μυριάκις Δαρεῖος ὁ Ὑστάσπου γενέσθαι· καὶ μικρά μοι πάνθʼ ὡς ἀληθῶς πρὸς τοῦτʼ ἤδη φαίνεται. οἶδα δὲ καὶ τὰ Πλάτωνος πράγματα, εἰ μὴ τετυφώμεθα, οὐδὲν ἄλλο σχεδὸν ὄντα ἢ λόγους, καὶ συγχαίρω τῆς λέξεως αὐτῷ, κἄν με προσπαίζων οὑτωσὶ πείθῃ, μὴ πάνυ τούτου φροντίζειν, οὐ πάνυ πείσομαι, ἀλλʼ εἴσομαι σφόδρα σπουδάζοντα, καὶ τηνικαῦτα μάλιστα ἡνίκʼ ἂν ὡς παίζων λέγῃ. ὥστε τὸν οἴκοι θησαυρὸν διαβάλλοιμεν ἂν εἰ ταῦτα διασύροιμεν. ἀλλʼ ὑπὲρ μὲν τούτων οὐδὲ λέγειν ἄξιον, ἀλλὰ τοσούτῳ ἧττον ὅσῳπερ ἂν ᾖ κρεῖττον τὸ δύνασθαι λέγειν. εἶεν. ἀργοὺς δὲ δὴ πῶς ἡμῖν ἐποίησεν Ἀθηναίους Περικλῆς; ἢ σὺ λίαν ἐνεργοὺς ἡμᾶς ποιήσεις, ἀναγκάζων πρὸς ἕκαστον τῶν εἰρημένων ἀποκρίνεσθαι, οὐχ οὗτός ἐστιν ὁ πανταχοῖ κομίζων ἐκείνους, οὐχ οὗτος ὁ μηδαμοῦ καθεύδειν ἐῶν, ἐπὶ μὲν Σάμῳ δέκατος αὐτὸς στρατηγῶν, ἀποκρύψας τοὺς ἄλλους ἅπαντας στρατηγοὺς καὶ δείξας ὄνομα ἄλλως ὄντας, καὶ τοὺς Σαμίους καταστήσας εἰς