Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
οὐδὲ εἴ τινες, οἶμαι, κολακεύουσιν ἢ συκοφαντοῦσι, χείρω τοῦτο ποιεῖ ῥητορικὴν, ἀλλʼ ἡμαρτηκότας αὐτοὺς ῥητορικῆς ταύτῃ γε ταῦτα δεῖ δοκεῖν, ὥσπερ ἐκείνους φιλοσοφίας, ἐπὶ τῷ τοῦ καλλίστου προσχήματι τὴν τοῦ κακουργεῖν ἄδειαν ἑαυτοῖς ἐκπορίζοντας. ἄτοπον δʼ ἂν εἴη, εἰ τὰ μὲν τῶν σκυτοτόμων καὶ τῶν τεκτόνων ἔργα μὴ ἐξ ὧν ἂν διαμάρτωσι κρινοῦμεν, ἀλλʼ ἐξ ὧν ἂν ὡς δυνατὸν μάλιστα τύχωσι, ῥητορικὴν δʼ οὐ μόνον οὐκ ἐκ τῶν κάλλιστα αὐτὴν ἀποτελεσάντων κρινοῦμεν, ἀλλὰ καὶ ἐκ τῶν αὐτὰ τἀναντία πραττόντων οἷς ἡ ῥητορικὴ βούλεται. ναί. ἀλλʼ ἀδικεῖσθαι βέλτιον ἢ ἀδικεῖν. ἔστω ταῦτα. ἆρʼ οὖν ὥσπερ βέλτιον, οὕτω καὶ καθάπαξ αἱρετόν; οὔ. φησὶ γοῦν οὐδέτερον βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδικεῖσθαι κακὸν ἡγούμενος, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. οὐκοῦν εἰ Πλάτων αὐτὸς ἡμῖν ἀποκρίναιτο, πλείστου γένοιτʼ ἂν ἄξιον τῷ λόγῳ. ὑπάρχει δὲ καὶ τοῦτο. πῶς; ὡς αὐτῷ Σωκράτης ἀποκρινόμενος πεποίηται. ἔστι γὰρ καὶ αὐτὸ οὑτωσὶ διακείμενον. ἐρωτᾷ Πῶλος Σωκράτη, σὺ δʼ ἄρα ἀδικεῖσθαι βούλοιο ἂν μᾶλλον ἢ ἀδικεῖν; καὶ ὃς ἀμείβεται, Βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερον, εἰ δὲ ἀναγκαῖον εἴη
ἀδικεῖσθαι ἢ ἀδικεῖν, ἑλοίμην μᾶλλον ἀδικεῖσθαι. οὐκοῦν ὁπότε μηδέτερόν φησι βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδικεῖσθαι κακὸν ἡγούμενος οὔ φησι βούλεσθαι, ἀλλὰ τοῦ μὲν ἀδικεῖν ἄμεινον τὸ ἀδικεῖσθαι, οὐ μὴν ἐκείνου γε τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. εἰ μὲν τοίνυν ἡ ῥητορικὴ ἀδικεῖσθαι μὲν ἐκώλυεν, ἀδικεῖν δὲ προσηνάγκαζεν, οὐδʼ οὕτω μὲν ἴσως ἂν καθάπαξ πονηρὸν ἦν, πονηρόν γε ὂν κωλύουσα τὸ ἀδικεῖσθαι, χεῖρον δὲ ἂν ἴσως βελτίονος, εἴπερ ἀδικεῖσθαικρεῖττον ἢ ἀδικεῖν. εἰ δʼ οὔτʼ ἐκεῖνο ἐπαναγκάζει καὶ τοῦτο κωλύει, κατʼ ἐκεῖνο μὲν οὔτε ἀγαθὸν οὔτε κακόν πω, δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι, κατὰ τοῦτο δὲ κυρίως ἀγαθὸν καὶ τοσούτῳ βέλτιον ἢ χεῖρον, ὅσῳ τοῦ βελτίονος μετείληφεν, ἀλλʼ οὐ τοῦ χείρονος, εἴπερ βέλτιον τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ἢ δυοῖν ἐκείνοιν τὸ ἕτερον. καὶ μὴν ὁ μὲν μὴ ἀδικεῖν ἐγνωκὼς οὐχ ἅμα αὐτός τε τοῦ κακουργεῖν ἀπέχεται καὶ τὸ ἀδικεῖσθαι πέφευγεν. αὐτὸ γὰρ τοῦτο ἦν ἀδικεῖν τὸ κακῶς ὃν οὐ προσῆκε ποιεῖν. ὥσθʼ ἕως ἂν ἐν ἀνθρώποις ᾖ τὸ κακουργεῖν, ἀδικήσεται. ὁ δὲ τὴν τοῦ μὴ ἀδικεῖσθαι φυλακὴν ἔχων ἅμα καὶ τὸ ἀδικεῖν που κωλύει. ὥσπερ γὰρ ἅμα τε ἠδίκηται καὶ ἠδίκηκεν ἕτερος, οὕτως ὁ τὴν τοῦ μὴ ἀδικεῖσθαι δύναμιν ἔχων τὴν αὐτὴν τοῦ μὴ ἐᾶν ἀδικεῖν ἔχει. ὥστε εἰ τὸ μὲν μὴ ἀδικεῖσθαι τῆς ῥητορικῆς τίθησι, τὸ δὲ μὴ ἀδικεῖν τῆς φιλοσοφίας, τοσούτῳ χείρων φιλοσοφία ῥητορικῆς, ὅσῳ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν. ὁπότε δʼ αὖ πρὸ τούτου τίθησι τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, τούτῳ βελτίων αὖ γίγνεται
ῥητορικὴ φιλοσοφίας, ἐπειδή γε ὁμοῦ τῷ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν ἀναιρεῖ. ἐπεὶ καὶ οἱ νόμοι κωλύοντες ἀδικεῖσθαι, ἅμα καὶ ἀδικεῖν δή που κωλύουσιν. οὐ γὰρ ἔστιν οὐκ ὄντων τῶν ἀδικουμένων τοὺς ἀδικοῦντας εἶναι, μηδενὸς ὄντος ἐφʼ ὃν τοῦτʼ ἔρχεται. ὥσθʼ ἡ ῥητορικὴ τὸ ἀδικεῖσθαι κωλύουσα συγκωλύει καὶ τὸ ἀδικεῖν αὐτῷ τούτῳ ᾧπερ τὸ ἀδικεῖσθαι. εἰ δὲ δὴ καὶ ὅλως βοηθείας ἕνεκα τῷ δικαίῳ τὴν ῥητορικὴν δείκνυμεν εὑρεθεῖσαν καὶ τὴν αὐτὴν καθαρῶς τάξιν ἔχουσαν τοῖς νόμοις, οὐ μόνον, ὡς ἔοικεν, ὁ ῥήτωρ οὐ τὸ μὲν ἀδικεῖσθαι φεύξεται, τὸ δʼ ἀδικεῖν βεβαιώσει, ἀλλʼ οὐδὲν οὕτως ὡς τὸ ἀδικεῖν κωλύσει. οὐ γὰρ μόνον τῶν εἰς αὑτὸν σχήσει πρόνοιαν, ἀλλʼ ὅπως μηδʼ ἄλλος πείσεται κακῶς, εἴπερ ὧν τοὺς νόμους χάριν, τούτων καὶ τὴν ῥητορικὴν εὑρέσθαι νενίκηκεν.ἀλλὰ μὴν ὅ γε ἑτέρους τὰ δίκαια πράττειν ἐπαναγκάζων πολύ που πρῶτον αὐτός γε παρεσκεύασται. οὐ γὰρ ἐγχωρεῖ βοηθεῖν μὲν τῷ δικαίῳ, τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐτὸν πρῶτον ὑπάρχειν. οὐκοῦν ὁ ῥήτωρ οὐ μόνον αὐτὸς οὐκ ἀδικήσει, ἀλλʼ οὐδʼ ἕτερον ἐάσει· οὐδʼ αὖ μόνον αὐτὸς οὐκ ἀδικηθήσεται, ἀλλʼ οὐδʼ ἕτερος τό γε τούτου μέρος. εἰ δὲ μήτʼ ἀδικήσει μήθʼ ἕτερον ἐάσει, κατὰ πάντας τοὺς τρόπους ἡ ῥητορικὴ καλὸν κἀγαθὸν καὶ καθʼ ὃν
αἰσχρὸν τὸ ἀδικεῖν καὶ καθʼ ὃν κρεῖττον τὸ ἀδικεῖσθαι ἢ ἀδικεῖν καὶ καθʼ ὃν ὅλως βέλτιστον μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, καὶ πέφηνεν ὁ τῷ ὄντι ῥήτωρ ἀνδρὸς ἁπλῶς εἰπεῖν ἀγαθοῦ τοσούτῳ κρείττων, ὅσῳ ὁ μὲν τὸ καθʼ αὑτὸν μόνον παρέχεται, ὁ δὲ καὶ τοὺς ἄλλους ὅπως τοιοῦτοι γενήσονται παρασκευάζει. ὁ μὲν γὰρ καλός τε κἀγαθὸς οὐ πάντη ῥήτωρ, ὁ δὲ ῥήτωρ καλὸς κἀγαθὸς, ὅς γε καὶ τοὺς ἄλλους ἐπὶ ταῦτʼ ἄγει. οὐ μὴν ἀλλʼ εἰ τούτῳ Πλάτων ἰσχυρίζεται ὡς οὐ πολλήν τινα οὐδʼ ἀξίαν σπουδῆς οὐδὲ λόγου χρείαν ἡ ῥητορικὴ παρέχεται, ὅτι οὐ τηλικοῦτόν ἐστι τὸ ἀδικεῖσθαι κακὸν ἡλίκον τὸ ἀδικεῖν, τί κωλύει καὶ τοὺς νόμους αὐτὸν ἅπαντας τοῖς αὐτοῖς τούτοις διαγράφειν; οὐ γὰρ ἄλλο γʼ οὐδὲν ἢ τοῦτο βούλονται, μάλιστα μὲν μηδένα μηδὲ ὑφʼ ἑνὸς πάσχειν κακῶς, εἰ δὲ μὴ, δίκην τοῖς παθοῦσι παρὰ τῶν πραξάντων ἢ τῶν αἰτίων γίγνεσθαι. ὥστʼ οὐ μόνη ἄπεισιν ἐκ τῶν πόλεων ἐκκηρυχθεῖσα ὑπὸ τοῦ Πλάτωνος, ἀλλʼ ὥσπερ ἑταιρείας καταγνωσθείσης μετὰ τῶν ταὐτὰ συμβουλομένων νόμων ἐξελαθήσεται· καὶ τότε ῥητορικὴν ἐκπέμψομεν καὶ προπηλακιοῦμεν, ὅταν καὶ τοὺς νόμους συνεκπέμψαι καλῶς ἡμῖν ἔχῃ. πότʼ οὖν τοῦτʼ ἂν γένοιτο; τίς ὁ καιρὸςαὐτοῦ; τῶν Πλάτωνος ἑταίρων ἀποκρινάσθω τις, ἐπειδήπερ αὐτὸν οὐκ ἔχομεν παραστήσασθαι. καὶ μὴν οὐδʼ ἐνταῦθα ἔξω μαρτυρίας ἡμῖν παντελῶς στήσεται, ἀλλὰ καὶ ἔτι μᾶλλον ἐν τούτοις ἤπερ ἐν οἷς ἄρτι διέξεισι φαίνεται μαρτυρῶν. οὐ γὰρ περὶ τῶν ἄλλων νόμων οὐδὲ πολιτειῶν
διαλέξομαι, οὐδʼ οὓς ὁ δεῖνα ἔθηκεν, ἀλλʼ εἴ τις αὐτὸν ἔροιτο, ὦ δαιμόνιε καὶ πάντα σὺ θαυμαστὰ εὑρίσκων, εἰ μηδέν ἐστι πρᾶγμα τὸ ἀδικεῖσθαι, μηδʼ ἡ τοῦτο κωλύουσα δύναμις μηδενὸς ἀξία λόγου, μηδʼ ὁπόσα ἐστὶ καὶ γίγνεται μηδὲν χρηστὸν, ἀλλʼ οὕτως ἄτιμον καὶ ἀνελεύθερον ὥστʼ εἶναι μόριον κολακείας καὶ σκιᾶς, τοῦ χάριν οἰκίζων ταύτην τὴν ἐν τῇ βίβλῳ πόλιν καθίστης αὐτῇ πολιτείαν, ἀφʼ ἧς μηδʼ ὁτιοῦν πείσεται, καὶ τὸ μάχιμον χωρὶς τῶν ἄλλων ἱδρῦσθαι κελεύεις, τιμὴν τὴν πρώτην ἀποδοὺς, ἵνα μή τι πάθῃ, μηδὲ ὑπὸ ποίων ἀδικηθῇ πολεμίων; εἰ γὰρ ἐξήρκει μὴ ἀδικεῖν, τί δέδοικας, εἰ πρὸς τοῦτό γʼ αὐτὴν παρεσκεύακας; εἰ δὲ δὴ καὶ χεῖρον τοῖς ἀδικοῦσιν ὅταν μὴ διδῶσι δίκην καὶ χρὴ δὴ κατὰ σὲ καὶ αὐτὸν ἑαυτοῦ κατήγορον ὅταν ἀδικήσῃ γίγνεσθαι καὶ παιδίων καὶ πατρὸς αὐτοῦ, τοὺς δʼ ἐχθροὺς ἐᾶν, τί οὐ συνεύχει τοῖς πολεμίοις ἐπελθεῖν καὶ λαβεῖν τὴν πόλιν καὶ νὴ Δία τοὺς μὲν ἐν ἡλικίᾳ πάντας κατακόψαι καὶ ταῦτα πρὸς τοῖς βωμοῖς, παῖδας δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι πέρα, εἰ βούλει, Γαδείρων, τὰ δὲ ἱερὰ συλήσαντας κατασκάψαι πάντα, μὴ λιπεῖν δὲ μηδὲ τοὺς τάφους ἀθώους τῆς ἑαυτῶν πλεονεξίας, ἵνʼ ἀδικήσαντες τὰ μέγιστα ἐν τοῖς μεγίστοις δὴ κακοῖς ὦσι μὴ δόντες δίκην, ἀλλὰ τοσοῦτον ἀπέχεις τοῦ ταῦτα συμπράττειν ὥστε κωλύεις, προσκόπτεις, βίον ἐν τοῖς ὅπλοις εὕρηκας, ἵνα μή τι τοιοῦτον γένηται· κἄν τις ἐγγένηται προδότης, τοῦτον οὐ στεφανοῦν κελεύεις οὐδὲ κηρύττειν, ἀλλὰ ταὐτὰ τοῖς ἄλλοις περὶ τούτων νομίζεις. καίτοι κατὰ τούτους τοὺς λόγους τίνας μᾶλλον ἢ τοὺςπροδότας ἔδει τιμᾶν, ὅτι τοὺς οἰκείους καὶ τὴν χώραν καὶ τὰ ἱερὰ καὶ πάντα τὰ ὄντα ὅπως ὑπὸ τοῖς πολεμίοις ἔσται παρασκευάζουσιν, ἵνʼ ἐκεῖνοι τὰ μέγιστα ἀδικήσαντες τοῖς μεγίστοις ἐνέχωνται κακοῖς; εἰπὲ πρὸς Διὸς τεραστίου, τί χρὴ περὶ τούτων ἡμᾶς νομίζειν; εἶεν, ὦ γενναῖε, νόμους δὲ δὴ τοῦ χάριν ἡμῖν ἐτίθης χωρὶς αὖ τοσούτους τὸ πλῆθος, οἳ τοῖς τʼ εὖ βεβιωκόσι τιμὰς ὁρίζουσι καὶ τοὺς ὁτιοῦν ἀδικοῦντας ἃ δεῖ πάσχειν λέγουσι· καὶ ῥητορεύεις καθʼ ἕκαστον αὐτῶν σπουδῇ καὶ τιμᾷς τὰ προοίμια, καὶ παραδείγματα διττὰ ὥσπερ οἱ πλάσται προτίθης, ὁ τῶν λόγων καταφρονῶν. εἰ γὰρ, ὦ τᾶν, τὸ δίκην λαμβάνειν καὶ τὸ μὴ ἐᾶν ἀδικεῖν οὐχ ἕν τι τῶν σπουδαίων ἦν, τοῦ χάριν ταῦτα πραγματεύει καὶ σκοπεῖς ὅπως μηδεὶς ἀδικήσεται; οὐκοῦν ἢ ταῦτα πάντα τοσαῦτα τὸ πλῆθος ὄντα ἡμαρτῆσθαι δεῖ τούτου ἑνὸς ὀρθῶς ἔχοντος αὐτῶν, ἢ τάδʼ ἐκείνοις ἐξελήλεγκται. καὶ μὴν ἐν μὲν οἷς ἡμεῖς λέγομεν καὶ τοῖς ἄλλοις συνδοκοῦν ἐστι καὶ τῷ
Πλάτωνι πρόσεστιν· ἃ δʼ οὗτος ἐνταῦθα εἴρηκεν, οὐ μόνον τοῖς τῶν πραγμάτων λόγοις, ἀλλὰ καὶ τοῖς αὐτοῦ Πλάτωνος ἐξελέγχεται καὶ λόγοις καὶ βουλήμασιν. ἐκείνων μὲν οὖν ὀρθῶς ἔχειν συγχωρουμένων καὶ ἡ παρὰ τῶν ἄλλων μαρτυρεῖ δόξα καὶ ψῆφος ὀρθή· ταῦτα δʼ εἰ δοίημεν κρατεῖν, ἄπεστι τὸ ὁτῳοῦν συνδοκεῖν τῶν ἄλλων. ἰσχυρότερον δὲ τὸ καὶ ἅπασι καὶ Πλάτωνι τοῦ μηδενὶ καὶ μηδὲ Πλάτωνι συνδοκεῖν, ὡς οὗτος ἀλλαχοῦ. οὐκοῦν οὐ τὴν παρὰ τούτου μαρτυρίαν διὰ τὴν παρὰ τῶν ἄλλων φευξούμεθα, ἀλλὰ τῇ τῶν ἄλλων τὴν παρὰ τούτου προσθήσομεν.ἡγοῦμαι μὲν τοίνυν κἀν τούτοις τὴν ἔργῳ μαρτυρίαν παρέχεσθαι. τὸ γὰρ δὴ λόγοις πρὸς λόγους ἀγωνιζόμενον λόγοις ἑτέροις σπουδαίοις μαρτυροῦντα ἀποφαίνειν τὸν ἀντίπαλον τὴν ἔργῳ παρέχεσθαι μαρτυρίαν ἐστίν. οὐ μὴν ἀλλʼ ἔτι καὶ προσωτέρω προελθεῖν βούλομαι, ἵνα ἐπειδὴ τιμᾷ τὸ ἕνα ἐπιψηφίζειν καὶ αὐτὸν, πρὸς ὃν ἂν οἱ λόγοι γίγνωνται, καὶ λόγῳ καὶ ἔργῳ σύμψηφον ὄντα αὐτόν μοι δείξω. φέρε δὴ προσέστω κἀν τούτοις ἐρώτησις, οἷον εἴ τις ἤρετο αὐτὸν, ἡνίκα εἰς Σικελίαν ἔπλει τὸ δεύτερον ἢ τρίτον, ἤτοι σύμπλους ἢ καὶ αὐτὸς ὁ κυβερνήτης, σὺ δὲ δὴ τοῦ χάριν ἡμῖν ὦ Πλάτων εἰς Σικελίαν πλεῖς; ἢ εἰ μὴ τότε, ἀλλʼ εἴ τις οἴκαδε αὐτὸν ἐπανελθόντα ἤρετο τὰς τῆς ἀποδημίας καὶ πλάνης αἰτίας καὶ τί δὴ παθὼν τὸ τρίτον
αὖθις περὶ τὴν Χάρυβδιν ἐπραγματεύσατο, περὶ ἣν Ὀδυσσεὺς οὐ πλέον ἢ δὶς, τί ἂν ἀπεκρίνατο αὐτῷ; εἰ γὰρ τὸ βέλτιστον ἀληθὲς εἶναι δοίημεν, ἔφη Δημοσθένης, ὥσπερ ἀνάγκη δοῦναι Πλάτωνί γε, ἑτέραν αὐτῷ περὶ ὧν ἀμφισβητοῦμεν οὐ λείπει τοῦτο ἀπόκρισιν. διὰ τί; ὅτι, οἶμαι, ** φῆσαι, μᾶλλον δʼ εἶπεν ἂν, Δίωνος χάριν ἀνδρὸς ἑταίρου καὶ ξένου πλεῦσαι, θέσθαι βουλόμενος τὰ πρὸς Διονύσιον αὐτῷ καὶ μὴ περιιδεῖν. εἶτʼ ὦ πλέων καλῶς καὶ δικαίως ἀποδημῶν, σὺ μὲν ξένου Συρακοσίου κοινοῦ τῆς πατρίδος ἐχθροῦ τῆς σεαυτοῦ, —οὐ γὰρ προεδρία γʼ ἦν Ἀθηναίοις ἐν Συρακούσαις, ἀλλʼ ἃ μηδʼ εἰπεῖν ἔστʼ ἀδακρυτὶ, ταῦθʼ ὑπὸ τῶν Δίωνος ἑταίρων καὶ πολιτῶν ὀλίγοις πρότερον χρόνοις ἐπεπόνθεσαν—ἀλλʼ οὖν ἐπειδή γε ἅπαξ αὐτὸν ἐδέξω φίλον νομίσας, ἔπλεις ἐκείνου χάριν ἐν γήρᾳ πέλαγος τοσοῦτον, καὶ ταῦτα πρὸς ἄνδρα παρʼ ᾧ πάλιν κινδυνεύειν ἔδει καὶ οὗ συμμαχίαν ὑπισχνουμένου συνῄδεις οὐ δεξαμένην τὴν σαυτοῦ πατρίδα· καὶ τὸ τυράννῳ συνεῖναι δοκεῖν οὐκ ἔφευγες, ὡς ἔχων παραμυθίαν τὸ σχῆμα τῆς διατριβῆς, ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν ἦν. τὴν δʼ αὑτοῦ τις οἰκῶν καὶ τοῖς αὑτοῦ πολίταιςκαὶ γονεῦσι καὶ ἀδελφοῖς εἰ τὴν ὅπως μὴ ἀδικήσονται φυλακὴν ἔχοι καὶ σώζοι καὶ τούτους καὶ ἑαυτὸν, καὶ νὴ Δία γε, εἰ τοῦτʼ αὐτὸ τύραννον ἔσεσθαι μέλλοντα καὶ Διονυσίῳ προσόμοιον οἷός τʼ εἴη κωλῦσαι καὶ παρελέσθαι λόγῳ τὰς πράξεις καὶ τὴν ἐκ τῶν νόμων ἄδειαν ἅπασι βεβαιῶσαι, ἔπειτʼ οὐδὲν σπουδαῖον τοῦτʼ εἶναι φήσομεν, οὐδʼ ἐπαινεῖν ἐχρῆν τὴν τοιαύτην εἴτε τέχνην εἴτε μηδὲ τέχνην εἰπεῖν δεῖ, ὅτι νὴ Δίʼ ἓν μέγα τοῦτʼ ἦν κακὸν τὸ ἀδικεῖν, τὸ δὲ ἀδικεῖσθαι πρᾶγμα οὐδέν; ἆρά γε καὶ μειζόνως τις ἀμύνεται τὸν ἐχθρὸν ἐῶν ἀδικεῖν, καὶ σκοπούμενος ἐξ ὅτου τρόπου μηδʼ ἄλλος δίκην παρʼ αὐτοῦ λήψεται; καὶ μὴν ἄχρι μὲν τούτων τῶν λόγων αἰνίγματʼ ἂν εἴποι τις ταῦτʼ εἶναι, ἐπηγμένων δὲ τούτων [καὶ ὑπὸ τοῦ Πλάτωνος] καὶ ἐξεληλέγχθαι καὶ λελύσθαι γʼ, οὐ τὸν εἰωθότα καὶ τὸν αὐτὸν τρόπον τοῖς ἄλλοις αἰνίγμασι δῆλα ἐξ ἀδήλων γεγονότα, ἀλλʼ ὡς ἀληθῶς δῆλα οὗ τὸ σαθρὸν ἦν αὐτῶν.
φέρε δὴ καὶ ταῦτα σκεψώμεθα. οἶμαι γὰρ ἡμῖν ὥσπερ ἀπόντος ἐκμαρτυρίαν εἶναι. ἔστι δʼ ἐκ τῆς μακρᾶς ἐπιστολῆς. ταύτῃ μὲν τῇ διανοίᾳ τε καὶ τόλμῃ ἀπῆρα οἴκοθεν, οὐχ ᾗ τινὲς ἐδόξαζον, ἀλλʼ αἰσχυνόμενος μὲν ἐμαυτὸν τὸ μέγιστον μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι λόγος μόνον ἀτεχνῶς εἶναί τις, ἔργου δὲ οὐδενὸς ἄν ποτε ἑκὼν ἀνθάψασθαι, κινδυνεύειν δὲ προδοῦναι πρῶτον μὲν τὴν Δίωνος ξενίαν τε καὶ ἑταιρίαν ἐν κινδύνοις ὄντως γεγονότος οὐ μικροῖς, εἴτʼ οὖν πάθοι τι εἴτʼ ἐκπεσὼν ὑπὸ Διονυσίου καὶ τῶν ἄλλων ἐχθρῶν ἔλθοι πρὸς ἡμᾶς φεύγων καὶ ἀνέροιτο εἰπὼν, Ὦ Πλάτων, ἥκω σοι φυγὰς οὐχ ὁπλιτῶν δεόμενος οὐδὲ ἱππέων ἐνδεὴς γενόμενος ἀμύνεσθαι
τοὺς ἐχθροὺς, ἀλλὰ λόγων καὶ πειθοῦς, ᾗ σὲ μάλιστα ἠπιστάμην ἐγὼ δυνάμενον ἀνθρώπους νέους ἐπὶ τἀγαθὰ καὶ δίκαια προτρέποντα εἰς φιλίαν τε καὶ ἑταιρίαν ἀλλήλοις καθιστάναι ἑκάστοτε. ὧν ἐνδείᾳ κατὰ τὸ σὸν μέρος νῦν ἐγὼ καταλιπὼν Συρακούσας ἐνθάδε πάρειμι. καὶ τὸ μὲν ἔλαττον ὄνειδος σοὶ φέρει· φιλοσοφία δὲ, ἣν ἐγκωμιάζεις ἀεὶ καὶ ἀτίμως φῂς ὑπὸ τῶν λοιπῶν ἀνθρώπων φέρεσθαι, πῶς οὐ προδέδοται τὰ νῦν μετʼ ἐμοῦ μέρος ὅσον ἐπὶ σοὶ γέγονε; καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ἦλθες ἂν δή πού μοι βοηθὸς ἐφʼ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν· νῦν δʼ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ
πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε; πολλοῦ γε καὶ δεήσει. λεχθέντων δὲ τούτων τίς ἦν μοι ἂν πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; οὐκ ἔστι. ταῦτα οὐχ ἕτερος περὶ αὐτοῦ γέγραφεν, οὐδὲ εἰκάζων τὴν ἐκείνου γνώμην, ἀλλʼ ὁ κάλλιστα εἰδὼς αὐτὸς περὶ αὑτοῦ τούτων φησὶ χάριν ἐλθεῖν, τοὺς ὑπὸ τοῦ Δίωνος ἂν λεχθέντας τούτους λόγους πρὸς αὐτὸν αἰσχυνθείς. καὶ ἔγωγε πιστεύω. μαινοίμην γὰρ ἂν, εἰ μή. οὐκοῦν ἐν τούτοις ἐστὶν, ἥκω σοι, ὦ Πλάτων, οὐχ ὁπλιτῶν δεόμενος οὐδʼ ἱππέων ἔρημος γενόμενος, ἀλλὰ λόγων καὶ πειθοῦς· ταῦτα δʼ ᾤμην παντὸς μᾶλλον εἶναι παρὰ σοί. καλῶς γε, ὦ Πλάτων, αὐτός τε λέγων καὶ τὸν Δίωνα ταῦτʼ εἰπεῖν ἂν νομίζων πρὸς σέ. οὐκοῦν εἰ τὸ μὲν ἐκπεσεῖν ἢ παθεῖν τι Δίωνα δεινὸν περιφανῶς, τὸ δʼ ὅπως μὴ ἐκπεσεῖται πρᾶξαι καλὸν καὶ δίκαιον, οὕτω δʼ ἔχων λόγων καὶ πειθοῦς ἐδεῖτο, σὺ δὲ τῷ ταῦτʼ ἔχειν ἔπλεις, ὡμολόγηκας ἅπαντα, καὶ δεῖν σπουδάζειν ὅπως τις ἐκ τῶν δυνατῶν μὴ ἀδικήσεται, καὶ τὴν τῶν λόγων τοῦ πείθειν δύναμιν οὐ φαύλην εἶναι, καὶ τοὺς πείθοντας ὑπὲρ τούτων οὐ μόνον παρʼ ἀνθρώποις ἐπαίνων ἀξίους, ἀλλὰ καὶ παρὰ θεοῖς ἀμέμπτους,εἴπερ τοὺς ἐλλείποντας οὐδὲ ὁσίους. ἔτι δʼ αὖ τὸ πλέον τῷ παντὶ πεποίηκας, εἴ γε μὴ μόνον δῆμον μηδὲ δικαστὰς, ἀλλὰ καὶ τυράννους ὑπὲρ τούτων μὴ δεῖ φεύγειν
μεταπείθειν καὶ τοσοῦτον ὑπερορίους. αὐτὴν τοίνυν ὅλως τὴν ἐπιστολὴν τοῦ χάριν ἢ πειθοῦς γέγραφε; καὶ μὴν αὐτό γε δηλοῖ τὸ πρᾶγμα καὶ τῆς ἐπιστολῆς αὐτὸς πολλαχοῦ. καὶ γὰρ τὸ ὧν χάριν ἦλθε διεξιέναι καὶ προσομολογεῖν ὅτι διὰ τοῦτο διεξέρχεται ὅπως τὴν ἀληθῆ δόξαν περὶ αὑτοῦ παραστήσειε πείθοντός ἐστιν. οὐκοῦν καὶ ἵνα πείσῃ γέγραφε καὶ γράφων τοῦ πεῖσαι χάριν φησὶν ἀπελθεῖν, μή τι πάθοι Δίων ἔρημος λόγων. πῶς οὖν αἰσχρὰ ποιοῦσιν οἱ ῥήτορες; ἢ καθʼ ὁπότερον τούτων φαῦλον ἡ ῥητορική; πότερον καθʼ ὃ τοῖς ἀδικουμένοις πέφυκε βοηθεῖν, κἂν ἀδοξία τις καὶ κίνδυνος προσῇ; ἀλλʼ ὅτι τοῦ γε λόγῳ πείθειν καταφρονητέον; ἀλλʼ αὐτὸς ὡς λόγῳ πείσων, ἔργῳ φῂς κινδυνεῦσαι. καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ὁ Δίων σοι λέγει, ἦλθες δή που ἄν μοι βοηθὸς ἐφʼ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν· νῦν δʼ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε; πολλοῦ γε καὶ δεήσει. τί οὖν; εἴ τις μεταστρέψας ὡδὶ φαίη πρὸς αὐτόν σε, Καὶ πλεῖν μὲν εἰς Σικελίαν καὶ πάσχειν ὁτιοῦν οἴει δεῖν ὑπὲρ τοῦ τινὰ πεῖσαι ὡς χρή τινα τῶν ἐπιτηδείων οἴκοι μένειν· εἰ δέ τις μηδʼ ὅσον Ἀθήνηθεν Μέγαράδε, ἀλλὰ μηδʼ ἐλθεῖν ποι τὸ παράπαν δέον, ἀλλʼ οἴκοι μένοντα τοὺς ἑαυτοῦ σῶσαι, τὴν ἐπὶ τούτῳ δύναμιν μεταχειρίζεται, οὐκ οἴει τοῦτον δόξαν κακίας ἀποπεφευγέναι πᾶσαν; πάλαι γε καὶ παρʼ αὐτῷ σοι, εἴπερ γέ τι τῶν προειρημένων ὄφελος. πῶς οὖν ὁμοῦ μὲν ὁ μὴ βοηθῶν τῷ λόγῳ δόξαν κακίας ἐξοίσεται, ὁμοῦ δʼ ὁ βοηθῶν δόξαν κακίας οὐ φεύξεται; οὐ τοίνυν τοῦτο λέγεις ὅταν καλῇς κολακείαν τὴνῥητορικὴν ᾗ ταῦτα ἀνάκειται; τίς ἂν ἦν μοι, φησὶ, πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; πρὸς δʼ ἃ νῦν ἡμεῖς ἐρωτῶμεν, τίς ὦ πρὸς θεῶν; μικρὸν δέ τι βούλομαι διαλαβεῖν, μή τις ὅλως οἰηθῇ με τοῖς λόγοις κατηγορεῖν Πλάτωνος, ἢ λέγειν κακῶς μετὰ ἀφορμῆς. ἐγὼ γὰρ οὔτʼ αὐτὸς ἔγκλημα δή που τοῦτο ποιοῦμαι εἴ ποι καὶ ὁπωσοῦν ᾠήθη δεῖν Πλάτων ἐλθεῖν ἡστινοσοῦν ἕνεκα αἰτίας οὔθʼ ὅστις ἄλλος προφέρει τι τοιοῦτον εὖ φρονεῖν ἡγοῦμαι, οὔθʼ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι, μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον, ἀλλʼ ἃ αὐτὸς ἔπραξε καὶ τίνων ἔπραξε χάριν αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις· καὶ
τοσούτῳ δέω κακίζειν ἐκεῖνον τούτοις, ὥστʼ εἰ δεῖ καὶ τοῦτʼ εἰπεῖν, καὶ ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι, εἰ τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων μὴ τὰ ἔργα μηδὲ τὰς πράξεις αὐτοῦ διαβάλλω, ἀλλʼ ἐκ τοῦ βίου καὶ τῶν ἔργων ἃ μεθʼ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθημι, ταῦθʼ ἑτέρως ἔχοντα ἢ ὥς τις πιστεύσειεν ἀποφαίνω. ὅτε τοίνυν ἑώρα Δίωνα παρασκευαζόμενον καὶ πράττοντα ὅπως δίκην ὧν ἔπαθε λήψεται, πότερόν ποτε ἐᾶν καὶ παρʼ οὐδὲν ἄγειν ἐπιστέλλων αὐτῷ φαίνεται καὶ ὡς, εἰ μισεῖ τὸν Διονύσιον καὶ κακόνουν εἶναι ὑπολαμβάνει, χρὴ περιορᾶν καὶ συγχωρεῖν ὅπως τὰ μέγιστʼ ἀδικῶν ἐν τοῖς ἐσχάτοις ᾖ κακοῖς, ἢ πολὺ τοὐναντίον προτρέπων καὶ θεραπευτικὸν ἀξιῶν εἶναι ὅπως ὡς πλείστους τοὺς συμπράττοντας ἐπʼ αὐτὸν ἔχοι· καὶ τὸν μὲν Διονύσιον πάντως ἐχθρὸν τιθεὶς, τὸ δὲ ὅπως ἀμυνεῖται συμβουλεύων σκοπεῖν καὶ τό γʼ ἐφʼ αὑτῷ συμπράττων, τὸ συμπλεῖν καὶ συστρατεύειν μόνον ἐξαρνούμενος· ὡς ἐπειδήπερ αὐτὸν ἔχων ὁ Διονύσιος ᾐδέσθη τότε καὶ οὐκ ἀπέκτεινεν, οὐχὶ