Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
μαρτυρεῖ. χωρὶς δὲ τῆς μαρτυρίας καὶ τοῦ Σωκράτους εἰς
αὐτό τις ἂν σκοπῶν ἴδοι. λέγουσι γάρ πως καὶ τί δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ καὶ καθʼ ἕνα καὶ κοινῇ, καὶ πολιτεύονται διηνεκῶς ἐν ταῖς πόλεσιν. οὐκοῦν ταῦθʼ ἃ ἐν ταῖς δημηγορίαις τῶν ῥητόρων ἐστὶ, ταῦθʼ οἱ νόμοι λέγουσι, πλὴν ὅσον οὐ διαλείπουσιν οἵ γε νόμοι λέγοντες, ἀλλὰ διʼ αἰῶνος ῥητορεύουσιν, ἅτʼ οἶμαι γεγραμμένοι. ὅτε τοίνυν ῥητορικῆς οἱ περὶ τούτων λόγοι, ῥητορικῆς μέρος οἱ νόμοι. καὶ γὰρ τὸ γεγράφθαι γιγνόμενον μέρος τοῖς λόγοις ἐστὶν, εἴ γε οἱ μὲν ἀπὸ στόματος αὐτῶν λέγονται, οἱ δὲ γράφονται. καὶ μὴν τά γε ψηφίσματα οἱ ῥήτορες δή που συγγράφουσιν. οὐκοῦν ὅτε τὰ ψηφίσματα τῆς αὐτῆς φύσεώς ἐστι τοῖς νόμοις καὶ τῶν αὐτῶν πολιτειῶν, ἀμφότερά γʼ ἐστὶ τῶν ῥητόρων, ὥσθʼ οἵ γε νόμοι μέρος τῆς ῥητορικῆς.φέρε δὴ σκεψώμεθα καὶ περὶ τῆς δικαστικῆς τοῦ χάριν αὐτῆς ἐδεήθημεν καὶ τί ποθʼ ἡμῖν βούλεται. ἢ τοῦτο καὶ ῥᾷστον ἁπάντων ἰδεῖν, ὅτι τοῖς νόμοις ἐπικουρεῖ· τοὺς γὰρ παραβαίνοντας ἃ προστάττουσιν ἐκεῖνοι, τούτους ἀναζητεῖ καὶ τιμωρεῖται· καὶ οὐδʼ αὐτὸ τοῦθʼ ἁπλῶς, ἀλλὰ κἀνταῦθα ἀκολουθεῖ τοῖς νόμοις. ὡς γὰρ ἐκεῖνοι κελεύουσιν, οὕτω κολάζει. εἶεν. τίνος οὖν δεῖ τῇ δικαστικῇ πρὸς ταῦτα; πόθεν εὑρήσει τὸ δίκαιον ἢ παρὰ τῆς ῥητορικῆς; ἡ μὲν γὰρ ἐλέγχει τὰ γιγνόμενα, ἡ δʼ ἐπὶ τοῖς ἐλέγχοις ψηφίζεται. φαίνεται τοίνυν κἀνταῦθα ἡ
ῥητορικὴ βουλομένη μὲν ταὐτὰ τῇ δικαστικῇ, τοσοῦτον δὲ νικῶσα ὅσον ἀμφοτέρας συνέχει μόνη βεβαίως. βουλομένη γὰρ ἡ δικαστικὴ, καθάπερ ἐν μάχῃ τῇ νομοθετικῇ βοηθῆσαι, ταυτὸν ἔπαθεν αὐτῇ τῇ νομοθετικῇ. ἐκείνῃ τε γὰρ ῥητορικῆς πρότερον ἐδέησεν, ὥστε ταύτῃ ἔχειν πάροδον τοὺς νόμους, ἥ τε δικαστικὴ σχῆμα ἐπικούρου λαβοῦσα τοῖς νόμοις αὐτὴ πρότερον προσεδεήθη τῆς παρὰ τῆς ῥητορικῆς βοηθείας. ἔδει γὰρ αὐτὴν δυνηθῆναι βοηθῆσαι· τοῦτο δὲ οὐκ ἦν ἄνευ ῥητορικῆς. τοσούτῳ δὴ σεμνότερονκαὶ τιμιώτερον ῥητορικὴ δικαστικῆς ὅσῳ μικροῦ δέω λέγειν δικαστὴς δημίου. ὁ μὲν γὰρ ἐλέγχει τἀδικήματα ὁ ῥήτωρ καὶ παραδίδωσι τῷ δικαστῇ, ὁ δʼ ἀκούσας καὶ μαθὼν παραδίδωσιν αὖ τοῖς ὑπηρέταις, καὶ μέσος ἔσθʼ ὁ δικαστὴς διακόνου καὶ ῥήτορος. αὖθις δὲ ἐπειδὰν τέλος ἡ δίκη λάβῃ, τῇ μὲν δικαστικῇ πλέον οὐδʼ ὁτιοῦν περίεστιν, ἀλλʼ ὥσπερ ἡ νομοθετικὴ θεῖσα τοὺς νόμους ἀπήλλακται, οὕτως ὁ δικαστὴς μετὰ τὴν κρίσιν. εἰσδεξαμένη δὲ ἡ ῥητορικὴ τοὺς ἤτοι διʼ ἄγνοιαν ἢ διʼ ἀγνωμοσύνην ἀγανακτοῦντας τοῖς δεδικασμένοις καὶ πρὸς θορύβους ἢ στάσεις τὰ πράγματα ἐξάγοντας κατέχει καὶ νουθετεῖ, πείθουσα στέργειν τοῖς νόμοις καὶ τῇ ψήφῳ τῶν δικαστῶν, οὐ τὸν Πινδάρου νόμον τιμῶσα, ὦ τἀναντία λέγων τῇ φύσει τῆς ῥητορικῆς, οὐδὲ ταῦτʼ ἐπᾴδουσα νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων ἄγει δικαιῶν τὸ
βιαιότατον ὑπερτάτᾳ χειρί. τεκμαίρομαι ἔργοισιν Ἡρακλέος, ἐπεὶ ἀπριάτας. οὐ γὰρ φῂς ὅλου μεμνῆσθαι, ἐχρῆν δὲ ἴσως οὐδὲ τούτων, μὴ οὖν ἐπὶ ῥητορικήν γε. ἀλλʼ ἄχρι μὲν τούτου καὶ ἡ ῥητορικὴ λέγει, νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων· τὰ δὲ ἑξῆς οὐκέτι ταὐτὰ— πόθεν; οὐδέποτε ἡμέρα καὶ νὺξ ταὐτὰ συμφήσουσιν— ἀλλὰ πᾶν τοὐναντίον ἄγει τὰ δίκαια πρεσβεύων καὶ τοὺς ἐν ὕβρει θρασεῖς νουθετῶν. εἰ γὰρ ἀξιώσει τὸ βιαιότατον νόμον εἶναι τὸν δικαιοῦντα καὶ τὴν ὑπερτάτην χεῖρα κρατεῖν Ἡρακλέους, ᾧ μετὰ τῆς χειρὸς τῶν δικαίων ἐμέλησεν, αὐτὴ τοῖς ἑαυτῆς λόγοις ἀπολεῖται. τίς γὰρ τόπος λοιπὸνἢ χρεία ῥητορικῆς ἢ λόγων, εἰ τὸ δίκαιον ἡ χεὶρ ὁριεῖ καὶ μηδὲν πλέον ἔσται τῷ δυναμένῳ διδάξαι περὶ τοῦ πράγματος; ποῦ δὲ τὸ πείθειν, εἰ τὸ βιάζεσθαι κρατήσει; καὶ ταῦτα αὐτῆς, ἧς ἔργον πείθειν, δούσης βιάζεσθαι; δοκεῖ δέ μοι καὶ Πίνδαρος, εἴ τι δεῖ περὶ τοῦ ᾁσματος εἰπεῖν, οὐκ εἰσηγούμενος οὐδὲ συμβουλεύων σπουδῇ ταῦτα λέγειν τοῖς ἀνθρώποις, ἀλλʼ ὡσπερεὶ σχετλιάζων. τεκμαίρομαι ἔργοισιν Ἡρακλέος αὐτοῖς τούτοις, ὅτι καὶ ἑτέρωθι μεμνημένος περὶ αὐτῶν ἐν διθυράμβῳ τινὶ σὲ δʼ ἐγὼ παρʼ ἁμὶν φησὶν αἰνέω μὲν Γηρυόνη, τὸ δὲ μὴ Διὶ φίλτερον σιγῶμι πάμπαν. οὐ γὰρ εἰκὸς φησὶν ἁρπαζομένων τῶν ὄντων καθῆσθαι παρʼ ἑστίᾳ καὶ κακὸν εἶναι. καίτοι τό γε πρὸς νόμον καὶ ταῦτα ἀνθρώπων ἅμα καὶ θεῶν βασιλέα μάχεσθαι οὐκ ἦν ἐπαινεῖν πρὸς Πινδάρου, οὐδὲ συμβουλεύειν πρὸς κέντρα λακτίζειν. αὐτὸς γοῦν τὸ
τοιοῦτον κέκληκεν ὀλισθηρὸν οἶμον καὶ κελεύει φυλάττεσθαι. ἀλλὰ τί, φησὶ, τούτων ἐμοὶ νῦν; εἴτε γὰρ δοκοῦντα Πινδάρῳ ταῦτʼ ἦν εἴτε μὴ, ἀλλʼ οὐ τῇ γε ῥητορικῇ δείξει τὸ τοιοῦτον δοκοῦν. οὐ δεῖ γὰρ ἁρπάζειν ἕκαστον κατὰ δύναμιν καὶ τοῦτο νόμον καλεῖν, ἀλλʼ ἕκαστον τῶν δικαίων τυγχάνειν, καὶ τὸν ταῦτα διαιροῦντα νόμον τιμᾶν, καὶ καλεῖν γε μόνον τὸ τοιοῦτον νόμον καὶ τοὐναντίον παρανομίαν. τοῦτʼ ἔστι τὸ δόγμα τῆς ῥητορικῆς καὶ τούτῳ σύνεστι τῷ νόμῳ καὶ περὶ τούτου πείθει τηροῦσα ὅπως μηδεὶς ὑπερβήσεται, τοὺς ὑπερβαίνοντας σωφρονίζουσα. μέγιστον δὲ μαρτύριον· οὗ μὲν γὰρ νόμος καὶ δίκαι, ἐνταῦθα καὶ ῥητορικὴ καὶ λόγοι, οὗ δʼ ὑπερτέρα χεὶρ ἀφαιρεῖται τὸ δίκαιον, οὐδὲν ἴδοις ἂν ἐκεῖ ῥητορικῇ διοικούμενον. ἀλλʼ ἔστι μιᾶς ὡσπερεὶ μοίρας καὶ φύσεως οἱ νόμοι, ἡ δίκη, οἱ λόγοι. τριῶν δʼ οὐσῶν τούτων δυνάμεων, ὅπερ λέγων ἐξέβην, ἁπάσας τὰς χώρας ἡ ῥητορικὴ μόνη καταλαμβάνει. προτέρα γὰρ οὖσα τῆςνομοθετικῆς κατὰ τὴν ἐκείνης χρείαν, προτέρα δʼ αὖ καὶ τῆς δικαστικῆς, ὅτε κἀκείνης ἔδει, λαβοῦσα μέσην πρότερον τὴν νομοθετικὴν, εἶτʼ αὖ τὴν δικαστικὴν ὡσαύτως διχόθεν περιέχουσα, πρώτη καὶ μέση καὶ τελευταία γίγνεται, ὁμοῦ μὲν ἀμφοῖν αὑτὴν μέσην, ὁμοῦ δʼ ἄμφω μέσας αὑτῆς καθιστᾶσα, ὡς μάλιστʼ ἔμελλον ἅπασαι συμμένειν, ἀντὶ συνδέσμου τῇ ῥητορικῇ χρώμεναι. πότερον οὖν
πολιτικῆς μορίου εἴδωλον ἡ ῥητορικὴ, ἢ τὰ τῆς πολιτικῆς ὡς σὺ φῂς μόρια ὑπὸ τῆς ῥητορικῆς συνέχεται; ἐμοὶ μὲν γὰρ ὡς ἀληθῶς οὐ ῥητορικὴν ἐν τούτοις κακίζειν φαίνεται οὐδὲ πολιτικῆς μορίου εἴδωλον δεικνύναι, ἀλλʼ οὕτως ὥσπερ εἴδωλον ῥητορικῆς ἀπειληφὼς ἐπὶ τούτῳ σπουδάζειν, αὐτῆς δʼ οὐδʼ ἅπτεσθαι, ὥσπερ οἱ Στησιχόρου Τρῶες οἱ τὸ τῆς Ἑλένης εἴδωλον ἔχοντες ὡς αὐτήν. διαφέροι δʼ ἂν τοσοῦτον, ὅτι οὐδὲ ὅμοιον τῇ ῥητορικῇ τὸ εἴδωλον. ἀλλὰ μὴν τῆς γε ἀρετῆς τέτταρα δή πού φασιν εἶναι μόρια, φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν. ῥητορικὴ τοίνυν εὑρέθη μὲν ἐν φρονήσει καὶ ὑπὲρ δικαιοσύνης, σωφροσύνη δὲ τῶν ἐχόντων καὶ ἀνδρεία τὰς πόλεις σώζει· σωφροσύνη μὲν, ἐπεὶ τὸν ἐν κόσμῳ βίον πρὸ τῆς ἀταξίας αἱροῦνται, ἀνδρεία δʼ ὅτι τοῖς ἐναντίοις οὐχ ὑπείκουσιν. ἂν γὰρ εἴξωσιν, οὐ φυλάξουσι τὴν ῥητορικὴν, ὥστε ἕως ἂν φυλάττωσιν, οὐκ εἴκουσιν. οὐκοῦν οὐ τεττάρων ὄντων μορίων τῆς κολακείας τοῦτό ἐστι ῥητορικὴ πρὸς δικαιοσύνην ὅπερ ὀψοποιικὴ πρὸς ἰατρικὴν, ἀλλὰ τεττάρων ὄντων μορίων τῆς ἀρετῆς ἅπαντα διʼ αὐτῆς πεποίηται, καὶ ὅπερ ἐν σώματι γυμναστικὴ καὶ ἰατρικὴ, συναμφότερον λέγω, τοῦτʼ ἐν τῇ ψυχῇ καὶ τοῖς τῶν πόλεων πράγμασι ῥητορικὴ φαίνεται. τὰ μὲν γὰρ ἄδηλα εἰ καὶ γενήσεταιπροορᾷ, ἐπειδὰν δημηγορῇ· τὰ δὲ ὅπως μὴ γενήσεται προορᾷ, ἐπειδὰν νομοθετῇ· τὰ δὲ διατηρεῖ καθʼ ὅσον δύναται· τὰ δὲ πραχθέντα ἐπανορθοῖ, ἐπειδὰν τοὺς ἀδικοῦντας τοῖς δικασταῖς παραδιδῷ. τί οὖν εἰ Ἀρχέλαος τὸν αὑτοῦ δεσπότην καὶ θεῖον ἀποκτείνας κατέσχε τὴν ἀρχὴν, ἢ τὸν ἑπταετῆ ἐκείνου παῖδα εἰς τὸ φρέαρ ἐμβαλὼν ἔφη πρὸς Κλεοπάτραν διώκοντα τὸν χῆνα ἐμπεσεῖν, ἢ μανίᾳ τινὶ παρελήρησεν ἐπὶ τῆς μύλης, τί ταῦτʼ ἐστὶ πρὸς ῥητορικὴν, ὦ πάντα λόγον καὶ μονονοὺ τοὺς λίθους κεκινηκὼς ὡς ἀληθῶς αὐτούς; τί βούλεταί σοι τὰ μηδὲν προσήκοντα ἐπεισόδια; οὐ γὰρ ἔγωγε ταῦτʼ ἔπειθον, φήσειεν ἂν ἡ ῥητορική. οὐδʼ εἴ τις ἐπείθετο ἐμοὶ σφάττων καὶ ἀποπνίγων, οὔτε ταῦτα οὔτʼ ἄλλʼ οὐδʼ ὁτιοῦν ἂν διεπράττετο, ἀλλὰ πείσας καὶ φανερῶς ἀποδείξας ὅτι τῶν αὑτῷ προσηκόντων ἀντιποιεῖται. ἐπὶ γοῦν τῶν βραχυτέρων,
φησὶ, τούτῳ χρῶμαι καὶ τοὺς κλήρους οὐ τοῖς ἁρπάσασιν, ἀλλὰ τοῖς ἀποδείξασι δίδωμι. καὶ τὸν Ἀρχέλαον αὐτὸν, φησὶν, οὐχ ὅπως τούτων ἄν ποτε ἠξίωσα, ἀλλʼ εὐθὺς ἂν εἰσήγαγον οὗ δίκην ἂν ἔδωκε καλὴν καὶ πρὶν τὸν παῖδα ἴσως ἀποπνῖξαι, ἔτι τῶν πρώτων φόνων ὄντων ἐν χερσὶν, εἴ τινα εἶχεν ἡ ῥητορικὴ χώραν ἐν Μακεδονίᾳ· νῦν δʼ ἀπούσης ἐμοῦ ὁ μὲν ἠδίκει, οἱ δʼ ἠτύχησαν οἵ τε διαφθαρέντες καὶ οἱ τοιοῦτον ἄρχοντα δεξάμενοι. ὥστʼ εἰ μηδαμόθεν ἄλλοθεν, ἔκ γε τῶν Ἀρχελάου κακῶν γνῶθι ὡς καλὸν ῥητορικὴ καὶ ἀναγκαῖον καὶ πόλει καὶ ἔθνει παρεῖναι μέλλοντι σωθήσεσθαι καὶ μὴ τοῖς ἐναγέσι κακῶςδουλεύειν. ταυτὶ μᾶλλον ἂν, οἶμαι, πείθοι λέγουσα ῥητορικὴ, οἰκεῖά τε καὶ δίκαια καὶ προσόντα ἑαυτῇ λέγουσα. οὐ μὴν ἀλλʼ εἰ Πλάτων οἴεται τούτοις ἐλέγχειν αὐτὴν, ὥρα καὶ τὰ Γύγου τοῦ Λυδοῦ προσεγκαλεῖν αὐτῇ οἶμαι—ταῦτα μέν ἐστι καὶ ἀτοπώτερα—ὅτι τὸν δεσπότην ἀποκτείνας ἔσχε τὴν ἀρχήν· ἡ δὲ συνῄδει καὶ συνέπραττεν ἡ τοῦ μὲν γυνὴ, τοῦ δὲ δέσποινα. τί οὖν οὐ κἀκεῖνα λέγομεν, ὅτι Κῦρος τὸν Ἀράξην διαβὰς Μασσαγέταις συνέβαλε, Δαρεῖος δὲ τὸν Βόσπορον ζεύξας ἐπὶ Σκύθας διέβη, Ξέρξης δὲ τὸν Ἑλλήσποντον ζεύξας ἐπὶ τὴν Ἑλλάδα, Νίνος δὲ ὑπὸ Μήδων ἑάλω, ὁ δὲ Σαρδανάπαλλος ἐκαύθη ζῶν ἀναβὰς ἐπὶ τὴν πυρὰν αὐτός. καὶ τί ταῦτʼ ἐστὶ πρὸς ἔπος; ἢ πότʼ
ἂν σταίη τις κατηγορῶν ῥητορικῆς, εἰ πάνθʼ ὅσα πώποτε ἢ ἰδιώταις ἢ πόλεσι συνέβη κατὰ συμφορὰς, ταῦτα ῥητορικῇ λογίζοιτο; καίτοι γε περὶ Ἀρχελάου καὶ τοῦτʼ ἔχοι τις ἂν εἰπεῖν, ὅτι Σωκράτην οὗτος ἦν ὁ καλῶν ὡς αὑτὸν, οὐ τῶν ῥητόρων οὐδένα· ἀλλʼ ἐῶ τοῦτο. ἀλλʼ οἶμαι γέλως ἐστίν. ἕως γὰρ ἄν τις μὴ δείξῃ τούτων αἰτίαν τὴν ῥητορικὴν οὖσαν, μηδὲ τῇ ταύτης φύσει ταῦτα συμβαίνοντα, οὐ ῥητορικὴν δίδωσιν ἁμαρτῆσαι, τοῦτο δέ ἐστιν ἐλέγξαι τὸ ζητούμενον. πρὸς δὲ κἀκεῖνο εὔηθες, εἰ αὑτῷ μὲν νομίζοι πᾶσαν ἄδειαν καὶ ἃ μὴ ταύτης ἔστιν ἔργα ῥητορικῇ προσάπτειν ἐξεῖναι, τὸν δʼ ἀντικείμενον λόγονοὐχ ὁρᾷ, οὐδʼ οἰήσεται καὶ τὸν ὑπὲρ ταύτης λέγοντα καὶ σεμνύνοντα πάνθʼ ὅσα πώποτʼ ἐπράχθη χρηστὰ κατʼ ἀνθρώπους ἐπὶ ῥητορικὴν ἄγειν δυνήσεσθαι. ἡμεῖς τοίνυν ἀποδείκνυμεν οὗ χάριν εὑρέθη ῥητορικὴ, ἵνʼ εἰ μὲν εἴη τοῦτο καλὸν, καὶ τὴν ῥητορικὴν χρηστὸν ἡγώμεθα, εἰ δʼ αἰσχρὸν καὶ φευκτὸν, τοῖς αὐτοῖς ὀνόμασι καὶ λογισμοῖς καὶ περὶ τῆς ῥητορικῆς χρώμεθα. φαίνεται τοίνυν ἐξ ἀρχῆς ὑπὲρ τοῦ δικαίου συστᾶσα καὶ νομισθεῖσα, ὥσπερ ἀφʼ ὧν, ὅπερ εἶπον, τοῦτο ἴσχυσεν ὄνομα οἱ νόμοι. ἔδει γὰρ τοῖς ταῖς χερσὶν ἐλαττουμένοις λόγου καὶ νόμου βοηθοῦ. οὐκοῦν ὅσʼ ἄν τις ἐκλέξας ἀδικήματα εἰς τὸ μέσον φέρῃ, πρὸς τῷ μηδὲν προὔργου πράττειν εἰς τοὺς κατʼ αὐτῆς ἐλέγχους καὶ τοὺς ὑπὲρ αὐτῆς λόγους κομιεῖ. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ὥστε μισεῖν καὶ κωλύειν εὑρέθη. νὴ Δίʼ
ἀλλὰ συκοφαντοῦσί τινες τῆς ῥητορικῆς προϊστάμενοι. καὶ κατʼ αὐτό γε τοῦτο σεμνότερον ἡ ῥητορική. πῶς; ὅτι καὶ τῶν ἰατρικῆς, οἶμαι, τινὲς προϊσταμένων ἀπέκτειναν φαρμάκῳ τινὰς ἤδη καί τινʼ ἴσως ἄλλον τρόπον, ἀλλʼ οὐ διὰ τοῦτο πονηρὸν ἡ ἰατρικὴ, ἣ τοσοῦτον ἀπέχει τοῦ κτείνειν ἀνθρώπους ὥστʼ ἐστὶ θανάτου φάρμακον ὡς εἰπεῖν τό γε ἐφʼ ἑαυτῇ. οὐκοῦν ὅστις μάλιστα μισεῖ καὶ δυσχεραίνει τοὺς ἀποκτιννύντας, οὗτος μάλιστα τοὺς σώζοντας ἀσπάζεται καὶ τιμᾷ. οὐκοῦν καὶ ἐπὶ τῆς ῥητορικῆς εἰ μὲν πέφυκεν ὥστε ὑβριστὰς καὶ κόλακας ποιεῖν, ἐξ ἀνάγκης αἰσχρὸν καὶ ἀγεννὲς καὶ ἀνελεύθερον καὶ οὐ πρέπον ἀνδρὶ καλῷ κἀγαθῷ· εἰ δὲ ὑπὲρ τοῦ λόγῳ σώζειν τοὺς ἀνθρώπους καὶ τὸ δίκαιον, ὑπὲρ τούτου κατεδείχθη, ὅπερ κατὰ σῶμα ἰατρικὴ, τοῦτʼ ἐν ψυχῇ ῥητορικὴ προϊόντος ἑξῆςτοῦ λόγου πέφηνεν ἡμῖν οὖσα, ἐῶ γὰρ τὰ νῦν γυμναστικήν. ὥσθʼ ὅστις μάλιστα τοὺς συκοφαντοῦντας ἢ κολακεύοντας δυσχεραίνει, τούτῳ μάλιστα προσήκει τὴν ὑπὲρ τοῦ βελτίστου νομισθεῖσαν καὶ τούτων οὖσαν φάρμακον τιμᾶν. ὥσπερ γὰρ ὅστις ἀποκτιννύει ἰατρικὴν ὑπισχνούμενος οὐχ ἅμα ἰατρός τέ ἐστι καὶ ἀποκτίννυσιν, ἀλλʼ ἕως μὲν ἰατρὸς, οὐδαμῶς συμπράξει ταῦτα, ἀλλὰ κἂν ἄλλου πατάξαντος αὐτὸς ἰῷτο, ἅμα δὲ ἀποκτίννυσί τε καὶ τὴν τέχνην συνδιέφθαρκεν, οὕτω κἀνταῦθα οὐχ ἅμα ῥήτορές τέ εἰσι καὶ συκοφαντοῦσι καὶ κολακεύουσιν, ἀλλʼ ἕως μὲν ῥήτορες, οὐδέτερα τούτων, οὐδέ γʼ ἄλλο τι αἰσχρὸν οὐδέν
ἐστι παρʼ αὐτοῖς οὐδὲ παρὰ πολὺ, ἀλλὰ τοὺς μὲν ἀδικοῦντας ἐξελέγχουσι, τοὺς δʼ ἀγνοοῦντας διδάσκουσι περὶ τῶν πραγμάτων, ἅμα δʼ ἔξω τούτων τε καὶ τῆς ῥητορικῆς ἔσονται. οὔκουν ὄνειδος ποιήσουσι τῇ ῥητορικῇ, ὁπόταν πλημμελῶσιν. ἁμαρτήσονται γὰρ τοσοῦτον αὐτῆς ὅσονπερ τοῦ δικαίου, ἐπεὶ καὶ ἡ κυβερνητικὴ τοῦ σώζεσθαι δή που τοὺς ἐμπλέοντάς ἐστι τέχνη, καὶ μὴν ἔχοι γʼ ἄν τις τῶν ἐπὶ πρύμναν καθημένων ἀναγαγὼν εἰς τὸ πέλαγος καὶ καταδῦσαι καὶ ἄλλο τι χρήσασθαι τοιοῦτον. ἀλλʼ οὔτε τὴν κυβερνητικὴν δεῖ ψέγειν διὰ ταῦτα οὔτε λέγουσιν ἄνθρωποι ὅτι τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ πάντων ἐναντιώτατόν ἐστι κυβερνήτης συνεμβὰς, οὔτε τοὺς καταποντιστὰς εἰς ἓν, οἶμαι, τοῖς κυβερνήταις οὐδεὶς τίθησιν. ἀνάγκη μὲν γὰρ, οἶμαι, καὶ τὰ βλάψοντα τὴν ναῦν καὶ τὰ διατηρήσοντα εἰδέναι τόν γε κυβερνήτην, ὥσπερ οἶμαι καὶ τὸν ἰατρὸν ἀνάγκη καὶ τὰ σφαλερὰ τῷ σώματι γιγνώσκειν καὶ τὰ σωτήρια· χρῆσθαι δʼ ἑκατέρωθι τοῖς χρηστοῖς ἡ τέχνη βούλεται, εἰκότως καὶ κατʼ ἐπωνυμίαν. καὶ τοσοῦτόν γʼἀπέχει τοῦ περὶ ταῦτα κακουργῶν τις φυλάττειν τοὔνομα τῆς τέχνης, ὥστε κἂν ἄκων ἐξαμάρτῃ, φησὶν ὁ Πλάτων, οὐκ ἀκριβεῖ τῷ λόγῳ χρώμεθα, ἐπειδὰν φῶμεν ὅτι ὁ ἰατρὸς ἐξήμαρτεν ἢ ὁ κυβερνήτης. ἕως γὰρ ἂν ἡ τέχνη κρατῇ, ἁμάρτημα οὐκ ἔστιν, οὐ γάρ ἐστιν ἁμαρτεῖν κατʼ αὐτήν· τὸ γὰρ ἁμαρτεῖν οὐκ ἔστι τέχνη. κομιδῆ ἄρα ἐάν τις ἐξεπίτηδες τἀναντία οἷς ἡ τέχνη βούλεται ποιῇ, τοῦτον ᾧ μετέχει τῆς τέχνης ἀδικεῖν φήσομεν, ἢ τῇ τέχνῃ ποιεῖν ὄνειδος, ἀλλʼ οὐ τὴν τέχνην τούτῳ διπλοῦν ποιεῖν τοὔνειδος. καὶ τί δεῖ παραδειγμάτων ἑτέρων ἀλλʼ οὗ μικρῷ πρόσθεν ἡμεῖς τε ἐμεμνήμεθα καὶ Πλάτωνα σύμψηφον ἐδείκνυμεν; οἱ νόμοι σωτηρίας δή που τῶν πόλεων ἕνεκα καὶ τοῦ τὰ δίκαια βεβαιοῦν ἅπασι τίθενται, καὶ ἡ νομοθετικὴ καὶ κατʼ αὐτὸν ἐκεῖνον καὶ καθʼ ἡμᾶς καὶ κατὰ πάντας ἀνθρώπους χρηστὸν καὶ καλὸν καὶ σὺν δικαιοσύνῃ καταριθμεῖσθαι τοῦτʼ αὐτὸ δή που τὸ δικαίως οὐκ
ἐκπεφευγὸς, Πλάτων δὲ αὐτὸ καὶ πρότερον τίθησιν. ἐὰν οὖν τις ἡμᾶς ἔρηται λέγων ὡδὶ, πόσοι δὲ ἤδη νόμους ἤνεγκαν οὐδὲν ὑγιὲς καὶ πάντʼ ἔχοντας τὰ δεινότατα; πόσοι δʼ ἐν γραφαῖς ἑάλωσαν παρανόμων; ἢ πόσοι τῶν κυρίων ὄντες νόμων ἐλύθησαν ὡς οὐκ ἄμεινον αὐτοῖς χρῆσθαι; τί οὖν; πότερον τὴν νομοθετικὴν οὐ πάντη καλὸν φήσετε διὰ τοὺς τοιούτους νόμους, ἢ πάντας τοὺς πώποτε γραφέντας ἢ μέλλοντας γραφήσεσθαι νόμους εἶναι καλοὺς καὶ δικαίους, ἐπειδὴ δεῖ πάντως καλὸν εἶναι τὴν νομοθετικήν; ἆρʼ ἄφυκτα ἐρωτᾶν αὐτὸν φήσομεν καὶ συγκαλυψόμεθα; ἢ τίνος ἐστὶν εὐπορῆσαι μετρίας ἀποκρίσεως καὶ ἣ τὴν νομοθετικὴν καὶ τοὺς τῷ ὄντι νόμους καλόν τε καὶ δίκαιον εἶναι φήσει; τούτου γὰρ χάριν ἐλθεῖν εἰς ἀνθρώπους τὸ πρῶτον, τὰ δὲ τοιαῦτα οὐ νόμους εἶναι μᾶλλον ἢ τὸ τοῦ Δημοσθένους ἀνομίαν, καὶ ἃ κωλύουσιν οἱ νόμοι καὶ ὑπὲρὧν εὑρέθησαν ὅπως μὴ γίγνοιτο. προσθείην δʼ ἂν ἔγωγε ὅτι ὦ ὡδὶ σὺ ἐρωτῶν οὐ φοβεῖ με τοῦτο, ὅτι ἑάλωσαν παρανόμων νόμους ἤδη τινὲς γράψαντες. ἀλλὰ καὶ τοῦτο
ἐμοὶ μαρτυρεῖ. τοὺς γὰρ παρανόμων ἁλόντας οὐκέτʼ εἶναι νόμους τό γε ἀκριβές· οὐ γὰρ ἂν εἶεν νόμοι τε ἅμα καὶ παρὰ τοὺς νόμους. ὥστε παρανόμοις ἀκούειν οὐ νομίμοις προσήκει γράμμασιν αὐτοῖς. ταῦτά μοι καὶ ὑπὲρ ῥητορικῆς ἔστω πρὸς Πλάτωνα. ἣν δʼ ἂν τότε κοινὴν ἐποιησάμεθʼ ἀπόκρισιν, αὕτη νῦν ἐμοὶ πρὸς τὸ παρὸν γιγνέσθω. οὐκ ἂν ὁμοῦ κόλακές τε καὶ ῥήτορες εἶεν, οὐδὲ ὁμοῦ συκοφάνται καὶ ῥήτορες, εἴπερ ὄντως ἡ ῥητορικὴ τοῦ δικαίου χάριν εἰσῆλθε καὶ σωτηρίας τοῖς ἀνθρώποις, ὥσπερ οἱ νόμοι. ἀλλʼ ἕως ἂν ἰατρικὴ σώζῃ τοὺς κάμνοντας καὶ κυβερνητικὴ σώζῃ τοὺς πλέοντας καὶ νόμοι τοὺς χρωμένους, οἱ ῥητορικῆς λόγοι σώζουσιν οὓς χρὴ καὶ τὸ δίκαιον φυλάττουσιν· ἐπεὶ καὶ τὴν ὑφʼ ἡμῶν ταύτην κληθεῖσαν φιλοσοφίαν, εἴ τις βούλοιτο κακίζειν, πόλλʼ ἂν ἔχοι παράγειν ἐν τοῖς λόγοις· οἷον εἰ Διαγόρου κατηγοροίη καὶ Ἀναξαγόρου καί τινας ἄλλους ἐκλέξας ὕστερον ἢ καὶ τὸ πρότερον γενομένοις ἀτόπους ἀνθρώπους· ὧν οἱ μὲν διέφθειραν δή που τινὰς, οἱ δʼ ἐβλασφήμησαν περὶ θεοὺς, οἱ δὲ λόγους ἄλλους τινὰς εἶπον, οὓς οὐκ ἄμεινον ἦν ὅλως, οἱ δὲ αὐθαδείας πλέον ἢ φρονήσεως εἰσηνέγκαντο. ἀλλὰ μὴ οὕτω βέλτιον ᾖ λέγειν, ὅτι οὐκ, εἴ τινες φιλοσοφίας προβλήματι χρώμενοι φαῦλοι καὶ μηδὲν βελτίους τῶν πολλῶν γεγόνασιν, ἢ νὴ Δία καὶ δεινότεροι κακουργεῖν, οὐ διὰ ταῦτα ἀτιμαστέον φιλοσοφίαν, ἕως ἂν φιλοσοφία μὴ τὸ τὰ τοιαῦτα ποιεῖν ᾖ, ἀλλʼ αὐτοῖς τούτοις τεκμηρίοις χρηστέον κατʼ ἐκείνων, ὅτι διημαρτήκασι φιλοσοφίας.