Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οὐδὲ εἴ τινες, οἶμαι, κολακεύουσιν ἢ συκοφαντοῦσι, χείρω τοῦτο ποιεῖ ῥητορικὴν, ἀλλʼ ἡμαρτηκότας αὐτοὺς ῥητορικῆς ταύτῃ γε ταῦτα δεῖ δοκεῖν, ὥσπερ ἐκείνους φιλοσοφίας, ἐπὶ τῷ τοῦ καλλίστου προσχήματι τὴν τοῦ κακουργεῖν ἄδειαν ἑαυτοῖς ἐκπορίζοντας. ἄτοπον δʼ ἂν εἴη, εἰ τὰ μὲν τῶν σκυτοτόμων καὶ τῶν τεκτόνων ἔργα μὴ ἐξ ὧν ἂν διαμάρτωσι κρινοῦμεν, ἀλλʼ ἐξ ὧν ἂν ὡς δυνατὸν μάλιστα τύχωσι, ῥητορικὴν δʼ οὐ μόνον οὐκ ἐκ τῶν κάλλιστα αὐτὴν ἀποτελεσάντων κρινοῦμεν, ἀλλὰ καὶ ἐκ τῶν αὐτὰ τἀναντία πραττόντων οἷς ἡ ῥητορικὴ βούλεται. ναί. ἀλλʼ ἀδικεῖσθαι βέλτιον ἢ ἀδικεῖν. ἔστω ταῦτα. ἆρʼ οὖν ὥσπερ βέλτιον, οὕτω καὶ καθάπαξ αἱρετόν; οὔ. φησὶ γοῦν οὐδέτερον βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδικεῖσθαι κακὸν ἡγούμενος, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. οὐκοῦν εἰ Πλάτων αὐτὸς ἡμῖν ἀποκρίναιτο, πλείστου γένοιτʼ ἂν ἄξιον τῷ λόγῳ. ὑπάρχει δὲ καὶ τοῦτο. πῶς; ὡς αὐτῷ Σωκράτης ἀποκρινόμενος πεποίηται. ἔστι γὰρ καὶ αὐτὸ οὑτωσὶ διακείμενον. ἐρωτᾷ Πῶλος Σωκράτη, σὺ δʼ ἄρα ἀδικεῖσθαι βούλοιο ἂν μᾶλλον ἢ ἀδικεῖν; καὶ ὃς ἀμείβεται, Βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερον, εἰ δὲ ἀναγκαῖον εἴη

ἀδικεῖσθαι ἢ ἀδικεῖν, ἑλοίμην μᾶλλον ἀδικεῖσθαι. οὐκοῦν ὁπότε μηδέτερόν φησι βούλεσθαι, δῆλον ὅτι καὶ τὸ ἀδικεῖσθαι κακὸν ἡγούμενος οὔ φησι βούλεσθαι, ἀλλὰ τοῦ μὲν ἀδικεῖν ἄμεινον τὸ ἀδικεῖσθαι, οὐ μὴν ἐκείνου γε τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὀρθῶς, οἶμαι, καὶ γιγνώσκων καὶ λέγων. εἰ μὲν τοίνυν ἡ ῥητορικὴ ἀδικεῖσθαι μὲν ἐκώλυεν, ἀδικεῖν δὲ προσηνάγκαζεν, οὐδʼ οὕτω μὲν ἴσως ἂν καθάπαξ πονηρὸν ἦν, πονηρόν γε ὂν κωλύουσα τὸ ἀδικεῖσθαι, χεῖρον δὲ ἂν ἴσως βελτίονος, εἴπερ ἀδικεῖσθαι

κρεῖττον ἢ ἀδικεῖν. εἰ δʼ οὔτʼ ἐκεῖνο ἐπαναγκάζει καὶ τοῦτο κωλύει, κατʼ ἐκεῖνο μὲν οὔτε ἀγαθὸν οὔτε κακόν πω, δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι, κατὰ τοῦτο δὲ κυρίως ἀγαθὸν καὶ τοσούτῳ βέλτιον ἢ χεῖρον, ὅσῳ τοῦ βελτίονος μετείληφεν, ἀλλʼ οὐ τοῦ χείρονος, εἴπερ βέλτιον τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ἢ δυοῖν ἐκείνοιν τὸ ἕτερον. καὶ μὴν ὁ μὲν μὴ ἀδικεῖν ἐγνωκὼς οὐχ ἅμα αὐτός τε τοῦ κακουργεῖν ἀπέχεται καὶ τὸ ἀδικεῖσθαι πέφευγεν. αὐτὸ γὰρ τοῦτο ἦν ἀδικεῖν τὸ κακῶς ὃν οὐ προσῆκε ποιεῖν. ὥσθʼ ἕως ἂν ἐν ἀνθρώποις ᾖ τὸ κακουργεῖν, ἀδικήσεται. ὁ δὲ τὴν τοῦ μὴ ἀδικεῖσθαι φυλακὴν ἔχων ἅμα καὶ τὸ ἀδικεῖν που κωλύει. ὥσπερ γὰρ ἅμα τε ἠδίκηται καὶ ἠδίκηκεν ἕτερος, οὕτως ὁ τὴν τοῦ μὴ ἀδικεῖσθαι δύναμιν ἔχων τὴν αὐτὴν τοῦ μὴ ἐᾶν ἀδικεῖν ἔχει. ὥστε εἰ τὸ μὲν μὴ ἀδικεῖσθαι τῆς ῥητορικῆς τίθησι, τὸ δὲ μὴ ἀδικεῖν τῆς φιλοσοφίας, τοσούτῳ χείρων φιλοσοφία ῥητορικῆς, ὅσῳ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν. ὁπότε δʼ αὖ πρὸ τούτου τίθησι τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, τούτῳ βελτίων αὖ γίγνεται

ῥητορικὴ φιλοσοφίας, ἐπειδή γε ὁμοῦ τῷ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν ἀναιρεῖ. ἐπεὶ καὶ οἱ νόμοι κωλύοντες ἀδικεῖσθαι, ἅμα καὶ ἀδικεῖν δή που κωλύουσιν. οὐ γὰρ ἔστιν οὐκ ὄντων τῶν ἀδικουμένων τοὺς ἀδικοῦντας εἶναι, μηδενὸς ὄντος ἐφʼ ὃν τοῦτʼ ἔρχεται. ὥσθʼ ἡ ῥητορικὴ τὸ ἀδικεῖσθαι κωλύουσα συγκωλύει καὶ τὸ ἀδικεῖν αὐτῷ τούτῳ ᾧπερ τὸ ἀδικεῖσθαι. εἰ δὲ δὴ καὶ ὅλως βοηθείας ἕνεκα τῷ δικαίῳ τὴν ῥητορικὴν δείκνυμεν εὑρεθεῖσαν καὶ τὴν αὐτὴν καθαρῶς τάξιν ἔχουσαν τοῖς νόμοις, οὐ μόνον, ὡς ἔοικεν, ὁ ῥήτωρ οὐ τὸ μὲν ἀδικεῖσθαι φεύξεται, τὸ δʼ ἀδικεῖν βεβαιώσει, ἀλλʼ οὐδὲν οὕτως ὡς τὸ ἀδικεῖν κωλύσει. οὐ γὰρ μόνον τῶν εἰς αὑτὸν σχήσει πρόνοιαν, ἀλλʼ ὅπως μηδʼ ἄλλος πείσεται κακῶς, εἴπερ ὧν τοὺς νόμους χάριν, τούτων καὶ τὴν ῥητορικὴν εὑρέσθαι νενίκηκεν.

ἀλλὰ μὴν ὅ γε ἑτέρους τὰ δίκαια πράττειν ἐπαναγκάζων πολύ που πρῶτον αὐτός γε παρεσκεύασται. οὐ γὰρ ἐγχωρεῖ βοηθεῖν μὲν τῷ δικαίῳ, τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐτὸν πρῶτον ὑπάρχειν. οὐκοῦν ὁ ῥήτωρ οὐ μόνον αὐτὸς οὐκ ἀδικήσει, ἀλλʼ οὐδʼ ἕτερον ἐάσει· οὐδʼ αὖ μόνον αὐτὸς οὐκ ἀδικηθήσεται, ἀλλʼ οὐδʼ ἕτερος τό γε τούτου μέρος. εἰ δὲ μήτʼ ἀδικήσει μήθʼ ἕτερον ἐάσει, κατὰ πάντας τοὺς τρόπους ἡ ῥητορικὴ καλὸν κἀγαθὸν καὶ καθʼ ὃν

αἰσχρὸν τὸ ἀδικεῖν καὶ καθʼ ὃν κρεῖττον τὸ ἀδικεῖσθαι ἢ ἀδικεῖν καὶ καθʼ ὃν ὅλως βέλτιστον μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, καὶ πέφηνεν ὁ τῷ ὄντι ῥήτωρ ἀνδρὸς ἁπλῶς εἰπεῖν ἀγαθοῦ τοσούτῳ κρείττων, ὅσῳ ὁ μὲν τὸ καθʼ αὑτὸν μόνον παρέχεται, ὁ δὲ καὶ τοὺς ἄλλους ὅπως τοιοῦτοι γενήσονται παρασκευάζει. ὁ μὲν γὰρ καλός τε κἀγαθὸς οὐ πάντη ῥήτωρ, ὁ δὲ ῥήτωρ καλὸς κἀγαθὸς, ὅς γε καὶ τοὺς ἄλλους ἐπὶ ταῦτʼ ἄγει. οὐ μὴν ἀλλʼ εἰ τούτῳ Πλάτων ἰσχυρίζεται ὡς οὐ πολλήν τινα οὐδʼ ἀξίαν σπουδῆς οὐδὲ λόγου χρείαν ἡ ῥητορικὴ παρέχεται, ὅτι οὐ τηλικοῦτόν ἐστι τὸ ἀδικεῖσθαι κακὸν ἡλίκον τὸ ἀδικεῖν, τί κωλύει καὶ τοὺς νόμους αὐτὸν ἅπαντας τοῖς αὐτοῖς τούτοις διαγράφειν; οὐ γὰρ ἄλλο γʼ οὐδὲν ἢ τοῦτο βούλονται, μάλιστα μὲν μηδένα μηδὲ ὑφʼ ἑνὸς πάσχειν κακῶς, εἰ δὲ μὴ, δίκην τοῖς παθοῦσι παρὰ τῶν πραξάντων ἢ τῶν αἰτίων γίγνεσθαι. ὥστʼ οὐ μόνη ἄπεισιν ἐκ τῶν πόλεων ἐκκηρυχθεῖσα ὑπὸ τοῦ Πλάτωνος, ἀλλʼ ὥσπερ ἑταιρείας καταγνωσθείσης μετὰ τῶν ταὐτὰ συμβουλομένων νόμων ἐξελαθήσεται· καὶ τότε ῥητορικὴν ἐκπέμψομεν καὶ προπηλακιοῦμεν, ὅταν καὶ τοὺς νόμους συνεκπέμψαι καλῶς ἡμῖν ἔχῃ. πότʼ οὖν τοῦτʼ ἂν γένοιτο; τίς ὁ καιρὸς

αὐτοῦ; τῶν Πλάτωνος ἑταίρων ἀποκρινάσθω τις, ἐπειδήπερ αὐτὸν οὐκ ἔχομεν παραστήσασθαι. καὶ μὴν οὐδʼ ἐνταῦθα ἔξω μαρτυρίας ἡμῖν παντελῶς στήσεται, ἀλλὰ καὶ ἔτι μᾶλλον ἐν τούτοις ἤπερ ἐν οἷς ἄρτι διέξεισι φαίνεται μαρτυρῶν. οὐ γὰρ περὶ τῶν ἄλλων νόμων οὐδὲ πολιτειῶν

διαλέξομαι, οὐδʼ οὓς ὁ δεῖνα ἔθηκεν, ἀλλʼ εἴ τις αὐτὸν ἔροιτο, ὦ δαιμόνιε καὶ πάντα σὺ θαυμαστὰ εὑρίσκων, εἰ μηδέν ἐστι πρᾶγμα τὸ ἀδικεῖσθαι, μηδʼ ἡ τοῦτο κωλύουσα δύναμις μηδενὸς ἀξία λόγου, μηδʼ ὁπόσα ἐστὶ καὶ γίγνεται μηδὲν χρηστὸν, ἀλλʼ οὕτως ἄτιμον καὶ ἀνελεύθερον ὥστʼ εἶναι μόριον κολακείας καὶ σκιᾶς, τοῦ χάριν οἰκίζων ταύτην τὴν ἐν τῇ βίβλῳ πόλιν καθίστης αὐτῇ πολιτείαν, ἀφʼ ἧς μηδʼ ὁτιοῦν πείσεται, καὶ τὸ μάχιμον χωρὶς τῶν ἄλλων ἱδρῦσθαι κελεύεις, τιμὴν τὴν πρώτην ἀποδοὺς, ἵνα μή τι πάθῃ, μηδὲ ὑπὸ ποίων ἀδικηθῇ πολεμίων; εἰ γὰρ ἐξήρκει μὴ ἀδικεῖν, τί δέδοικας, εἰ πρὸς τοῦτό γʼ αὐτὴν παρεσκεύακας; εἰ δὲ δὴ καὶ χεῖρον τοῖς ἀδικοῦσιν ὅταν μὴ διδῶσι δίκην καὶ χρὴ δὴ κατὰ σὲ καὶ αὐτὸν ἑαυτοῦ κατήγορον ὅταν ἀδικήσῃ γίγνεσθαι καὶ παιδίων καὶ πατρὸς αὐτοῦ, τοὺς δʼ ἐχθροὺς ἐᾶν, τί οὐ συνεύχει τοῖς πολεμίοις ἐπελθεῖν καὶ λαβεῖν τὴν πόλιν καὶ νὴ Δία τοὺς μὲν ἐν ἡλικίᾳ πάντας κατακόψαι καὶ ταῦτα πρὸς τοῖς βωμοῖς, παῖδας δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι πέρα, εἰ βούλει, Γαδείρων, τὰ δὲ ἱερὰ συλήσαντας κατασκάψαι πάντα, μὴ λιπεῖν δὲ μηδὲ τοὺς τάφους ἀθώους τῆς ἑαυτῶν πλεονεξίας, ἵνʼ ἀδικήσαντες τὰ μέγιστα ἐν τοῖς μεγίστοις δὴ κακοῖς ὦσι μὴ δόντες δίκην, ἀλλὰ τοσοῦτον ἀπέχεις τοῦ ταῦτα συμπράττειν ὥστε κωλύεις, προσκόπτεις,
βίον ἐν τοῖς ὅπλοις εὕρηκας, ἵνα μή τι τοιοῦτον γένηται· κἄν τις ἐγγένηται προδότης, τοῦτον οὐ στεφανοῦν κελεύεις οὐδὲ κηρύττειν, ἀλλὰ ταὐτὰ τοῖς ἄλλοις περὶ τούτων νομίζεις. καίτοι κατὰ τούτους τοὺς λόγους τίνας μᾶλλον ἢ τοὺς

προδότας ἔδει τιμᾶν, ὅτι τοὺς οἰκείους καὶ τὴν χώραν καὶ τὰ ἱερὰ καὶ πάντα τὰ ὄντα ὅπως ὑπὸ τοῖς πολεμίοις ἔσται παρασκευάζουσιν, ἵνʼ ἐκεῖνοι τὰ μέγιστα ἀδικήσαντες τοῖς μεγίστοις ἐνέχωνται κακοῖς; εἰπὲ πρὸς Διὸς τεραστίου, τί χρὴ περὶ τούτων ἡμᾶς νομίζειν; εἶεν, ὦ γενναῖε, νόμους δὲ δὴ τοῦ χάριν ἡμῖν ἐτίθης χωρὶς αὖ τοσούτους τὸ πλῆθος, οἳ τοῖς τʼ εὖ βεβιωκόσι τιμὰς ὁρίζουσι καὶ τοὺς ὁτιοῦν ἀδικοῦντας ἃ δεῖ πάσχειν λέγουσι· καὶ ῥητορεύεις καθʼ ἕκαστον αὐτῶν σπουδῇ καὶ τιμᾷς τὰ προοίμια, καὶ παραδείγματα διττὰ ὥσπερ οἱ πλάσται προτίθης, ὁ τῶν λόγων καταφρονῶν. εἰ γὰρ, ὦ τᾶν, τὸ δίκην λαμβάνειν καὶ τὸ μὴ ἐᾶν ἀδικεῖν οὐχ ἕν τι τῶν σπουδαίων ἦν, τοῦ χάριν ταῦτα πραγματεύει καὶ σκοπεῖς ὅπως μηδεὶς ἀδικήσεται; οὐκοῦν ἢ ταῦτα πάντα τοσαῦτα τὸ πλῆθος ὄντα ἡμαρτῆσθαι δεῖ τούτου ἑνὸς ὀρθῶς ἔχοντος αὐτῶν, ἢ τάδʼ ἐκείνοις ἐξελήλεγκται. καὶ μὴν ἐν μὲν οἷς ἡμεῖς λέγομεν καὶ τοῖς ἄλλοις συνδοκοῦν ἐστι καὶ τῷ

Πλάτωνι πρόσεστιν· ἃ δʼ οὗτος ἐνταῦθα εἴρηκεν, οὐ μόνον τοῖς τῶν πραγμάτων λόγοις, ἀλλὰ καὶ τοῖς αὐτοῦ Πλάτωνος ἐξελέγχεται καὶ λόγοις καὶ βουλήμασιν. ἐκείνων μὲν οὖν ὀρθῶς ἔχειν συγχωρουμένων καὶ ἡ παρὰ τῶν ἄλλων μαρτυρεῖ δόξα καὶ ψῆφος ὀρθή· ταῦτα δʼ εἰ δοίημεν κρατεῖν, ἄπεστι τὸ ὁτῳοῦν συνδοκεῖν τῶν ἄλλων. ἰσχυρότερον δὲ τὸ καὶ ἅπασι καὶ Πλάτωνι τοῦ μηδενὶ καὶ μηδὲ Πλάτωνι συνδοκεῖν, ὡς οὗτος ἀλλαχοῦ. οὐκοῦν οὐ τὴν παρὰ τούτου μαρτυρίαν διὰ τὴν παρὰ τῶν ἄλλων φευξούμεθα, ἀλλὰ τῇ τῶν ἄλλων τὴν παρὰ τούτου προσθήσομεν.