Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

δουλεύειν. ταυτὶ μᾶλλον ἂν, οἶμαι, πείθοι λέγουσα ῥητορικὴ, οἰκεῖά τε καὶ δίκαια καὶ προσόντα ἑαυτῇ λέγουσα. οὐ μὴν ἀλλʼ εἰ Πλάτων οἴεται τούτοις ἐλέγχειν αὐτὴν, ὥρα καὶ τὰ Γύγου τοῦ Λυδοῦ προσεγκαλεῖν αὐτῇ οἶμαι—ταῦτα μέν ἐστι καὶ ἀτοπώτερα—ὅτι τὸν δεσπότην ἀποκτείνας ἔσχε τὴν ἀρχήν· ἡ δὲ συνῄδει καὶ συνέπραττεν ἡ τοῦ μὲν γυνὴ, τοῦ δὲ δέσποινα. τί οὖν οὐ κἀκεῖνα λέγομεν, ὅτι Κῦρος τὸν Ἀράξην διαβὰς Μασσαγέταις συνέβαλε, Δαρεῖος δὲ τὸν Βόσπορον ζεύξας ἐπὶ Σκύθας διέβη, Ξέρξης δὲ τὸν Ἑλλήσποντον ζεύξας ἐπὶ τὴν Ἑλλάδα, Νίνος δὲ ὑπὸ Μήδων ἑάλω, ὁ δὲ Σαρδανάπαλλος ἐκαύθη ζῶν ἀναβὰς ἐπὶ τὴν πυρὰν αὐτός. καὶ τί ταῦτʼ ἐστὶ πρὸς ἔπος; ἢ πότʼ

ἂν σταίη τις κατηγορῶν ῥητορικῆς, εἰ πάνθʼ ὅσα πώποτε ἢ ἰδιώταις ἢ πόλεσι συνέβη κατὰ συμφορὰς, ταῦτα ῥητορικῇ λογίζοιτο; καίτοι γε περὶ Ἀρχελάου καὶ τοῦτʼ ἔχοι τις ἂν εἰπεῖν, ὅτι Σωκράτην οὗτος ἦν ὁ καλῶν ὡς αὑτὸν, οὐ τῶν ῥητόρων οὐδένα· ἀλλʼ ἐῶ τοῦτο. ἀλλʼ οἶμαι γέλως ἐστίν. ἕως γὰρ ἄν τις μὴ δείξῃ τούτων αἰτίαν τὴν ῥητορικὴν οὖσαν, μηδὲ τῇ ταύτης φύσει ταῦτα συμβαίνοντα, οὐ ῥητορικὴν δίδωσιν ἁμαρτῆσαι, τοῦτο δέ ἐστιν ἐλέγξαι τὸ ζητούμενον. πρὸς δὲ κἀκεῖνο εὔηθες, εἰ αὑτῷ μὲν νομίζοι πᾶσαν ἄδειαν καὶ ἃ μὴ ταύτης ἔστιν ἔργα ῥητορικῇ προσάπτειν ἐξεῖναι, τὸν δʼ ἀντικείμενον λόγον

οὐχ ὁρᾷ, οὐδʼ οἰήσεται καὶ τὸν ὑπὲρ ταύτης λέγοντα καὶ σεμνύνοντα πάνθʼ ὅσα πώποτʼ ἐπράχθη χρηστὰ κατʼ ἀνθρώπους ἐπὶ ῥητορικὴν ἄγειν δυνήσεσθαι. ἡμεῖς τοίνυν ἀποδείκνυμεν οὗ χάριν εὑρέθη ῥητορικὴ, ἵνʼ εἰ μὲν εἴη τοῦτο καλὸν, καὶ τὴν ῥητορικὴν χρηστὸν ἡγώμεθα, εἰ δʼ αἰσχρὸν καὶ φευκτὸν, τοῖς αὐτοῖς ὀνόμασι καὶ λογισμοῖς καὶ περὶ τῆς ῥητορικῆς χρώμεθα. φαίνεται τοίνυν ἐξ ἀρχῆς ὑπὲρ τοῦ δικαίου συστᾶσα καὶ νομισθεῖσα, ὥσπερ ἀφʼ ὧν, ὅπερ εἶπον, τοῦτο ἴσχυσεν ὄνομα οἱ νόμοι. ἔδει γὰρ τοῖς ταῖς χερσὶν ἐλαττουμένοις λόγου καὶ νόμου βοηθοῦ. οὐκοῦν ὅσʼ ἄν τις ἐκλέξας ἀδικήματα εἰς τὸ μέσον φέρῃ, πρὸς τῷ μηδὲν προὔργου πράττειν εἰς τοὺς κατʼ αὐτῆς ἐλέγχους καὶ τοὺς ὑπὲρ αὐτῆς λόγους κομιεῖ. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ὥστε μισεῖν καὶ κωλύειν εὑρέθη. νὴ Δίʼ

ἀλλὰ συκοφαντοῦσί τινες τῆς ῥητορικῆς προϊστάμενοι. καὶ κατʼ αὐτό γε τοῦτο σεμνότερον ἡ ῥητορική. πῶς; ὅτι καὶ τῶν ἰατρικῆς, οἶμαι, τινὲς προϊσταμένων ἀπέκτειναν φαρμάκῳ τινὰς ἤδη καί τινʼ ἴσως ἄλλον τρόπον, ἀλλʼ οὐ διὰ τοῦτο πονηρὸν ἡ ἰατρικὴ, ἣ τοσοῦτον ἀπέχει τοῦ κτείνειν ἀνθρώπους ὥστʼ ἐστὶ θανάτου φάρμακον ὡς εἰπεῖν τό γε ἐφʼ ἑαυτῇ. οὐκοῦν ὅστις μάλιστα μισεῖ καὶ δυσχεραίνει τοὺς ἀποκτιννύντας, οὗτος μάλιστα τοὺς σώζοντας ἀσπάζεται καὶ τιμᾷ. οὐκοῦν καὶ ἐπὶ τῆς ῥητορικῆς εἰ μὲν πέφυκεν ὥστε ὑβριστὰς καὶ κόλακας ποιεῖν, ἐξ ἀνάγκης αἰσχρὸν καὶ ἀγεννὲς καὶ ἀνελεύθερον καὶ οὐ πρέπον ἀνδρὶ καλῷ κἀγαθῷ· εἰ δὲ ὑπὲρ τοῦ λόγῳ σώζειν τοὺς ἀνθρώπους καὶ τὸ δίκαιον, ὑπὲρ τούτου κατεδείχθη, ὅπερ κατὰ σῶμα ἰατρικὴ, τοῦτʼ ἐν ψυχῇ ῥητορικὴ προϊόντος ἑξῆς

τοῦ λόγου πέφηνεν ἡμῖν οὖσα, ἐῶ γὰρ τὰ νῦν γυμναστικήν. ὥσθʼ ὅστις μάλιστα τοὺς συκοφαντοῦντας ἢ κολακεύοντας δυσχεραίνει, τούτῳ μάλιστα προσήκει τὴν ὑπὲρ τοῦ βελτίστου νομισθεῖσαν καὶ τούτων οὖσαν φάρμακον τιμᾶν. ὥσπερ γὰρ ὅστις ἀποκτιννύει ἰατρικὴν ὑπισχνούμενος οὐχ ἅμα ἰατρός τέ ἐστι καὶ ἀποκτίννυσιν, ἀλλʼ ἕως μὲν ἰατρὸς, οὐδαμῶς συμπράξει ταῦτα, ἀλλὰ κἂν ἄλλου πατάξαντος αὐτὸς ἰῷτο, ἅμα δὲ ἀποκτίννυσί τε καὶ τὴν τέχνην συνδιέφθαρκεν, οὕτω κἀνταῦθα οὐχ ἅμα ῥήτορές τέ εἰσι καὶ συκοφαντοῦσι καὶ κολακεύουσιν, ἀλλʼ ἕως μὲν ῥήτορες, οὐδέτερα τούτων, οὐδέ γʼ ἄλλο τι αἰσχρὸν οὐδέν

ἐστι παρʼ αὐτοῖς οὐδὲ παρὰ πολὺ, ἀλλὰ τοὺς μὲν ἀδικοῦντας ἐξελέγχουσι, τοὺς δʼ ἀγνοοῦντας διδάσκουσι περὶ τῶν πραγμάτων, ἅμα δʼ ἔξω τούτων τε καὶ τῆς ῥητορικῆς ἔσονται. οὔκουν ὄνειδος ποιήσουσι τῇ ῥητορικῇ, ὁπόταν πλημμελῶσιν. ἁμαρτήσονται γὰρ τοσοῦτον αὐτῆς ὅσονπερ τοῦ δικαίου, ἐπεὶ καὶ ἡ κυβερνητικὴ τοῦ σώζεσθαι δή που τοὺς ἐμπλέοντάς ἐστι τέχνη, καὶ μὴν ἔχοι γʼ ἄν τις τῶν ἐπὶ πρύμναν καθημένων ἀναγαγὼν εἰς τὸ πέλαγος καὶ καταδῦσαι καὶ ἄλλο τι χρήσασθαι τοιοῦτον. ἀλλʼ οὔτε τὴν κυβερνητικὴν δεῖ ψέγειν διὰ ταῦτα οὔτε λέγουσιν ἄνθρωποι ὅτι τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ πάντων ἐναντιώτατόν ἐστι κυβερνήτης συνεμβὰς, οὔτε τοὺς καταποντιστὰς εἰς ἓν, οἶμαι, τοῖς κυβερνήταις οὐδεὶς τίθησιν. ἀνάγκη μὲν γὰρ, οἶμαι, καὶ τὰ βλάψοντα τὴν ναῦν καὶ τὰ διατηρήσοντα εἰδέναι τόν γε κυβερνήτην, ὥσπερ οἶμαι καὶ τὸν
ἰατρὸν ἀνάγκη καὶ τὰ σφαλερὰ τῷ σώματι γιγνώσκειν καὶ τὰ σωτήρια· χρῆσθαι δʼ ἑκατέρωθι τοῖς χρηστοῖς ἡ τέχνη βούλεται, εἰκότως καὶ κατʼ ἐπωνυμίαν. καὶ τοσοῦτόν γʼ

ἀπέχει τοῦ περὶ ταῦτα κακουργῶν τις φυλάττειν τοὔνομα τῆς τέχνης, ὥστε κἂν ἄκων ἐξαμάρτῃ, φησὶν ὁ Πλάτων, οὐκ ἀκριβεῖ τῷ λόγῳ χρώμεθα, ἐπειδὰν φῶμεν ὅτι ὁ ἰατρὸς ἐξήμαρτεν ἢ ὁ κυβερνήτης. ἕως γὰρ ἂν ἡ τέχνη κρατῇ, ἁμάρτημα οὐκ ἔστιν, οὐ γάρ ἐστιν ἁμαρτεῖν κατʼ αὐτήν· τὸ γὰρ ἁμαρτεῖν οὐκ ἔστι τέχνη. κομιδῆ ἄρα ἐάν τις ἐξεπίτηδες τἀναντία οἷς ἡ τέχνη βούλεται ποιῇ, τοῦτον ᾧ μετέχει τῆς τέχνης ἀδικεῖν φήσομεν, ἢ τῇ τέχνῃ ποιεῖν ὄνειδος, ἀλλʼ οὐ τὴν τέχνην τούτῳ διπλοῦν ποιεῖν τοὔνειδος. καὶ τί δεῖ παραδειγμάτων ἑτέρων ἀλλʼ οὗ μικρῷ πρόσθεν ἡμεῖς τε ἐμεμνήμεθα καὶ Πλάτωνα σύμψηφον ἐδείκνυμεν; οἱ νόμοι σωτηρίας δή που τῶν πόλεων ἕνεκα καὶ τοῦ τὰ δίκαια βεβαιοῦν ἅπασι τίθενται, καὶ ἡ νομοθετικὴ καὶ κατʼ αὐτὸν ἐκεῖνον καὶ καθʼ ἡμᾶς καὶ κατὰ πάντας ἀνθρώπους χρηστὸν καὶ καλὸν καὶ σὺν δικαιοσύνῃ καταριθμεῖσθαι τοῦτʼ αὐτὸ δή που τὸ δικαίως οὐκ

ἐκπεφευγὸς, Πλάτων δὲ αὐτὸ καὶ πρότερον τίθησιν. ἐὰν οὖν τις ἡμᾶς ἔρηται λέγων ὡδὶ, πόσοι δὲ ἤδη νόμους ἤνεγκαν οὐδὲν ὑγιὲς καὶ πάντʼ ἔχοντας τὰ δεινότατα; πόσοι δʼ ἐν γραφαῖς ἑάλωσαν παρανόμων; ἢ πόσοι τῶν κυρίων ὄντες νόμων ἐλύθησαν ὡς οὐκ ἄμεινον αὐτοῖς χρῆσθαι; τί οὖν; πότερον τὴν νομοθετικὴν οὐ πάντη καλὸν φήσετε διὰ τοὺς τοιούτους νόμους, ἢ πάντας τοὺς πώποτε γραφέντας ἢ μέλλοντας γραφήσεσθαι νόμους εἶναι καλοὺς καὶ δικαίους, ἐπειδὴ δεῖ πάντως καλὸν εἶναι τὴν νομοθετικήν; ἆρʼ ἄφυκτα ἐρωτᾶν αὐτὸν φήσομεν καὶ συγκαλυψόμεθα; ἢ τίνος ἐστὶν εὐπορῆσαι μετρίας ἀποκρίσεως καὶ ἣ τὴν νομοθετικὴν καὶ τοὺς τῷ ὄντι νόμους καλόν τε καὶ δίκαιον εἶναι φήσει; τούτου γὰρ χάριν ἐλθεῖν εἰς ἀνθρώπους τὸ πρῶτον, τὰ δὲ τοιαῦτα οὐ νόμους εἶναι μᾶλλον ἢ τὸ τοῦ Δημοσθένους ἀνομίαν, καὶ ἃ κωλύουσιν οἱ νόμοι καὶ ὑπὲρ

ὧν εὑρέθησαν ὅπως μὴ γίγνοιτο. προσθείην δʼ ἂν ἔγωγε ὅτι ὦ ὡδὶ σὺ ἐρωτῶν οὐ φοβεῖ με τοῦτο, ὅτι ἑάλωσαν παρανόμων νόμους ἤδη τινὲς γράψαντες. ἀλλὰ καὶ τοῦτο

ἐμοὶ μαρτυρεῖ. τοὺς γὰρ παρανόμων ἁλόντας οὐκέτʼ εἶναι νόμους τό γε ἀκριβές· οὐ γὰρ ἂν εἶεν νόμοι τε ἅμα καὶ παρὰ τοὺς νόμους. ὥστε παρανόμοις ἀκούειν οὐ νομίμοις προσήκει γράμμασιν αὐτοῖς. ταῦτά μοι καὶ ὑπὲρ ῥητορικῆς ἔστω πρὸς Πλάτωνα. ἣν δʼ ἂν τότε κοινὴν ἐποιησάμεθʼ ἀπόκρισιν, αὕτη νῦν ἐμοὶ πρὸς τὸ παρὸν γιγνέσθω. οὐκ ἂν ὁμοῦ κόλακές τε καὶ ῥήτορες εἶεν, οὐδὲ ὁμοῦ συκοφάνται καὶ ῥήτορες, εἴπερ ὄντως ἡ ῥητορικὴ τοῦ δικαίου χάριν εἰσῆλθε καὶ σωτηρίας τοῖς ἀνθρώποις, ὥσπερ οἱ νόμοι. ἀλλʼ ἕως ἂν ἰατρικὴ σώζῃ τοὺς κάμνοντας καὶ κυβερνητικὴ σώζῃ τοὺς πλέοντας καὶ νόμοι τοὺς χρωμένους, οἱ ῥητορικῆς λόγοι σώζουσιν οὓς χρὴ καὶ τὸ δίκαιον φυλάττουσιν· ἐπεὶ καὶ τὴν ὑφʼ ἡμῶν ταύτην κληθεῖσαν φιλοσοφίαν, εἴ τις βούλοιτο κακίζειν, πόλλʼ ἂν ἔχοι παράγειν ἐν τοῖς λόγοις· οἷον εἰ Διαγόρου κατηγοροίη καὶ Ἀναξαγόρου καί τινας ἄλλους ἐκλέξας ὕστερον ἢ καὶ τὸ πρότερον γενομένοις ἀτόπους ἀνθρώπους· ὧν οἱ μὲν διέφθειραν δή που τινὰς, οἱ δʼ ἐβλασφήμησαν περὶ θεοὺς, οἱ δὲ λόγους ἄλλους τινὰς εἶπον, οὓς οὐκ ἄμεινον ἦν ὅλως, οἱ δὲ αὐθαδείας πλέον ἢ φρονήσεως εἰσηνέγκαντο. ἀλλὰ μὴ οὕτω βέλτιον ᾖ λέγειν, ὅτι οὐκ, εἴ τινες φιλοσοφίας προβλήματι χρώμενοι φαῦλοι καὶ μηδὲν βελτίους τῶν πολλῶν γεγόνασιν, ἢ νὴ Δία καὶ δεινότεροι κακουργεῖν,
οὐ διὰ ταῦτα ἀτιμαστέον φιλοσοφίαν, ἕως ἂν φιλοσοφία μὴ τὸ τὰ τοιαῦτα ποιεῖν ᾖ, ἀλλʼ αὐτοῖς τούτοις τεκμηρίοις χρηστέον κατʼ ἐκείνων, ὅτι διημαρτήκασι φιλοσοφίας.