Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε εἰρημένον, οἱ μέγιστοι τῶν ἐν ταῖς τέχναις οὐχ ᾧ μετεσχήκασι τῆς τέχνης μέγιστοι γεγόνασιν, ἀλλʼ ᾧ τὴν τέχνην παρεληλύθασι. διὰ ταῦτα καὶ συμφοιτητῶν οἱ μὲν χείρους, ἀλλὰ καὶ κρείττους, ὁ Φειδίας, ὁ Ζεῦξις, ὁ Ἱπποκράτης, ὁ Δημοσθένης, ὅντινα βούλεται θαυμάζειν τις. οὐ γὰρ ὥσπερ ὅροις τακτοῖς ἐνέμειναν, οὐδʼ ἐν μικρῷ τὰ σφέτερʼ αὐτῶν ἤγαγον, οὐδʼ ὡμολόγησαν ὑπὸ τῆς τέχνης ἄρχεσθαι, ἀλλʼ ἐνιδόντες τῇ
φύσει τῶν λόγων, οἱ δὲ τῶν πραγμάτων, παῖδας τοὺς πρὸ αὑτῶν ἀπέδειξαν, καὶ μάλʼ ἀναγκαίως καὶ κατʼ αὐτὴν τὴν φύσιν. ἐπειδήπερ καὶ λόγων καὶ πραγμάτων ἁπάντων καὶ θεῶν καὶ ἀνθρώπων ἡγεμών ἐστι φύσις, οὐ τέχνη, καὶ τὰ πράγματα οὕτως ἔχει, ὡς ἡ φύσις αὐτῶν ἔχει, οὐχ ὡς ἡ τέχνη. ἀλλὰ καὶ ἡ τέχνη τῆς φύσεώς ἐστιν, οὐχ ὡς ἡ φύσις τῆς τέχνης ἔργον· νὴ Δίʼ ἔγωγʼ ἂν εἴποιμι καὶ εὕρημα καὶ κτῆμα τὴν τέχνην εἶναι τῆς φύσεως. ἅ τις εἰ μὴ παραδέξεται, τοὺς πρώτους εὑρόντας αὐτὰς τὰς τέχνας τοῦ μηδενὸς ἀξίους εἶναι κρινεῖ. καὶ πρεσβεύων τὴν τέχνην ἀτιμάσει τοὺς πατέρας τῶν τεχνῶν. διὰ τί; ὅτι οὐ χαλκευτικὴ χαλκευτικὴν εὗρεν οὐδʼ ἰατρικὴ ἰατρικὴν, οὐδὲ ἁπλῶς εἰπεῖν οὐδεμίʼ εὗρε τέχνη τέχνην, ἀλλὰ πάσας τὰς τέχνας, ὅπερ εἶπον, ἡ φύσις εὗρεν. εἰ γὰρ αἱ τέχναι τὰς τέχνας ἔμελλον εὑρήσειν, οὐκ ἂν ἦν λαβεῖν τὴν ἀρχήν. οὐ γάρ πω τεχνῶν οὐσῶν οὐκ ἂν ἦν τέχνην εὑρεῖν· τῇ γὰρ μὴ οὔσῃ πῶς ἐνῆν εὑρεῖν; εἰ δʼ αὖ τὸ φύσει γιγνόμενον φαυλότερον τῆς τέχνης, πάντες ἂν οἱ πρῶτοι τὰς τέχνας εὑρόντες ἦσαν φαυλότατοι· πάντες γὰρ φύσει τὰς τέχνας εὗρον τὸ ἐξ ἀρχῆς. οὐκοῦν καὶ κατὰ τοὺς εὑρόντας ἐξ ἀρχῆς καὶ κατὰ τοὺς ὑπερέχοντας ἡ φύσις νικᾷ. καὶ μὴν εἴ τις ἐξετάζοι τί ποτʼ ἐστὶν ᾧ στρατηγὸς στρατιώτου διαφέρει, καὶ ὅλως ἄρχων ἰδιώτου, τοῦτʼ ἂν εὕροι προφαινόμενον, ὅτι ἄρχοντος μέν ἐστι προστάξαι, ἀρχομένου δʼ ἀκούσαντα ποιῆσαι. οὐκοῦν προστάττει μὲνὁ εὑρὼν, ὁ δʼ ἀκούσας μανθάνει. εἰ γάρ τις μὴ εὕροι ὅ τι χρὴ ποιεῖν, πῶς ἂν ἄλλῳ προστάξειεν ἃ χρὴ ποιεῖν; εἰ γὰρ αὐτὸς ἀκούσας ἄλλου προστάξειεν ἃ χρὴ ποιεῖν, πείσεται πρότερον ἢ προστάξει. τοῦτο δʼ, ἕως ἂν ἄρχων ᾖ, τῶν ἀδυνάτων. προστάττειν μὲν γὰρ ἦν τοῦ γε ἄρχοντος, οὐ πείθεσθαι, οὐδέν γε μᾶλλον ἢ καὶ διδασκάλου πείθεσθαι τοῖς μαθηταῖς ἐστί. φαίνεται τοίνυν καὶ κατὰ τοῦτον τὸν λόγον ἡ μὲν φύσις ἄρχοντος χώραν ἔχουσα, ἡ δʼ ἐκ τοῦ μαθεῖν τέχνη διακόνου καὶ πειθομένου τῷ κρείττονι. καὶ μὴν κἀκεῖνό γε ἐν τοῖς ἄνω λόγοις ἦν, ὡς θεοὶ μὲν εὗρον καὶ κατέδειξαν ἕκαστα, ἄνθρωποι δὲ λαβόντες παρὰ θεῶν χρώμεθα, ἄλλοις ἄλλων ἑρμηνεῦσι χρησάμενοι. τίς ἂν οὖν λόγος μᾶλλον σώσειε τὸ γιγνόμενον ἢ τῷ πιστεῦσαι δικαιότερον ἢ ᾧ θεοὺς μὲν εὑρεῖν ἕκαστα τίθεμεν καὶ νῦν ἔτι σημαίνειν, πάλιν δʼ ἀρχῆς ἴδιον φαμὲν εἶναι τὸ εὑρεῖν καὶ προστάξαι, τὸ δʼ ἀκοῦσαι καὶ μαθεῖν τοῦ χείρονος, οὔτε γὰρ δή που θεῶν ἅπανθʼ εὑρόντων αἰσχρὸν ἄρχοντος θεῖναι τὸ εὑρεῖν, εἴπερ ἄρχουσιν οἱ θεοὶ πάντων, οὔτʼ ἀρχῇ τοῦ προστάξαι προσήκοντος αἰσχρὸν εἰς θεοὺς ἀνενεγκεῖν τὴν εὕρεσιν, εἴπερ εὑρόντος μέν ἐστι σημῆναι, εὑρίσκει δὲ ὁ κρείττων ἀεί. εἶεν. δεσπότης δʼ οἰκέτου τῷ διαφέρει πρὸς θεῶν; οὐ δεσπότου μὲν προστάξαι, δούλου δʼ ὑπακοῦσαι πᾶς τις ἂν φήσειεν εἶναι; οὐκοῦν ὁ μὲν οἶδεν ἐφʼ ἑαυτοῦ τί χρὴ ποιεῖν, ὁ δὲ ἀκούσας μανθάνει. τί δὲ ὁ τῶν παρθένων ἐπαινέτης τε καὶ σύμβουλος λέγει ὁ Λακεδαιμόνιος ποιητής;
πολλὰ λέγων ὄνυμʼ ἀνδρὶ, γυναικὶ δὲ Πασιχάρηα.πολλὰ, φησὶν, ὁ ἀνὴρ λεγέτω, γυνὴ δὲ οἷς ἂν ἀκούσῃ χαιρέτω. ἆρʼ οὖν οὐκ εὔδηλον ὡς ὁ μὲν αὐτὸς εὑρηκὼς καὶ προειδὼς ἐρεῖ πολλὰ, ᾗ δʼ ἄρχεσθαι προσήκει,
στέρξει τοῖς λεγομένοις; οὐ γὰρ δή που τῆς γε γυναικὸς ἀκοῦσαι περιμένων, εἶτʼ ἐρεῖ πρὸς τὴν γυναῖκα αὐτὸς τί δεῖ ποιεῖν· οὐδʼ ὡς ἐκέλευεν Ἡσίοδος, ἵνα ἤθεα κεδνὰ διδάξῃ, τοῖς ἐκείνης λόγοις ἀκολουθῶν. ἀλλʼ εἴπερ διδάξει, προστάξει· εἰ δὲ προστάξει, τῆς ἑαυτοῦ φύσεως ἐγγύτατα ἄξει τὴν γυναῖκα, ὡς ἀμείνων χείρονα. ὅσῳ τοίνυν θεὸς μὲν ἀνθρώπου, ἄρχων δʼ ἰδιώτου, δεσπότης δʼ οἰκέτου, γυναικὸς δʼ ἀνὴρ κρείττων καὶ τελεώτερος, τοσούτῳ κρεῖττον καὶ ἱκανώτερον φύσις ἢ τέχνη, ἢ κομιδῆ πάντʼ ἄνω καὶ κάτω γένοιτʼ ἄν. ἔτι τοίνυν κἂν ἀπὸ τῶν ἐναντίων τις αὐτὸ λόγων ἴδοι. εἰ μὲν γὰρ ἅπαντας τοὺς ἐπὶ τῶν τεχνῶν ὡμολογεῖτο εἶναι σπουδαίους, ἢ πᾶσαν πάντως τέχνην ἀγαθὸν, τάχʼ ἄν τις ὥσπερ ἔλεγχον εἶναι ταῦτα ᾠήθη. νῦν δὲ τίς οὐκ οἶδε πολλοῖς ὄνειδος τὴν τέχνην οὖσαν; οἷον τοὺς σκυτοδέψας καὶ σκυτοτόμους καὶ γναφεῖς καὶ νευρορράφους τίς ἂν εὐδαιμονίσειε τῆς τέχνης; καὶ μὴν οὐκ ἐμὸς ὁ μῦθος, ἔφη ὁ Πλάτων, τὸ τοῦ Εὐριπίδου προσπαίζων, ἀλλʼ ὑμέτερος, ὦ Πλάτων, καὶ τοῦ σοῦ νὴ Δίʼ ἐργαστηρίου, καὶ τὰς τέχνας ταύτας βαναύσους καὶ τοὺς
ἐπʼ αὐτῶν ἀνδραποδώδεις εἶναι. οὐκοῦν ἄτοπον καὶ περιφανὴς συκοφαντία τοῖς μὲν ἃς εἶπον τέχνας εἰδόσι καὶ τοῖς ἄλλας μυρίας μηδενὸς ἀξιοῦν μετεῖναι χρηστοῦ παρὰ τὴν τέχνην, εἰ δέ τις μὴ τέχνῃ τι μετέρχεται, διὰ τοῦτʼ αὐτὸν ψέγειν ὡς ἑνὸς τῶν βεβαίως καλῶν στερόμενον, καὶ τοὺς αὐτοὺς ὑμᾶς ἅμα μὲν μηδένα ποιεῖσθαι τῆς τέχνης λόγον, ἀλλὰ καὶ προφέρειν αὐτὸ τοῖς πολλοῖς, ἅμα δὲ ὡς καθαρῶς ἀγαθὸν τὸ αὐτὸ τοῦτο σεμνύνειν, ὅ τι ἂν μὴ τέχνῃ γίγνηται κακίζοντας. καὶ μὴν ἑλοῦ γε δυοῖν θάτερον, εἴποι δικαίως ἂν ἡ ῥητορικὴ, ἢ καὶ τοὺς χειροτέχνας ὡς καλοὺς κἀγαθοὺς τιμᾶν, ἢ τούς γε ῥήτορας μὴ ψέγειν,εἰ μὴ τέχνην κέκτηνται περὶ ὧν λέγουσιν. ἆρʼ ἔχει τινὰ καὶ ἡ ῥητορικὴ τὸν ἐροῦνθʼ ὑπὲρ αὐτῆς παρασχέσθαι, ἢ ταῦτα ἴσα ἀντʼ ἴσων; οὐκ ἂν, οἶμαι, φήσειεν ὁ Ὁμηρικὸς Ἰδομενεύς. ἃ μὲν οὖν, εἰ καὶ μὴ τέχνην εἶναι δοίημεν αὐτὴν, ἔχοι τις ἂν λέγειν ὑπὲρ αὐτῆς πολλὰ ἀφελόντι τῶν ἐπιόντων τοσαῦτα καὶ τοιαῦτά ἐστιν. ἴσως δέ τις οἰήσεται τούτων οὕτως ἀποδεδειγμένων τὸ φαυλότερον σπεύδειν ἡμᾶς λοιπὸν, ἐὰν ὅτι καὶ τέχνη διδάσκειν πειρώμεθα. ἐγὼ δὲ οὔτε τῶν εἰρημένων οὐδὲν μετατίθεμαι οὔτε Πλάτωνι συγχωρῶ τὸ μηδὲν μετεῖναι ῥητορικῇ τέχνης, ἀλλʼ ὅσον αὐτῇ τέχνης, χρήσομαι γὰρ τοῖς Πλάτωνος αὐτοῦ ῥήμασι, τοῦτʼ ἐπέξειμι. ὅπερ δὲ ἐν τοῖς ἄνω, τοῦτο κἀνταῦθα ποιήσω, αὐτοῖς οἷς εἴρηκε Πλάτων ἀκολουθῶν ἐπιδείξω μετέχουσαν τέχνης. καίτοι τί ἂν ἄλλο τις
βούλοιτο; φησὶ γὰρ δή που διαβάλλων αὐτὴν ὅτι στοχάζεται καὶ προάγει τοὺς λόγους οὕτως ὅπως ἂν στοχάζηται. καίτοι πῶς οὐχ ὑπεναντίον φάσκειν μὲν στοχάζεσθαι, λέγειν δʼ ὡς οὐ χρῆται λόγῳ διʼ αὐτὸ τοῦτο; πάντες γὰρ οἱ στοχαζόμενοι δή που τῷ λόγῳ προσάγοντες αὑτοὺς οὕτως στοχάζονται. οὐ γάρ ἐστι μὴ λόγῳ χρώμενον στοχάζεσθαι, ἀλλʼ ὁ τοῦ πράγματος λόγος οὗτός ἐστιν ὁ ποιῶν στοχάζεσθαι. οἷον οἱ τῶν πόρρωθεν ὁρωμένων στοχαζόμενοι καὶ τυγχάνοντες ἀναφέροντες οἶμαι πρὸς τὴν φύσιν οὕτως στοχάζονται, καὶ τούτῳ χρώμενοι τῷ λόγῳ, καὶ ὡσπερεὶ σκοπῷ τούτῳ στοχάζονται. ὡς οἵ γʼ ἀποτυγχάνοντες ἀρχὴν οὐδὲ στοχάζονται, ἀλλʼ αὐτὸ τοὐναντίον τῷ στοχάζεσθαι ποιοῦσι. τὸ γὰρ στοχάζεσθαι τοῦτʼ ἐστὶ τυχεῖν τοῦ πράγματος. οὐκοῦν οὐχ ᾧ στοχάζεται ἁμαρτάνει τις, ἀλλʼ ᾧ διήμαρτεν οὐκ ἐστοχάσατο. εἰκότως· οὐδεὶς γὰρ ἁμαρτάνει λόγῳ χρώμενος, ἀλλʼ ἅμα ἐσφάλη καὶ τὸν λόγον οὐ διεσώσατο. ὁ γὰρ λόγος ταύτην εἶχε τὴν δύναμιν, μὴ διαμαρτάνειν, καὶ τοῦθʼ οὕτως ἀληθές ἐστιν ὥστε οἱ φρονιμώτατοι τῶν ἀνθρώπωνκαὶ λόγου πλείστου μετέχοντες ἄριστα στοχάζονται. ὥστʼ εἰ τὸ στοχάζεσθαι τῆς ῥητορικῆς ἐστιν, ἐπὶ πλεῖστον ἡ ῥητορικὴ σώζει λόγον. τοῦτο μὲν οὖν ἐξ αὐτῶν ὧν εἴρηκε συγκρουόμενον οὕτω φαίνεται. θαυμάζω δὲ ὅπως οὔτʼ
ἔγνω οὔτʼ ἐστοχάσατο ὅτι καὶ χωρὶς τοῦ τἀναντία συνθεῖναι καὶ χρήσασθαι σημείῳ τοῦ μὴ τέχνην εἶναι, ὃ τοῦ τέχνην μᾶλλον εἶναι σημεῖόν ἐστι, διʼ ἑνὸς καὶ μόνου τούτου δώσει λαβὴν, εἰ δοίη τῆς ῥητορικῆς εἶναι τὸ στοχάζεσθαι. φέρε γὰρ πρὸς θεῶν εἴ τις αὐτὸν ἤρετο ὡδὶ λέγων κατʼ αὐτὸν ἐκεῖνον, Τοξικὴν δέ τινα, ὦ Πλάτων, οἶσθα τέχνην, ὅσον εἰπεῖν, ἢ καλεῖς; τὴν μὲν γὰρ πολιτικὴν ἐπιστήμην πᾶσαν διελήλυθας καὶ τὰ μόρια αὐτῆς εὕρηκας ἀκριβῶς. ἔγωγε, εἶπεν ἂν, οἶδα καὶ καλῶ. τίς οὖν ἐστιν αὕτη καὶ τί ἐπαγγέλλεται; τοῦ σκοποῦ τυχεῖν ἐν τῇ τῶν βελῶν ἀφέσει. καλῶς. οὐκοῦν ὁπόταν στοχάσηται, τότε τυγχάνει. πῶς γὰρ οὔ; πότερον οὖν οὐκ ἔστι τέχνη διὰ τὸ στοχάζεσθαι, ἢ τούτου καὶ ἔστι τέχνη τοῦ στοχάζεσθαι; ἐγὼ μὲν οἶμαι τούτου. εἶεν. τί δʼ ἡ κυβερνητική; ἐμοὶ μὲν γὰρ δοκεῖ τοῦτο ὅπερ ἡ τοξικὴ καὶ αὐτὴ πράττειν; κατὰ γοῦν τὸν λόγον ᾧ χρῆται. στοχάζεται γὰρ, οὐ μὴν ὡς βέλει τυχεῖν, οἶμαι, ἀλλʼ ὡς ἐκ τῆς θαλάττης σῶσαι. ὅσα μὲν γὰρ δεῖ μαθεῖν ἐν παιδείᾳ τὸν κυβερνήτην οἶδε καὶ ἀκήκοε. σώζει δὲ οὐ τούτοις τὸ σύμπαν εἰπεῖν τὴν ναῦν, ἀλλʼ οἷς εὖ τίθεται τὸ παρόν. τοῦτο δὲ ἀμήχανον αὐτῷ χωρὶς τοῦ στοχάζεσθαι. σκόπει γὰρ πρῶτον μὲν, εἰ βούλει, τοὺς εἰς Αἴγιναν διακομίζοντας, ὅτι ὁρῶσι τὴν Αἴγιναν· πρὸς ὃ οὖν ὁρῶσι στοχάζονται· ἔπειτα τοὺς εἰς τὸν Πόντον, εἰ δὲ βούλει, τοὺς εἰς Αἴγυπτον καὶ τὴν οὐδὲ σοί ποτε ἀήθη Σικελίαν· τούτους γὰρ καὶ παντάπασιν εὑρήσεις στοχαζομένους. πρῶτον μὲν γὰραὐτοῦ δεῖ τοῦ ποῦ ποθʼ ὁ σκοπὸς στοχάσασθαι, καὶ ὃ τότʼ ἦν παρὰ τῶν ὀφθαλμῶν, τοῦτʼ εἰκάσαι τῷ λογισμῷ· ἔπειτα φανέντος αὖθις στοχάζεσθαι πρὸς τὸ ὁρώμενον. φέρε γὰρ τὸν Ὀδυσσέα παρὰ τῆς Καλυψοῦς ἀκηκοότα πλεῖν ὅτι χρὴ τηρεῖν τὴν ἄρκτον ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα. οὔκουν τὰ καθʼ ἕκαστα καὶ διʼ ὧν εἶσιν ἡ ναῦς αὐτὸν ἤδη δεῖ συλλογίζεσθαι· πολλὰ γὰρ ἂν πελάγη περάσαις καὶ πολλοὺς ἂν εἰς τόπους καὶ λιμένας κατάραις ἐπʼ ἀριστερὰ τὴν ἄρκτον ποιησάμενος, ὡς δʼ αὖ καὶ ἐπὶ δεξίʼ,
ὥστε Φάρου τυχεῖν, οὐδὲ πορθμοῦ διὰ βιβλίου· ἀλλʼ ἀνάγκη τὰ ἐπὶ μέρους στοχάζεσθαι. φέρε γὰρ, τί μαθόντες νῦν μὲν εἴσω τοὺς οἴακας ἄγουσι, πάλιν δὲ εἰς τί ἔξω τῆς αὐτῆς ἡμέρας; οὐχὶ τοῦ ὁρωμένου στοχαζόμενοι, ἢ τοῦ μέλλοντος ὀφθήσεσθαι; τοῦ δὲ χάριν παρὰ τῶν ἐντυχόντων ποῦ θαλάττης εἰσὶν ἢ πρὸς τίνι γῇ πολλάκις πυνθάνονται; οὐχ οἵ γε ἀκριβεῖς, ἐρεῖς. τίς δʼ ἀνθρώπων ἀκριβὴς ἢ διαρκής; οὐκοῦν οὐδὲ τεχνίτης οὐδεὶς τῷ λόγῳ τούτῳ. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, τί δεινὸν, εἰ μηδὲ ῥήτωρ τεχνίτης διαρκὴς μηδείς; καὶ μὴν εἰ μὲν τὸ κυβερνᾶν τέχνη, κἂν ἐπὶ τοῦ κεκλημένου κυβερνήτου μὴ σώζηται, τί κωλύει καὶ ῥητορικὴν τέχνην εἶναι, κἂν παρὰ τοῖς ῥήτορσιν εἶναι φάσκουσι μὴ σώζηται; εἰ δὲ δὴ καὶ περὶ τούτων διαλέγει τῶν κυβερνητῶν ὧν τις πυνθάνεται παρʼ ἑτέρου τι καὶ ζητεῖ, οὐ γὰρ περί γε τοῦ Ποσειδῶνος, οὐδὲ τῶν Νηρηίδων, οὐδὲ τῶν Διοσκούρων, ὅμως δʼ αὐτοῖς ἀποδίδως εἶναι κυβερνήταις, ὡς ἄνθρωπος ἀνθρώποις, καὶ τέχνην ἔχειν τὴν κυβερνητικὴν, τούτοις ἅπασίν ἐστι τὸ στοχάζεσθαι, οἴ γε καὶ πρὶν ἀπαίρειν εὐθὺς κάθηνται στοχαζόμενοι περὶ τῶν πνευμάτων· οὐ γὰρ παρὰ τοῦ γε Διὸς ἤκουσαν ἐπὶ τῆς Ἴδης ἢ τοῦ Γαργάρου, ἀλλʼ οἶμαι ἐξ ἀρχῆς εἰς τέλος στοχάζονται ἀνέμων λιμένων εἰφθήσονται πάντων ὡς ἔπος εἰπεῖν. ὥστε σοι τὸ τοῦ μορίου εἴδωλον σκιᾶς ὄναρ εἰς ἔλεγχον κατὰ Πίνδαρον γίγνεται. πρὸς Διὸς, ἡ δὲ τῇ δικαιοσύνῃ ἀντίστροφος ἰατρική σοι καὶ δεύτερον ἀγαθὸν τῷ σώματι, εἰ δὲ βούλει, καὶ ἡ γυμναστικὴ, πότερον οὐ στοχάζονται τῆς φύσεως τῶν σωμάτων; νὴ Δία, ἐάν τε εἴπῃς γε, ἐάν τε μή. ἢ πρόοιδεν ὁ γυμναστὴς εὐθὺς ἐξ ἀρχῆς ὅπως ἡμῶν ἕκαστος ἔχει σώματος, οὐ παρὰ τῆς πείρας μανθάνει; τί δʼ ἐπειδὰν πρὸς τοῦτο γυμνάζῃ, πρὸς ὃ πειρᾶται, πότερʼ ὥσπερ ὁ Ἀπόλλων ὁ ἐν Δελφοῖς, οὕτως ἐξεπίσταται τὸ μέλλον, καὶ διισχυρίζεται τὸν ἄνδρα τόνδε ἐκ τῶνδε πανταχῆ καὶ πάντως ἀπαθῆ καταστήσειν ἢ καθάπαξ ἢ ποσόν τι χρόνου; οὐκοῦν ἢ μὴ στοχαζόμενον μαινόμενον τὸν γυμναστὴν λέγεις, ἢ σωφρονῶν αὐτὸς ὁμολογήσει στοχάζεσθαι τοῦ βελτίστου, τοιοῦτον δʼ οὐδὲν ἔχειν προειπεῖν οὐδʼ ἐπαγγείλασθαι. εἶεν. ὁ δὲ δὴ τῆς μὲν πείρας εἰς πίστιν ἰσχύσας καὶ τοῖς
φαρμάκοις καὶ ταῖς διαίταις ἤδη χρώμενος τούτοις ἰατρὸς, ὅπως δʼ ἕκαστος ἡμῶν ἔχει φύσεως ἢ συγκρίσεως ἀγνοῶν, ἆρʼ οὐ στοχαζόμενος προσάγει πάνθʼ ὅσα ἂν ποιῇ περὶ τὸν κάμνοντα ἀναφέρων εἰς τὸ εἰκός; ἐγὼ μὲν οἶμαι. ἢ δύναιτʼ ἄν τις αὐτῶν ἀποτόμως εἰπεῖν ὅτι τούτοις οὑτοσὶ χρώμενος ἔξω παντὸς ἔσται κινδύνου καὶ δυσχερὲς οὐδʼ ὁτιοῦν πείσεται; οὐ μέντἂν τοσοῦτον ἐλείποντο τοῦ τὴν Ἐπίδαυρον ἔχοντος θεοῦ, φαίης ἂν, καὶ μάλα ἐμοὶ γοῦν κατὰ νοῦν. ἀλλʼ ἀπὸ τῶν πολλῶν καὶ κοινῶν, οἶμαι, καὶ τὰ ἴδια εἰκάζουσιν. εἰ δʼ ἄρα καὶ ἰδίᾳ τισὶ παρηκολούθησαν, πρὸς αὐτὴν τὴν πεῖραν στοχάζονται, τὸ μέλλον ἑκάστῳ συνοίσειν ἐκλέγοντες. καὶ ταῦτα, ὦ Πλάτων, ταῖςσαῖς ἀδαμαντίναις ἀνάγκαις ἀποδείκνυται. ὅτι μὲν γὰρ οὐ ταὐτὰ πᾶσι λυσιτελεῖ τοῖς σώμασιν οὔτε νοσοῦσιν οὔτε ὑγιαίνουσι λέγω, ἀλλʼ ὥσπερ οὐ ταὐτὰ νοσοῦσί τε καὶ ὑγιαίνουσιν, οὕτω καὶ ἔτι μᾶλλον οὔτε ἐν ταῖς νόσοις ἅπασι ταὐτὰ οὔτʼ ἐπὶ τῆς ὑγιείας αὐτῶν πεύσει τῶν ἰατρῶν. τὰς δʼ ἁπάντων αὖ διελέσθαι φύσεις ἀδύνατον. ὥσπερ γὰρ ταῖς ἰδέαις διαφέρειν ἀλλήλων ἐν πᾶσιν ἀνθρώποις ἐστὶν, οὕτως κἀν τῇ διʼ ὅλου φύσει τοῦ σώματος ἄλλος
ἄλλου κεχώρισται διὰ παντὸς τοῦ γένους. ἀλλὰ μὴν τόν γε συντυχόντα καὶ δεηθέντα κελεύει θεραπεύειν ἡ τέχνη, κἂν ἐκ περάτων ἥκῃ τις ἀρτίως. τί οὖν δεῖ λοιπὸν ἢ στοχάζεσθαι; εἰ γὰρ μήτʼ εἴσεται πάντας καὶ θεραπεύσει τὸν προσελθόντα, καὶ τοσοῦτον εἴσεται δή που, μὴ πᾶσι δεῖν τῶν αὐτῶν, ὃ λέγω λείπεται. ἢ σὺ τἀναντία δείξας μὴ σφυρήλατος σταθεὶς ἐν Ὀλυμπίᾳ μόνον, ἀλλὰ καὶ πομπείου τυχὼν Παναθηναίοις τοῖς μεγάλοις περίιθι. σκόπει δὴ καὶ περὶ τῆς γραφικῆς, ἣν εἰ καλεῖς τέχνην, οὐκέτʼ ἐρήσομαι· καλεῖς γὰρ ἐν αὐτοῖς γε τούτοις τοῖς Γοργιείοις λόγοις. ἆρʼ οὖν ἄλλο τι ταύτης κεφάλαιόν ἐστι πλὴν στοχάζεσθαι τῶν ἀεὶ παρόντων καὶ ὧν ἂν τὴν μίμησιν δέῃ ποιήσασθαι; καὶ μὴν εἰ μὴ τοῦτο, τί ἕτερον; αὕτη γοῦν ἐστιν ἡ καὶ τὸ ῥῆμα πεποιηκυῖα τῷ πράγματι· αἱ γὰρ τῶν γραφέων εἰκόνες εἰκάζειν ἐποίησαν καὶ περὶ τῶν ἄλλων λέγεσθαι. εἰ δʼ ἄρα πρότερον ἦν τὸ ῥῆμα τῆς τέχνης, ἔτι κάλλιον μαρτυρεῖται μόνου τοῦ εἰκάζειν εἶναι τὴν τέχνην, εἴπερ τὸ ἔργον αὐτῆς εἰκὼν εἶναι κρατεῖ. οὐ μὴν οἶμαι λόγου χωρὶς εἰκάζει, ἀρχὴν γὰρ οὐδʼ ἂν εἴκαζεν, εἰ μὴ εἶχε διʼ ὅτου, ἀλλʼ εἰκάζει πρὸς τὸν τῆς φύσεως λόγον. εἰ δέ σοι φίλον καὶ περὶ τούτου φιλονεικεῖν, ἔχε τἄλλα ἡμετέραν χάριν, ἀλλʼ ὡς οὐχ ἥ γε τῶν χρωμάτων κρᾶσις στοχαζομένης ἐστὶ τῆς τέχνης, καὶ οὐ τέχνης μόνον, ἀλλὰ καὶ φύσεως ἱκανῆς. ταυτὶ μόνον δείξας καταγέλα τῆςῥητορικῆς. καὶ μὴν τό γε κάλλιστον τῆς τέχνης καὶ τελεώτατον καὶ ᾧ γραφικὴν ἢ πλαστικὴν εἶναι διαφέρει, τοῦτʼ ἐστὶν ἡ τοῦ χρώματος δή που μίξις. ἐγγὺς γὰρ ἄγει τὸ εἰκασθὲν τῆς ἀληθείας. οὐκοῦν ᾧ μεγίστῳ προέχει, τοῦτʼ ἀφαιρεῖς, ἐὰν μὴ λίπῃς τὸ εἰκάζειν. καὶ τί δεῖ τὰς ἄλλας ἐξετάζειν τέχνας ὅσαι διὰ τοῦ στοχάζεσθαι χωροῦσιν; αὐτὴ γὰρ ἡ μαντικὴ κινδυνεύει τοῦτʼ εἶναι μόνον εἰκάσαι· καίτοι φαίη τις ἂν οὑτωσὶ σκοπῶν καὶ διαιρῶν ὅτι τούτῳ καὶ μόνῳ μάντιν ἢ ἰδιώτην εἶναι διαφέρει, τῷ τὸ μὲν εἰκάζειν ἁπάντων, τὸ δʼ ἐπίστασθαι τοῦ μάντεως εἶναι· ἐγὼ δέ φημι τὸν μάντιν αὐτὸ τοῦτʼ ἐπίστασθαι εἰκάσαι, πλέον δʼ οὐδʼ ὁτιοῦν. καὶ τούτου Πλάτωνα παρέξομαι μάρτυρα, κἂν μὴ φαίνηται μαρτυρῶν, ἔμοιγε πιστεύσῃ μηδείς. τὸ δὲ ἥδιστον τῆς μαρτυρίας, οὐ γὰρ ἐν ἄλλοις τισὶ δράμασιν ἢ λόγοις, ἀλλʼ ἐν αὐτοῖς οἷς ἀρτίως εἰς ἑτέρων ἀπόδειξιν ἐχρώμεθα ἔνεστι διαρρήδην, ἐπεὶ τήν γε τῶν ἐμφρόνων ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτε ἐκ νοῦ καὶ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι
καλοῦσιν. οὐκοῦν ὅτε τὴν οἰωνιστικὴν εἰκαζόντων εἶναι φῂς τῶν ἀνθρώπων, οὐκ ἐκφεύγει μαντικὴ τὸ μὴ εἰκάζειν κατὰ τοῦτο, εἴπερ μέρος οἰωνιστικὴ μαντικῆς. καὶ μὴν ὅτι καὶ διὰ τῶν ἄλλων σημείων προστίθης αὐτός. τοῦτο δʼ ὅταν προσθῇς, ἅπασαν δίδως τὴν μαντικὴν εἰκασίαν εἶναι, καὶ μάλα ὀρθῶς κατὰ γοῦν τὴν γνώμην τὴν ἐμήν. οὐ γὰρ ὁμοίως, οἶμαι, οἵ τε θεοὶ τὰ μέλλοντα ἴσασι καὶ τῶν ἀνθρώπων ὅσοι φάσκουσιν. οἱ μὲν γὰρ ἃ μέλλουσι ποιεῖν ἐπίστανται, καὶ πρόκειται τὰ πράγματʼ αὐτοῖς ὥσπερ ἐν ὀφθαλμοῖς. διὰ τοῦτο Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος, οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς μαρτυρεῖ. τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷ καὶ τέλος αὐτὸς ἔχει. οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς τὸν ψόφον ἤ τι τῶν ἐκφανέντων, διηνεκὲς δʼ οὐδὲν ἔχουσιπροειπεῖν. τεκμήριον δέ· εἰ γὰρ μὴ φράσαις τὸ ἐρώτημα, οὐδὲν ἔχει σοι λέγειν περὶ ὧν εἶδε σημείων. ἀλλʼ ἀντὶ τοῦ περὶ τοῦ μέλλοντος ἔχειν εἰπεῖν οὐδʼ αὐτὸ τοῦτο οἶδεν ὅτου χάριν ἥκεις, εἰ μὴ πύθοιτο. οὐ γὰρ ἔγκειται τὰ πράγματα αὐτῷ προφαινόμενα, ἀλλὰ τὰς πίστεις τοῖς σημείοις προσάγων εἰκάζει πρὸς τὸν λόγον. καὶ οὐ μόνον κατὰ τοῦτʼ ἐλέγχεται στοχάσασθαι τοῦ μέλλοντος ὂν τὸ μαντεύεσθαι, ὅπερ καὶ τῶν ποιητῶν ἤδη τις ἐμαρτύρησεν, ἀλλὰ κἂν ἀποκρίνηται τὸ ἐρωτηθὲν, εἰκάζει τὰ κύκλῳ πρὸς τὸ πρᾶγμα.
νίκη πολέμου, καὶ τίνος συμβάντος οὐκ οἶδεν, οὐδʼ ἁπλῶς τῶν περὶ τὴν μάχην οὐδὲν, ἀλλʼ εἰκάζει. πάλιν ἢ πολιτῶν, ἤ τινων ἄλλων ἐπιβουλὴ, καὶ τὸν τρόπον οὐκ ἔχει φράσαι, ἀλλʼ ὥσπερ τὰ ὀνείρατα οὕτως συμβάλλεται. τὴν δʼ Αἰγυπτίων σοφίαν τίς οὐκ οἶδε τῶν ἐντετυχηκότων; ὡς ἅ γʼ ἂν ἢ φοβήσῃ περὶ τοῦ μέλλοντος ἢ ὑπόσχηται, τόν γε τρόπον καὶ τοὺς τόπους καὶ τὸ μέτρον, οὐκ ἔχει διορίσασθαι ἀλλʼ ἢ πλοῦτον, ἢ πενίαν, ἢ λύπην, ἢ χαρὰν, ἢ θάνατον, ἢ πράξεις, ἢ τὰ τοιαῦτα λέγει, αὐτὰ δʼ ἕκαστα οὐ συνείληφεν, ἀλλὰ τὰ μὲν πρὸς τὸ μέγεθος τῶν φαινομένων, τὰ δὲ πρὸς τὰ νόμιμα εἰκάζει τὰ ἑκάστων, τὰ δὲ πρὸς τὰ ὅμοια, ἔστι δʼ ἃ καὶ πλεῖστον ἀλλήλων κεχωρισμένα. πανταχοῦ δὲ τὴν ἐπίνοιαν παρακαλεῖ, ὅτι ταύτης καὶ μόνης καὶ μόνον εἶναι δοκεῖ τὸ εἰκάζειν, ἀλλὰ μὴ ἁπλῶς εἰπεῖν. οὐδὲν οὖν ἀλλʼ ἢ εἰκάζουσα τῇ ἀληθείᾳ φαίνεται διὰ πάντων. τί δὲ περὶ ῥητορικῆς εἰ στοχάζεται θαυμάζεις; φαίνεται γὰρ ὁμοίως διακειμένη τῇ μαντικῇ, πλὴν ὅσον μαντικὴ μὲν ἀπήλλακται στοχασαμένη, ῥητορικὴ δὲ οὐ στοχάζεται μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ πράττει διὰ