Orationes 45
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
οἰκεῖα τῷ Σωκράτους ἤθει καὶ προσήκοντα ἐκρίθη, ὥστε
καὶ ταύτῃ τῇ δόξῃ γενέσθαι χώραν. δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτὸς εἰ καὶ μηδεὶς λόγος αὐτοῦ γραφῇ σώζεται, οὐχ ἧττον οὔτε Πλάτωνος τοῦ σεμνοῦ οὔτʼ Αἰσχίνου τοῦ κομψοῦ μαρτυρεῖν, ἀλλʼ ἔτι κάλλιον καὶ ὡς ἀληθῶς εἰς τὸ μέσον. ὁμολογεῖται μέν γε λέγειν αὐτὸν ὡς ἄρα οὐδὲν ἐπίσταιτο, καὶ πάντες τοῦτό φασιν οἱ συγγενόμενοι. ὁμολογεῖται δʼ αὖ καὶ τοῦτο, σοφώτατον εἶναι Σωκράτη τὴν Πυθίαν εἰρηκέναι. πῶς οὖν ταῦτʼ ἔχει; οὐ γὰρ τόν γε τοῦ παντὸς ἐσφαλμένον ὡς ἀνέλοι σοφώτατον ἀνδρῶν πιστεῦσαι θεμιτὸν περὶ τοῦ θεοῦ. τέχνην δὲ, ὡς ἔοικεν, ἔφασκεν οὐκ ἀσκεῖν, ἀληθῆ λέγων. ᾧ γοῦν συνεγένετο Ἀναξαγόρᾳ, οὐ τἀκείνου τιμήσας φαίνεται. ἓν μὲν δὴ τοῦτο μαρτυρεῖ Σωκράτης, οὐκ αἰσχρὸν εἶναι τὸ μὴ τέχνην κεκτῆσθαι, εἴπερ περὶ αὑτοῦ λέγων οὐκ ᾐσχύνετο. ἕτερον δὲ ἀκόλουθον. οὐ γάρ ἐστιν ὅστις οὐ λέγει περὶ Σωκράτους ὅτι φάσκοι τὸ δαιμόνιον αὐτῷ σημαίνειν. οὐκοῦν μηδὲν μὲν ἐπίστασθαι τῶν δεόντων ἀμήχανον ᾧ γε παρηκολούθει τὸ δαιμόνιον. ὅτι δʼ οὐδὲν ἐπίσταιτο αὐτὸς ἔλεγε, λέγων δʼ οὐκ ἐψεύδετο, εἴπερ γε μηδὲ ὁ θεὸς σοφώτατον αὐτὸν εἰρηκώς. λοιπὸν οὖν τί ποτʼ ἐστὶ τὸ φάσκειν οὐκ εἰδέναι; οἶμαί γε τὸ μὴ τέχνῃ. ἀλλὰ μὴν εἰ μηδετέρως γʼ ἂν σοφώτατος ἦν ἔτι, μήτε ψευδόμενος περὶ αὑτοῦ, εἴπερ ἕν τι τῶν αἰσχρῶν τὸ ψεύδεσθαι, μήτʼ ἀληθῆ λέγων, εἰ τὸ μὴ χρῆσθαι τέχνῃ τῶν ἁπλῶς αἰσχρῶν ἦν, ἅμα Σωκράτης τε διʼ ἀμφοτέρων μαρτυρεῖ τῷ λόγῳ, καὶ ὧν ἔξαρνος ἦν καὶ ὧν ὡμολόγει, καὶ διὰ τοῦ Σωκράτους ὁθεὸς μεμαρτύρηκε περὶ ἀμφοῖν, χρήσας ἐκεῖνον σοφώτατον
εἶναι, ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρʼ αὑτοῦ βεβαιοῖ. μάθοι δʼ ἄν τις καὶ παρʼ αὐτοῦ τοῦ πράγματος συμβαίνοντα τῷ Σωκράτους λόγῳ καὶ βίῳ τὰ ἀπὸ τῆς μαντείας. τὸν γὰρ ζῶντα ὑπὸ θεῷ καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἠμεληκότα πῶς οὐκ εὔλογον ἐκ προχείρου παρὰ θεῷ κριτῇ σοφώτατον ἀνθρώπων ἀνῃρῆσθαι; ἡ μὲν οὖν παρὰ τοῦ Πλάτωνος ἡμῖν μαρτυρία τοσαύτη, διʼ αὐτοῦ καὶ διὰ τῶν ἑταίρων ἀμφοτέρων τελευτῶσα εἰς τὸν θεὸν τὸν ἐν Δελφοῖς, ὃς ἐπιψηφίζει Πλάτωνι ἃ μικρῷ πρόσθεν ἔφην Αἰσχίνην. εἰ δὲ δεῖ καὶ ποιητῶν παρασχέσθαι μαρτυρίας, ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων ἢ τὰς τῶν προκριθέντων διὰ πάντων παρασχέσθαι, ὅμως δʼ ὡς ἄν τις ἔχοι τῶν γνωριμωτάτων ἐκλέξας εἰπεῖν ῥᾳθυμία παραλιπεῖν. κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν, εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι λόγῳ τῆς τέχνης. ἀλλʼ οὐ ταύτης δέομαι τὰ νῦν, ἔστι γὰρ ἐν τοῖς εἰρημένοις, ἀλλὰ τῆς κατὰ ῥῆμα. τοῦτο μὲν τοίνυν ὁ πρεσβύτατος αὐτῶν καὶ πᾶσι συνηθέστατος Πάνδαρον μὲν τὸν Ζελείτην ἐπαινῶν εἰς τὴν τοξικὴν ὧι καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε λέγει. τὸν δὲ τῶν Φαιάκων βασιλέα ποιήσας εἰς ὑπερβολὴν φιλάνθρωπον καὶ θεοφιλῆ τῷ ῥήματι τούτῳ τετίμηκενἈλκίνοος δὲ τότʼ ἦρχε θεῶν ἄπο μήδεα εἰδώς.μή μου πύθῃ, φησὶ, ποίαν τέχνην ἐκέκτητο, ἢ τίς διδάσκαλος αὐτοῦ· θεῶν γὰρ ἄπο μήδεα ᾔδει. τὸν δʼ αὖ Δημόδοκον ὡσαύτως τὸν κιθαρῳδὸν ἐπαινῶν ὡς ἄκρον τὴν μουσικὴν οὕτως ποιεῖ
καὶ πάλιντὸν πέρι Μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
- ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν·
Μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν.
ὁ δέ γε Ἀλκίνους αὐτὸς συνιστὰς αὐτὸν καὶ καλῶν εὐθὺς ἐν ἀρχῇ φησι
ταυτί φησιν ὁ Ἀλκίνους αὐτὸς, ᾧ φιλοτιμίαν εἶχε δήπουθεν, εἴ τι καὶ διδασκάλοις ἀνήλωσεν ὑπὲρ αὐτοῦ, καὶ ταῦτʼ ὄντι λαμπρῷ καὶ μεγαλοψύχῳ καὶ δόξης ἐραστῇ. ἀλλʼ ὅμως ἐγώ σοι, φησὶν, αὐτὸς λέγω καὶ διορίζομαι, τοῦτον οὐκ ἐδιδαξάμην. καὶ οὐχ ὁ μὲν Ἀλκίνους οὕτως ὁ τῶν Φαιάκων βασιλεὺς, ὁ δὲ τῶν Ἑλλήνων σοφώτατος οὐχ ὁμοίως περὶ τῶν αὐτῶν, ἀλλʼ ἔτι μᾶλλον ἀγασθεὶς τοῦ Δημοδόκου τῆς ἐπιδείξεως καὶ ὥσπερ ἐπίτηδες ζητῶν ὅ τι εἴποι μέγιστον, ὦ Δημόδοκε, φησὶν,τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν,
- τέρπειν ὅππη θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
ὡς τοῦ πράγματος κρείττονος ἢ τέχνῃ λαβεῖν.ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων·
- ἢ σέ γε Μοῦσʼ ἐδίδαξε Διὸς παῖς, ἢ σέ γʼ Ἀπόλλων
λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις.οὐδὲ τοῦτο πάρεργον, οὐδʼ εἰκῆ προσθεὶς, οὐδʼ ἐφόλκιον ἄλλως ἐπὶ τοῖς ἄνω, ἀλλʼ ἐνδεικνύμενος καὶ πρὸς ἓν σημαινόμενος ὅτι τοῦτο τὸ ἐν κόσμῳ καὶ λαμπρῶς οὐκ ἐκ τέχνης, ἀλλʼ ἐπιπνοίᾳ θεῶν παραγίγνεται. κομψὸν μὲν γάρ τι, φαυλότερον δὲ ἡ τέχνη πολλῷ· πάλιν δʼ ὥσπερ ἐπισφραγιζόμενος τὴν μαρτυρίαν, προβαλὼν αὐτῷ τὸν τοῦ ἵππου κόσμον ἀεῖσαι, τοσοῦτον ὑπισχνεῖται,
ὡς οὐκ ἔχων τί τούτου μεῖζον ὑπόσχοιτο αὐτῷ. οὕτω τοίνυν ὁ ποιητὴς πεπεικὼς αὑτὸν ἐποίει περὶ τούτων, ὥστε ὥσπερ δεδοικὼς μή τις αὐτὸν περὶ Δημοδόκου μόνου λέγειν ταῦτα δόξειεν, ἀπὸ τοῦ κοινοῦ τῶν ἀοιδῶν ἐποίησεν ἀρχόμενον τὸν Ὀδυσσέα καὶ λέγονθʼ οὕτωαἴ κεν δή μοι ταῦτα (φησὶ) κατὰ μοῖραν καταλέξῃς,
- αὐτίκα καὶ πᾶσιν μυθήσομαι ἀνθρώποισιν
- ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
- τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφᾶς
- οἴμας Μοῦσʼ ἐδίδαξε· φίλησε δὲ φῦλον ἀοιδῶν.
ὥσπερ δεδοικὼς Ὅμηρος ὑπὲρ ἑαυτοῦ μή τις αὐτὸν φῇ παρʼ ἑτέρου τι μεμαθηκέναι, ἀλλὰ μὴ παρʼ αὐτῶν τῶν
Μουσῶν. πῶς οὖν αἱ Μοῦσαι διδάσκουσιν; ἆρά γε ὥσπερ οἱ γραμματισταὶ διδασκαλεῖον ἀνοιξάμεναι; οὐκ ἔστιν. ἀλλʼ οἶμαι ἐπὶ νοῦν ἄγουσι καὶ τὴν εὕρεσιν κινοῦσιν, ὡς καὶ ἐν αὐτοῖς τούτοις ἐμφαίνεται τοῖς ἔπεσι· φησὶ γοῦν ἐπὶ πᾶσινὣς φάθʼ· ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν·ταυτὸν διὰ πάντων ἐμφανίζων, ὅτι ληρεῖ τέχνη πρὸς θεὸν κινοῦντα. τὸν τοίνυν Φήμιον ἐν τῇ τῶν μνηστήρων σφαγῇ πεποίηκε τὸ ὑπὲρ ἑαυτοῦ παραιτούμενον καὶ λέγοντα
τοῦτο μὲν ὡς ταυτὸν ὅ τε αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητὴς ἐγγύθεν οὑτωσὶ δηλῶν, τοῦτο δὲ ὡς οὐδὲν ἄλλο εἰπόντος εἰς σωτηρίαν τοῦ Φημίου μεῖζον ἢ ὅτι οὐδενὸς ἀνθρώπων ἐστὶ μαθητής. εἰκότως· τὸν γὰρ ὑπὸ τῶν ἠδικῆσθαι δοκούντων μέλλοντα σωθήσεσθαι εἰς τὴν παρὰ τῶν θεῶν τιμὴν καταφεύγειν εἰκὸς ἦν. διʼ ἃ τούτοις αὐτὸν σώζει τοῖς λόγοις. ἔτι τοίνυν, ἀναλήψομαι γὰρ, τὸν Τηλέμαχον ἀποδημοῦντα πεποίηκε δή που κατὰ πύστιν τοῦ πατρὸς ἐν τοῖς πρώτοις, ὡς δὲ προσέσχε τῇ Πύλῳ καὶ συντυγχάνειν ἔδει τῷ Νέστορι ἀγωνιῶντα καὶ ἀποροῦντα ὅ τι χρὴ λέγειν πρὸς αὐτὸν διὰ τὸ συνειδέναι μὴ ὅπως τέχνην αὐτῷ τινα ἐπισταμένῳ περὶ λόγους, ἀλλʼ οὐδʼ αὐτὸ, ὅ φησι Πλάτων, ἐμπειρίαν ἔχοντί πω μέχρι τούτου. κατακέκλεικε γοῦν αὐτὸ τοῦτʼ εἰς ἔπος ἐξ ἀρχῆς εἰς τέλοςαὐτοδίδακτος δʼ εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
- παντοίας ἐνέφυσεν, ἔοικα δέ τοι παραείδειν
- ὥστε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν.ὁ δʼ αὐτὸν παραμυθεῖται καὶ λέγει, μηδείς σε τῶν σοφιστῶν ἐξαπατάτω, μηδʼ ἀθυμήσῃς ἐπὶ σαυτῷ. εἰ γὰρ καὶ τῆς τέχνης ἀπολέλειψαι καὶ τῆς ἐμπειρίας,
συνάπτων κἀνταῦθα τρόπον τινὰ καὶ συντιθεὶς ἐφεξῆςἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
- ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀΐω
- οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε,
τό τε αὐτὸν συνεῖναι καὶ τὸ ὑπειπεῖν τὸν θεὸν, καὶ πάλιν αὖ τὴν φύσιν καὶ τροφὴν τῇ θείᾳ μοίρᾳ προστιθείς. καὶ ταῦτα οὐ Μέντωρ, οὐδʼ Ἁλιθέρσης αὐτῷ λέγει, ἀλλὰ θεῶν ἡ σοφωτάτη καὶ ᾗ τά τε τῆς φρονήσεως καὶ τὸ περὶ τὰς τέχνας ἀνάκειται. καὶ ὁ Τηλέμαχος πρῶτον τότε ῥητορεύων εὔπορος γίγνεται καὶ λόγους ἀποχρῶντας εὑρίσκει τῇ χρείᾳ—ἃ γὰρ ἐν μνηστῆρσιν ἐδημηγόρησεν ἐῶ λέγειν—τῆς Ἀθηνᾶς, καὶ τυγχάνει τοῦ σκοποῦ οὕτως ὥσθʼ ὅ γε Νέστωρ ἀκούσας, τοῦτο γάρ ἐστι τὸ ἥδιστον, ἐπαινεῖ τε καὶ φησὶν
καίτοι τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι ὁ Νέστωρ αὐτῷ πεποίηται καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ· ἀλλʼ ὅμως ἐπαινεῖ καὶ λαμπρῶς. ὡς δʼ ἧκεν ἐκ τῆς Πύλου πρὸς τὸν ἕτερον ῥήτορα καὶ βασιλέα τὸν Μενέλαον, ὁ μὲν Τηλέμαχος ὡς θεοῦ φησιν ἀκούων τέρπεσθαι τοῦ Μενελάου, ὁ δὲ τὴν αὐτὴν αὖ περὶ ἐκείνου φέρει τῷ Νέστορι δόξαν, καὶ φησὶν ἅτε καὶ αὐτὸς ἤδη πρεσβύτης ὢνἤτοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
- ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι·
αἵματος εἶς ἀγαθοῖο φίλον τέκος οἷʼ ἀγορεύεις·οὐδὲν ἀλλʼ ἢ τοῦτο λέγων ὅτι πέφυκας πρὸς λόγους, διὰ τοῦτο λέγεις τὰ βέλτιστα, καὶ παρʼ ἑτέροις τοιούτοις εὐδοκιμεῖς· ὥστε εἰ καὶ μὴ τέχνην τινʼ ἔχεις περὶ τοὺς λόγους, ἔμοιγε, φησὶν, ἐξαρκεῖ. οὕτω διʼ ὅλου τοῦ δράματος ὥσπερ ἐξεπίτηδες καὶ διὰ πάντων τῶν ἀξιόχρεων Ὅμηρος μαρτυρεῖ μὴ τὴν τέχνην εἶναι κυρίαν ἐν τοῖς λόγοις, ἀλλὰ τὸ τῆς φύσεως κράτος καὶ τὸ δοκοῦν τῷ θεῷ. αὐτὸς τοίνυν ὁ τοῦ Τηλεμάχου πατὴρ, ὃν τῆς εἰς τοὺς λόγους παρασκευῆς ἐπὶ πλεῖστον ἐποίησεν ἥκοντα, παροξυνθείς τι πρὸς τὸν Φαίακα καὶ σωφρονίζων αὐτὸν, πῶς λέγει καὶ παρρησιάζεται,
ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ,
- ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει·
ὁμοῦ μὲν τὸ ἀξίωμα τῆς ῥητορικῆς ἐμφανίζων καὶ τὴν δύναμιν αὐτῆς ὁπόση τις καὶ ἡλίκη, ὁμοῦ δʼ αὐτὰ ταῦτα τῷ θεῷ προστιθεὶς ὡς ἐκεῖθεν ἥκοντα, ὥσπερ Πλάτωνι ἀποκρινάμενος, οὐκ Εὐρυάλῳ. δοκεῖ δέ μοι καὶ Ἡσίοδος τῆς αὐτῆς ἔχεσθαι γνώμης Ὁμήρῳ καὶ τοῖς ῥήμασι μόνοις διαλλάττειν ἐν τοῖσδε τοῖς ἔπεσι
πρῶτον μὲν ἔθετο τὸν αὐτὸν εὑρόντα τὰ βέλτιστα, ἔσχατον δὲ ἀμαθίᾳ τὸν οὔτε συνιέντα οὔτε πειθόμενον, μέσον δὲ ἀμφοτέρων, ὥσπερ ἐν ἀριθμῶν ὅροις, τὸν τῷ συνιέντι πεισθέντα, τοσούτῳ χείρω τοῦ νοήσαντος, ὅσῳ βελτίω τοῦ μήθʼ εὑρόντος μήτε πεισθέντος. οὐκοῦν ὁ μὲν αὐτὸς πάντα νοήσας ἐστὶν ὁ εὖ εἰπών· εἰ δὲ βούλει ἐκείνως, ὁ μὲν εὖ εἰπών ἐστιν ὁ νοήσας αὐτὸς ἅπαντα. δῆλον δέ· προσθεὶς γὰρ ὃς αὐτὸς πάντα νοήσῃ μετείληφεν ἐν τῷ δευτέρῳ ἐπὶ τοῦ εὖ εἰπόντος τὸν αὐτὸν τοῦτον λέγων, ἀντὶ τοῦ νοήσαντος τὸν εὖ εἰπόντα θεὶς, ὡς αὐτὸν τοῦτον ὄντα τὸν βέλτιστον ῥήτορα. οὕτω δὲ τούτων κειμένων ὁ μὲν, οἶμαι, νοήσας παντὶ συμβαλεῖν ῥᾴδιος, ὅτι ὁ τῇ φύσει κρατῶν ἐστὶν, ὃν ἄριστον ὡρίσατο, ὃν καὶ εὖ εἰπόντα προσεῖπεν· ὁ δʼ αὖ πεισθεὶς ἐν τῇ τοῦ μαθόντος γίγνεται μερίδι. ἀκούσας γὰρ τοῦ τὰ βέλτιστα λέγοντος οὕτω χρῆται παρʼ ἐκείνου λαβών. εὑρεῖν οὖν φησιν, ὦ Πλάτων, κρεῖττον ἢ μαθεῖν, καὶ τέχνη φύσεως δεύτερον, εἰκότως Ἡσίοδος καὶκεῖνος μὲν πανάριστος ὃς αὑτῷ πάντα νοήσῃ·
- ἐσθλὸς δʼ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται·
- ὃς δέ γε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων
- ἐν θυμῷ βάλληται, ὁ δʼ αὖτʼ ἀχρήιος ἀνήρ.
φρονῶν οὕτω καὶ λέγων, καὶ τῆς δάφνης οὐκ ἀμνημονῶν, ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν γεγονὼς ἐκ ποιμένος. ἐπεὶ καὶ τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα φύσει δή που
διενεγκόντες ἄνθρωποι καὶ νικήσαντες ἀνεῦρον τὸ ἐξ ἀρχῆς. οὐ γὰρ αἱ τέχναι τὰς φύσεις ἐποίησαν, ἀλλʼ αἱ κράτισται φύσεις τὰς βελτίστας τῶν τεχνῶν εὗρον, ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι. εἰ δὲ δὴ μηδʼ ἁπλῶς ἀνθρώποις τὴν εὕρεσιν προστίθεμεν τῶν τεχνῶν, ἀλλὰ θεοὺς ἡγήσασθαι φαμὲν αὐτοῖς καὶ καταδεῖξαι, πῶς οὐκ εὔδηλον ὅτι πολλῷ τινος εἶναι νικῶντος δεῖ προσθήκην τὴν τέχνην; καὶ μὴν εἰ τοῦτο δῆλον ἅπασι καὶ πάντες ἂν συμφαῖεν μὴ θεοὺς παρʼ ἀνθρώπων λαβεῖν τὰς ἐπιστήμας, ἀλλʼ ἀνθρώπους παρὰ θεῶν, καὶ διδασκάλων μὲν ἐκείνους, μαθητῶν δὲ ἡμᾶς ἔχειν τάξιν, τοσούτῳ κρεῖττον, ὡς ἔοικεν, εὑρεῖν ἢ μαθεῖν, ὅσῳ κρείττων ἀνθρώπου θεός. οἱ μὲν γὰρ εὑρήκασιν ἅπαντα, ἡμεῖς δʼ, οἶμαι, λαβόντες χρώμεθα. ὀρθῶς ἄρα καὶ δικαίως ὁ τοῦ Ἑλικῶνος πρόσοικος καὶ ὡς εἰκὸς ἦν τὸν αὐτὸν ἐκ θεῶν ἐπιπνοίας ταῦτα λέγειν εἰληφότα τὸν μὲν τοιοῦτον ἄνδρα ὡς θεὸν καὶ θεῶν ἐγγὺς πρῶτον καὶ κράτιστον ἔθετο ὃς αὐτὸς πάντα νοήσῃ, τὸν δʼ ἀκούσαντα καὶ μαθόντα δεύτερον. ποῦ γὰρ ἄν τις καὶ κράτιστον θείη τὸν μαθόντα καὶ πῶς; οὐκ ἔστιν οὐδὲ βουλομένῳ, ἀλλὰ φύσει κεκώλυται, δικαίως, ὅτι καὶ νικᾶν πανταχοῦ φαμὲν τὴν φύσιν. εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον, οὐδʼ ἂν αὐτὸ πρῶτον τὸ μαθεῖν ἦν. ἐχρῆν γὰρ δή που μαθεῖν παρʼ ἑτέρου. ὥστε οὐκ ἂν ἦν ὁ διδάσκων πρῶτος, εἰ τὸ μαθεῖν κρεῖττον καὶ πρῶτον ἦν. παρὰ τοῦ γὰρ, ὦ καὶ σὺ τὴν ποικίλην κοσμήσας, ἀκούσῃ, τίσι πεισθῇ, εἰ κρείττων ὁ μαθών ἐστι τοῦ τὸ πρῶτον εὑρόντος, καὶ μὴ ἀνάγκῃ δεύτερος, εἴπερ τι μέλλει μαθήσεσθαι. πᾶς γὰρ ὁ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ γε τῷ δεῖσθαι μαθεῖν· ὡς εἴ γε μὴ πείσειεν αὑτὸν δεῖσθαι πρότερον, πῶς ἂν μάθοι, ἢ πῶς ἄλλῳ γʼ ἂν εἰπόντι πεισθείη;οὐκοῦν ἄτοπον τόν γε αὐτὸν ὡμολογηκότα εἶναι χείρω, τοῦτον ἀμείνω καλεῖν, καὶ ταῦτα διʼ αὐτὸ τοῦτʼ ἐπαινούμενον, ὅτι ὡμολόγηκε χείρων εἶναι. ἢ κατὰ μὲν τὰς δωρεὰς οὐδαμοῦ κρείττων ὁ λαβὼν τοῦ δόντος αὐτῷ τῷ λαβεῖν, ἀλλὰ τὸ δοῦναι τοῦ κρείττονος εἶναι δοκεῖ, ἐν δὲ τοῖς μαθήμασι κρείττων ὁ προσέχων τὸν νοῦν τοῦ νοήσαντος αὐτοῦ καὶ παρασχόντος; καὶ μὴν ἐφʼ οἷς ὁ λαβὼν ἄριστος πῶς οὐ πρῶτος ὁ ταῦτʼ ἔχων ἐξ ἀρχῆς, καὶ διὰ τὸν χρόνον γέ που καὶ παρὰ τὴν αἰτίαν; ἔτι τοίνυν ἑνὸς ποιητοῦ τῶν ἀπὸ Βοιωτίας καὶ Ἑλικῶνος παρασχήσομαι μαρτυρίαν, ᾧ καὶ Πλάτων αὐτὸς τὰ πλείστου, φασὶν, ἄξια χρῆται. οὗτος δὲ, ὦ θεοὶ, καὶ μάλʼ ἀποκαλύψας καὶ τῆς αὑτοῦ φύσεως καὶ Μούσης ὡς ἀληθῶς βοᾷ Στεντόρειον εἰς τοὺς ἀνθρώπους ὥσπερ σιωπὴν κηρύξας
κοράκων φησὶν εἶναι φωνὰς τὰς τῶν μαθόντων καὶ παρʼ ἄλλων εἰληφότων πρὸς ἀετὸν γιγνομένας τὸν φύσει νικῶντα καὶ ἐκ θεοῦ ῥήτορα καὶ σοφόν. ἑτέρωθι δʼ αὖ βραχύτερον μὲν, γνωρίμως δʼ οὐχ ἧττον διαμαρτύρεταισοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ·
- μαθόντες δὲ λάβροι
- παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον
- Διὸς πρὸς ὄρνιχα θεῖον.
σφόδρʼ ἀκολούθως ἀμφότερα εἰπών. ἐπειδὴ γὰρ τὸ μὲν κράτιστον ἐν τοῖς ὀλίγοις, τὰ δὲ φαυλότερα ἐν τοῖς πολλοῖς, ἀντιτέθεικε τῷ κρατίστῳ τὸ [πολλῷ] χεῖρον διὰ τοῦ τῶν πολλῶν ὀνόματος, ὡς ἐκεῖνο μὲν παντάπασι τινῶν ὀλίγων ὂν, τοῦτο δὲ εἰς τοὺς πολλοὺς ἀφικνούμενον. καὶ ἔτι πρὸ τούτων ἀγαθοὶ δὲ φύσει καὶ σοφοὶ κατὰ δαίμονα ἄνδρες ἐγένοντο, ὅμοιον καὶ τοῦτο τῷ ἑτέρῳ ῥήματι καὶ ταυτὸν λέγων. οὗ μὲν γὰρ διδακταῖς εἶπεν ἀρεταῖς, προσέθηκεν ἀνθρώπων, οὗ δὲ τὴν φύσιν πρεσβεύει, κατὰ δαίμονα, τούτους εἶναι τοὺς τῷ ὄντι ἀγαθοὺς καὶ σοφούς·τὸ δὲ φυᾷ κράτιστον ἅπαν.
- πολλοὶ δὲ διδακταῖς
- ἀνθρώπων ἀρεταῖς κλέος
- ὤρουσαν αἱρεῖσθαι,
εἰκότως· εἰ γὰρ ἐν αὐτοῖς τοῖς λόγοις τοὺς τὰ ὑφʼ ἑτέρου εἰρημένα καὶ προκατειλημμένα κλέπτοντας καὶ διεξιόντας ὡς αὑτῶν οὐδεὶς οὕτω μαίνεται ὥστε βελτίους ἡγεῖσθαι τῶν οἴκοθεν εὐπόρων καὶ γονίμων εἰς τοὺς λόγους, ἀλλʼ οὗτος κράτιστος παρʼ ὅτῳ πλεῖστον ἔστιν εὑρεῖν τὰ δέοντα, πῶς
οὐ γελοῖον καὶ πάσης ἀλογίας μεστὸν τὸν ἐξ ἀρχῆς παρʼ ἄλλων ἀκούσαντα καὶ μαθόντα ὅ τι χρὴ λέγειν θεῖναί ποτʼ ἔμπροσθεν τοῦ φύσει κρείττονος. οὐκ ἔξω δʼ ἵσταται τῆς ὅλης μαρτυρίας οὐδὲ τόδε ἐν ἔργμασι δὲ νικᾷ τύχα, οὐ σθένος· τὸ μὲν σθένος πρὸς τῆς τύχης τῆς ἀνθρωπίνης, τὴν δὲ τύχην πρὸς τῆς θείας μοίρας εἰ λάβοις. καίτοι εἰ ποιηταὶ μὲν οὐ τέχνῃ ποιοῦντες, ὥς φησιν ὁ Πλάτων, ἀλλʼ ἐκ θεοῦ τυγχάνοντες κάτοχοι παιδεύουσι τοὺς ἐπιγιγνομένους, οὐ μόνον τοὺς καθʼ ἑαυτοὺς, παιδεύοντες δὲ μαρτύρονται καὶ διορίζονται τοῦ μηδενὸς ἀξίαν εἶναι τὴν τέχνην πρὸς τὸ τῆς φύσεως κράτος καὶ τὰ ἀπὸ τῶν θεῶν· καὶ ἐν ἔργοις καὶ ἐν λόγοις διὰ τῶν ποιητῶν μαρτυρεῖ Πλάτων, προσθήσω δʼ ὅτι καὶ διʼ ἀμφοτέρων οἱ θεοὶ, καὶ Πλάτωνος καὶ τῶν ποιητῶν, ὅτι ῥητορικὴ καλὸν καὶ θεῖον, εἰ καὶ τέχνῃ μὲν ἀνθρώποις μὴ παραγίγνεται, φύσεως δʼ ἐστὶν ἔργον ἀνδρείας καὶ βλεπούσης νικᾶν. εἰ τοίνυν μήτε ποιητῶν μηδένα μηδὲν εἰρηκέναι τοιοῦτον μήτʼ αὐτὸν Πλάτωνα μαρτυρεῖν ἡμῖν θείη τις μήτε διʼ αὑτοῦ μήτε διὰ τῶν ποιητῶν, ὃ σαφῶς οὑτωσὶ φαίνεται ποιῶν, εἰς αὐτόν γʼ ἄν τις βλέψας τὸν τοῦ πράγματος λόγον οὐ χαλεπῶς ἴδοι συκοφαντίαν, ἀλλʼ οὐκ ἔλεγχον οὐδὲ πίστιν ἐνοῦσαν τῇ παρʼ αὐτοῦ βλασφημίᾳ. τίς γὰρ οὐκ οἶδεν ὅτι κἀν τοῖς σώμασιν οὔτε τὸ κάλλος οὔτε τὸ μέγεθος οὔτε ἡ χάρις τέχνης ἔργον ἢ ποίημά ἐστιν, οὐδʼ ἀπὸ χειρῶν ἢ λόγου τινὸς, ὡς ἂν εἴποιμεν, ἀπαντᾷ; ἀλλʼ ἐπαλεῖψαι μὲν ταῦτα καὶ θεραπεῦσαι τῆς τέχνης εἶναι δοκεῖ, συστήσασθαι δʼ ἐξ ἀρχῆς οὐδεμία οὕτω τέχνη ἂν εἴη δεινή. οὐκοῦν διακόνου καὶ θεραπαίνηςτάξιν ἔχειν προσήκει τῇ τέχνῃ, τὴν φύσιν δʼ ἐν σχήματι δεσποίνης τετάχθαι, εἰ μὴ καὶ τοὺς σκευοφόρους πρὸ τῶν ὁπλιτῶν τάττοιμεν ἄν. ἀλλʼ οὐκ ἄξιον. πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν γονέας τιμᾶν καὶ τοῖς πρεσβυτέροις ὑπανίστασθαι νομίζειν, τὴν δὲ φύσιν τὴν τοσοῦτον προτέραν φαύλου λόγου νομίσαι παρὰ τὴν τέχνην, ὥσπερ ἂν εἴ τις τὰ ὑποδήματα κρείττω τῶν ποδῶν, τὴν δʼ ἐσθῆτα τοῦ σώματος κρίνοι τιμιωτέραν; καὶ ὡς ἔοικε τὰ μὲν χρήματα τῶν ποριζόντων αὐτὰ καὶ κτωμένων ἀτιμότερα ἡγούμεθα, ἡ δὲ τέχνη κρείττων τῆς εὑρούσης φύσεως καὶ ἧς ἔργον ἐστὶ νομισθήσεται. ἄλογον μέντἂν εἴη κατʼ αὐτὸ τὸ παράδειγμα ἐπὶ μὲν τῶν κτημάτων καὶ τῶν οὐσιῶν βελτίω νομίζειν χρηματιστὴν τὸν αὐτὸν πορίσαντα καὶ συλλέξαντα τοῦ κληρονομήσαντος ἕτερον, ἐν δὲ τοῖς λόγοις καὶ τοῖς πράγμασι μὴ τὸν φύσει προέχοντα πρεσβεύειν, ἀλλʼ ὅστις
παρʼ ἄλλου φαίνεται μετειληφὼς, καὶ μηδʼ ἐκεῖνʼ ὁρᾶν, ὅτι οὐ μόνον ἐξ ἀρχῆς αἱ φύσεις τὰς τέχνας συνεστήσαντο, ἀλλὰ καὶ περὶ αὐτὰς τὰς τέχνας οἱ τῇ φύσει νικήσαντες διενηνόχασιν. ἕνεκα μὲν γὰρ τῆς τέχνης πάντας ἔδει παραπλησίους εἶναι τοὺς ταὐτὰ μαθόντας, οἶμαι δὲ καὶ χείρους τοὺς δευτέρους ἀεὶ τῶν προτέρων, ἕως εἰς τὸ λυθῆναι τὴν τέχνην ἀφίκετο· οὐ γὰρ ἂν ἦν πάντα λαβεῖν ἀκριβῶς παρʼ ἑτέρου λαμβάνοντα, ἀλλʼ ἔδει διαφυγεῖν ἀεί τι· ῥώμῃ δὲ, οἶμαι, φύσεως καὶ περιουσίᾳ τὴν δόξαν οἱ κρατήσαντες εἰλήφασι· καὶ οὐδεὶς τὸν Δαίδαλον οὐδὲ τοὺς ἄνω θαυμάζει παρὰ τὸν Φειδίαν, ἀλλὰ τοὐναντίον ἐκ μικρῶν καὶ φαύλων τὸ κατʼ ἀρχὰς εἰς μεῖζον καὶ τελεώτερον αἱ τέχναι κατέστησαν. αὐταῖς τοίνυν, ὡς ἔοικε, ταῖς τέχναις οὐ λυσιτελοῦν φαίνεται τὴν τέχνην πρὸ τῆς φύσεως τετιμῆσθαι. οὔκουν προελθεῖν γʼ ἂν αὐταῖς ἦν; οὐδὲ τυχεῖν τοῦ νῦν σχήματος οὐδὲ σεμνύνεσθαι. ἀλλʼ οἶμαι, οὐχ αἱ τέχναι τοὺς ἄνδρας ἦραν μεγάλους, ἀλλʼ οἱ τῇ δυνάμει πρωτεύσαντες ἐντίμους τὰς τέχνας ἐποίησαν, οὐ μείναντες ἐφʼ ὧν παρέλαβον. εἰ δὲ τοῦθʼ ἅπασιν εὔδηλον,