Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἀπὸ τοῦ τρίποδος γυναιξί. βαδίζουσί γε εἰς Δελφοὺς καὶ πυνθάνονται περὶ τῶν πολιτειῶν. καὶ τότε τοὺς νόμους τίθενται πρὸς τὴν ἐλθοῦσαν παρὰ τῆς Πυθίας φωνὴν ἀπὸ Λυκούργου πρώτου, τὸν μετὰ πολλοὺς εἰ δεῖ πρῶτον εἰπεῖν χάριν τοῦ λόγου. οὔκουν φασί γʼ ἐκεῖνον οὐδὲν

θεῖναι Λακεδαιμονίοις ἄνευ τῆς παρὰ τοῦ θεοῦ φωνῆς, ἀλλʼ ὅμως οὐκ ἐπειδὴ Λυκοῦργος ὁ τῶν Ἑλλήνων ἄριστος ἔθηκεν, οὐ διὰ τοῦθʼ ὁ θεὸς δόξαν εἴληφε τεθεικέναι τοὺς νόμους, ἀλλʼ ὁ μὲν Λυκοῦργος ἄριστος ὢν τῶν Ἑλλήνων ἐμαρτύρει τὰ τῆς οὐδὲν ἰδίᾳ γιγνωσκούσης Πυθίας νικᾶν, ἡ δὲ ἀπεκρίνατο ὡς ἐδόκει τῷ θεῷ, ὁ δὲ τῷ παρὰ τὴν Πυθίαν μέρει τὴν δόξαν εἴληφε τὴν ἐπὶ τοῖς νόμοις. καίτοι οὔτʼ ἐπιστήμην τινʼ ἔχουσι περιττοτέραν παρὰ τοὺς ἄλλους ἀνθρώπους αὗται αἱ γυναῖκες οὔτʼ εἴ τι καὶ γιγνώσκουσιν, ἀφʼ ὧν πεπαίδευνται καὶ προΐσασι λέγουσιν, ἀλλʼ ὡς ἂν κινηθῶσιν ἑκάστοτε ὑπὸ τοῦ κρείττονος, πέμπουσι πανταχοῖ γῆς, εἰς Ἰωνίαν, εἰς Πόντον, εἰς Κυρήνην, ἐπʼ ἔσχατα τῆς γῆς· οὐδʼ εἴ τις εἴσεισιν ὡς αὐτὰς ἢ πεύσεται προΐσασι πρὸ τῆς ἑσπέρας καὶ τῆς ἐπὶ τοῦ τρίποδος καθέδρας, ὡς ἔπος εἰπεῖν. ἀλλʼ ἀρτίως ἀγνοοῦσαι καὶ τὰ τῶν γειτόνων ἐξαίφνης τὰ πάντων ἀνθρώπων ἴσασι καὶ δημηγοροῦσι παρὰ τῷ θεῷ καὶ πολιτεύονται τὰ κοινὰ τῆς γῆς καὶ πάσαις ταῖς ἐπιστήμαις καὶ τέχναις ἡγεμόνες τοῦ τί δεῖ ποιεῖν ἢ λέγειν καθίστανται. καὶ οὐδὲ Πλάτων αὐτὰς παρέρχεται. ἀλλὰ καὶ οὗτος ἀξιοῖ τὴν Πυθίαν ἐρωτᾶν ὁπόταν πολιτεύηται καὶ νομοθετῇ, καὶ τότε φησὶ δεῖν ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ, πρότερον δὲ οὐ θαρρεῖ. εἶεν· αὕτη μὲν ἐκ Δελφῶν ἡ μαρτυρία τῷ λόγῳ καὶ παρὰ Ἀπόλλωνος τοῦ Πυθίου· τὰς δʼ ἐν Δωδώνῃ τί
φήσεις ἱερείας, αἳ τοσαῦτα ἴσασιν ὅσʼ ἂν τῷ θεῷ δοκῇ καὶ μέχρι τοσούτου μέχρι ἂν δοκῇ; καίτοι οὔτε πρότερόν τινα τοιαύτην εἶχον ἐπιστήμην, πρὶν εἰσελθεῖν ἐπὶ τὴν τοῦ θεοῦ συνουσίαν, οὔθʼ ὕστερον οὐδὲν ὧν εἶπον ἴσασιν,

ἀλλὰ πάντες μᾶλλον ἢ ʼκεῖναι. ὥσθʼ οἱ μὲν ἀγνοοῦντες καὶ πυθόμενοι παρʼ αὐτῶν μεμαθήκασιν, αἱ δὲ εἰποῦσαι τί χρὴ ποιεῖν οὐκ ἴσασιν οὐδʼ αὐτὸ τοῦτο ὅτι εἰρήκασιν. οὐκοῦν ἐκ Διὸς ἂν ταύτην τὴν μαρτυρίαν τιθεὶς οὐκ ἂν ἁμαρτάνοις. ταὐτὰ δὲ ταῦτα λέγω καὶ περὶ τῶν ἐν Κλάρῳ καὶ περὶ τῶν ἐν Ἄμμωνος καὶ πάντων ὅσοι περὶ χρηστήρια ὁμοίως ἄνδρες καὶ γυναῖκες. καίτοι πότερον τούτους ἅπαντας καὶ ταύτας πάσας ἐρωτήσομεν τὸν λόγον, ᾧ χρώμενοι ταῦτα συμβουλεύουσι; καὶ πῶς σωφρονεῖν δόξομεν; ἢ τοῦ μηδενὸς ἄξια καὶ κολακείαν ταῦτʼ εἶναι φήσομεν, ἐπειδήπερ οὐκ ἔχομεν τοὺς εἰπόντας ἀπαιτῆσαι τὸν λόγον, πολλῷ μέντἂν πλέον ἐλλείποιμεν τοῦ σωφρονεῖν. οὐκοῦν παρὰ πάντων ὡς εἰπεῖν τῶν θεῶν μαρτυρία καὶ ψῆφος ἐπῆκται τοῦ μηδενὸς ἄξιον εἶναι τὸν τοιοῦτον λόγον, ὅστις ἢ τὴν τέχνην ζητεῖ, ἢ φαυλίζει τὸ μὴ σὺν ταύτῃ πανταχοῦ. ὅσοι δʼ αὖ καὶ καθάπαξ ὑποδύντες θεῷ καὶ τέχνης οὐδὲ μικρὸν μετασχόντες οὐ μόνον τοῖς ἐφʼ αὑτῶν, ἀλλὰ καὶ τοῖς ὕστερον πολλὰ δὴ καὶ θαυμάσια προεῖπον, οἷον εἰ βούλει, Βάκις, Σίβυλλα, ἕτεροι μετὰ τούτων, εἰ δὲ μὴ πολλοὶ, καὶ τοῦτʼ ἐστὶν ὑπὲρ τοῦ λόγου· τὰ γὰρ μέγιστα ἐκπέφευγε τοὺς πολλούς· τίς οὕτω τεχνίτης τοῦ κακῶς λέγειν ἐστὶν ὅστις καὶ τούτους κακίσειεν ἄν; ὅταν δʼ εἰς ποιητὰς ἴδω τοὺς κοινοὺς τῶν Ἑλλήνων τροφέας καὶ

διδασκάλους, οἳ διαρρήδην ὁμολογοῦσι περὶ αὑτῶν· μηδʼ ὁτιοῦν ἐπίστασθαι, μηδὲ νεῶν ἀριθμὸν, ἀλλʼ ἀεὶ καὶ περὶ παντὸς τὰς Μούσας ἐνοχλοῦσι δεόμενοι φράσαι σφίσιν, ὡς αὐτοὶ μὲν προφητῶν σχῆμα καὶ τάξιν ἔχοντες, ἐκείνας δὲ μάντεις ἀληθεῖς οὔσας περὶ ἁπάντων, μᾶλλόν μοι δοκεῖ προσήκειν τὸ μὴ σὺν τέχνῃ κοσμεῖν ἐνίοτε ἢ δυοῖν θάτερον, ἢ τοὺς ποιητὰς ἐπιστήμῃ φάσκειν ἀποχρώντως ποιεῖν, ὃ μηδʼ αὐτοὶ δέχονται, ἢ τοῦ μηδενὸς ἀξίαν τὴν τῶν Μουσῶν ἡγεῖσθαι δωρεάν. εἶτʼ οὖν, ὦ πρὸς Διὸς,

ἐν μέτρῳ μὲν εἰπεῖν ἄνευ τέχνης οὐ δεινὸν, ἀλλὰ καὶ θεῖον πολλάκις, οὑτωσὶ δʼ εἰπεῖν τὰ βέλτιστα δεινὸν ἐὰν μὴ σὺν τέχνῃ; ἐγὼ μὲν οὐχ ὁρῶ τὴν ἀνάγκην. πῶς γὰρ οὐκ ἄτοπον, εἰ ὁ μὲν ποιητὴς ἄνευ τέχνης ποιῶν ὀρθῶς τὸν ῥήτορα μιμήσεται καὶ τὰ βέλτιστʼ ἐρεῖ, ὁ ῥήτωρ δʼ αὐτὸς οὐκ ἐρεῖ τὰ βέλτιστα, ἐὰν μὴ σὺν τέχνῃ; καὶ μὴν οἵ γε ποιηταὶ φιλόδωρον τὸν Ἑρμῆν οὐδενὸς ἧττον θεῶν, οἶμαι δὲ καὶ διαφερόντως, κεκλήκασιν. οὐκοῦν εἰ διʼ Ἀπόλλωνος μαντικὴ καὶ διὰ Μουσῶν ποιητικὴ χωρεῖ, καὶ τούτων ἄνευ ψυχρὰ τὰ τῆς τέχνης, τί κωλύει καὶ ῥητορικὴν τῆς Ἑρμοῦ τιθέναι δωρεᾶς, ἥν γε τῷ ὄντι χρὴ θείαν καλεῖν καὶ τέχνης κρείττω; μέχρι μέντοι τῶν νῦν τούτων ὑπʼ αὐτῶν τῶν λόγων ἐξελέγχεσθαι Πλάτωνα φαίη τις ἄν· βούλομαι δʼ αὐτὸν καὶ ὑπὸ τῶν αὑτοῦ λόγων ἐξελεγχόμενον φανῆναι. τρόπον μὲν οὖν τινα καὶ τοῦτʼ ἤδη γέγονεν. ἐν οἷς γὰρ αὐτὸν ἐδείκνυμεν καταφεύγοντα ἐπὶ τὴν Πυθίαν πολλαχοῦ τῶν Νόμων οὐ διέφυγε τοῦτον τὸν ἔλεγχον. οὐ μὴν ἀλλὰ καὶ παντελῶς διὰ πάντων ἑξῆς ὧν εἴρηκα βούλομαι δεῖξαι ταὐτὰ φθεγγόμενον. φανήσεται γὰρ ἃ νῦν ἡμεῖς

λέγομεν αὐτὸς πρόσθεν εἰρηκὼς, εἰ καὶ μὴ τούτοις τοῖς ῥήμασι μηδʼ εἰς τοσοῦτον τῆς ἀναγκαίας ἀποδείξεως, ἀλλʼ οὖν τῷ γε ὅλῳ λόγῳ. ὑπομνήσω δʼ αὐτὸν Φαίδρου τοῦ καλοῦ. ὃ γὰρ αὐτὸς ἐκεῖ ποιεῖ τὰ Λυσίου τιθεὶς μεταξὺ τῶν αὑτοῦ, τοῦτο κἀγὼ νῦν ποιήσω, αὐτὰ τἀκείνου παρέξομαι καθάπερ νόμον. ποῦ δή μοι, φησὶν, ὁ παῖς; ποῦ δή μοι καὶ ὁ λόγος ὁ πρὸς τὸν παῖδα; οὑτοσὶ μάλα πλησίον. φέρε δὴ τί λέγει; εἰ μὲν γὰρ ἦν ἁπλοῦν τὸ μανίαν κακὸν εἶναι, καλῶς ἂν ἐλέγετο· νῦν δὲ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμῖν γίγνεται διὰ μανίας, θείᾳ μέντοι δόσει

διδομένης. ἥ τε γὰρ ἐν Δελφοῖς προφῆτις αἵ τʼ ἐν Δωδώνῃ ἱέρειαι μανεῖσαι μὲν πολλὰ δὴ καὶ καλὰ ἰδίᾳ τε καὶ δημοσίᾳ τὴν Ἑλλάδα εἰργάσαντο, σωφρονοῦσαι δὲ βραχέα ἢ οὐδέν. καὶ ἐὰν δὴ λέγωμεν Σίβυλλάν τε καὶ ἄλλους ὅσοι δὴ μαντικῇ χρώμενοι ἐνθέῳ πολλὰ δὴ πολλοῖς προλέγοντες εἰς τὸ μέλλον ὤρθωσαν, μηκύνοιμεν ἂν δῆλα παντὶ λέγοντες. τόδε μὴν ἄξιον ἐπιμαρτύρασθαι, ὅτι καὶ τῶν παλαιῶν οἱ τὰ ὀνόματα τεθειμένοι οὐκ αἰσχρὸν ἡγοῦντο οὐδʼ ὄνειδος μανίαν. οὐ γὰρ ἂν τῇ καλλίστῃ τέχνῃ, ᾗ τὸ μέλλον κρίνεται, αὐτὸ τοῦτο τοὔνομα ἐμπλέκοντες μανικὴν ἐκάλεσαν, ἀλλʼ ὡς καλοῦ ὄντος ὅταν θείᾳ μοίρᾳ γίγνηται, οὕτω νομίσαντες ἔθεντο. οἱ δὲ νῦν ἀπειροκάλως τὸ ταῦ ἐπεμβαλόντες μαντικὴν ἐκάλεσαν. ἐπεὶ τήν γε τῶν

ἐμφρόνων ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτε ἐκ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι καλοῦσιν. ὅσῳ δὴ οὖν τελεώτερον καὶ ἐντιμότερον μαντικὴ οἰωνιστικῆς, τό τε ὄνομα τοῦ ὀνόματος τό τε ἔργον τοῦ ἔργου, τόσῳ κάλλιον μαρτυροῦσιν οἱ παλαιοὶ μανίαν σωφροσύνης τὴν ἐκ θεοῦ τῆς παρὰ ἀνθρώπων γινομένης. ἀλλὰ μὴν νόσων τε καὶ πόνων τῶν μεγίστων, ἃ δὴ παλαιῶν ἐκ μηνιμάτων ποθὲν ἔν τισι τῶν γενῶν, ἡ μανία ἐγγενομένη καὶ προφητεύσασα, οἷς ἔδει, ἀπαλλαγὴν εὕρετο, καταφυγοῦσα πρὸς θεῶν εὐχάς τε καὶ λατρείας. ὅθεν καὶ καθαρμῶν τε καὶ τελετῶν τυχοῦσα ἐξάντη ἐποίησε τὸν αὐτὴν ἔχοντα πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον λύσιν τῷ ὀρθῶς μανέντι τε καὶ κατασχομένῳ τῶν παρόντων κακῶν

εὑρομένη. τρίτη δὲ ἀπὸ Μουσῶν κατοχή τε καὶ μανία λαβοῦσα ἁπαλὴν καὶ ἄβατον ψυχὴν ἐγείρουσα κἀναβακχεύουσα κατά τε ᾠδὰς καὶ κατὰ τὴν ἄλλην ποίησιν μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα, τοὺς ἐπιγιγνομένους παιδεύει. ὃς δʼ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη. τοσαῦτα μέν σοι

καὶ ἔτι πλείω ἔχω μανίας γιγνομένης ἀπὸ θεῶν λέγειν καλὰ ἔργα.

εἰ τοίνυν, ὦ Ζεῦ καὶ θεοὶ, μανία τίς ἐστιν ἀμείνων σωφροσύνης καὶ παρὰ θεῶν ἀνθρώποις γιγνομένη, πῶς ἄξιον πᾶν γε τὸ μὴ τέχνῃ γιγνόμενον ψέγειν, ἢ πῶς ῥητορικὴν ἁπλῶς αἰσχρὸν ἡγεῖσθαι καὶ μὴ συγχωρεῖν δύναμίν γέ τινʼ εἶναι τέχνης κρείττονα; εἰ δὲ δὴ τὴν μὲν καλλίστην τῶν τεχνῶν προσείρηκε τῷ μανικὴν εἶναι, τὴν δʼ ἁπλῶς οὐδʼ εἶναι τέχνην, τὴν ποιητικὴν, ἀλλʼ ἐπίπνοιαν ἐκ Μουσῶν, ὃς δʼ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη, πῶς οὐκ ἐξ ἀμφοῖν δείκνυται τὸ μὴ τὴν τέχνην νικᾶν, ἀλλʼ ἔστιν οὗ καὶ λαμπρότερον καὶ θεοφιλέστερον εἶναι τὸ μὴ δουλεῦον τέχνῃ; σαφῶς γὰρ οὑτωσὶ Πλάτων ἤδη διορίζεται τὸ μὴ δεῖν ἐπὶ τῶν μεγίστων τέχνην ζητεῖν. ὥστʼ εἰ μὲν βούλει, τὸ τοῦ Εὐριπίδου καὶ τῶν αὐτοῦ νὴ Δία συμβαίνει, σοῦ τάδʼ, οὐκ ἐμοῦ κλύεις, ὦ τοσοῦτον ἐνθυμηθείς· εἰ δʼ αὖ βούλει, τὸ τοῦ Αἰσχύλου, τάδʼ οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖς, ἃ θρυλεῖς ἐν ἐκείνοις τοῖς λόγοις,

ἁλίσκει. καὶ μὴν εἰ μαντικὴν μὲν ἐξ Ἀπόλλωνος ἢ καὶ Διὸς, τελετὰς δὲ ἐξ ἄλλου του θεῶν τίθης, ποιητικὴν δʼ ἐκ

Μουσῶν, οὐδʼ ὁ τῶν μὲν ἀδελφὸς, τοῦ δὲ παῖς Ἑρμῆς ἀπορήσει λόγων περὶ τῆς αὑτοῦ δωρεᾶς, ἀλλʼ αὑτῷ τε καὶ τῷ πατρὶ προστιθεὶς τοὺς λόγους ἀληθῆ τε καὶ δίκαια ἐρεῖ. οἶμαι δὲ καὶ οἱ λογίους τούτους προσειπόντες τοὺς θεοὺς, καὶ παλαιοὶ καὶ νέοι, καὶ οὐδὲ περὶ ἓν γράμμα διενεχθέντες, πολλῷ σαφέστερον ἢ περὶ μανίας μαρτυροῦσιν ὅτι εἰς ἀξιόχρεως ἀνοίσομεν, ἄν τι μετῇ λόγων ἡμῖν, εἰ καὶ μηδεμιᾷ προσφύγοιμεν τέχνῃ. εἶεν. τίνα δὴ τὰ ἐφεξῆς ἦν; ὥστε τοῦτό γε αὐτὸ μὴ φοβώμεθα; μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς πρὸ τοῦ κεκινημένου τὸν σώφρονα δεῖ προαιρεῖσθαι φίλον. ὅρα δὴ καὶ τάδε. ὥστε τοῦτό γε αὐτὸ μὴ φοβώμεθα, μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς οὐ τὸν φύσει καὶ θείᾳ μοίρᾳ κατορθοῦντα δεῖ νικᾶν, ἀλλʼ ὅστις τεχνικὸς μικρῶς ἐστίν. ἀλλὰ τόδε φησὶ πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπʼ ὠφελείᾳ ὁ ἔρως τῷ ποθοῦντι καὶ τῷ ἐρωμένῳ ἐκ θεῶν ἐπιπέμπεται. καὶ τόδε τοίνυν πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπʼ ὠφελείᾳ τῇ πάσῃ καὶ μεγίστῃ λόγοι παρὰ θεῶν ἀνθρώποις γίγνονται. ἡμῖν δὲ ἀποδεικτέον αὖ τοὐναντίον φησὶν,

ὡς ἐπʼ εὐτυχίᾳ τῇ μεγίστῃ παρὰ θεῶν ἡ τοιαύτη μανία δίδοται. τὸν δὲ Τήλεφον οὐκ οἴει τὰ αὐτὰ ταῦτα; εἰ δʼ ἄρα μηδὲν ἐκεῖνος προτιμᾷ, ἀλλʼ ἡμῖν γε ἀποδεικτέον ὡς ἐπʼ εὐτυχίᾳ τῇ μεγίστῃ καὶ τὸ ἐξ ἀρχῆς ἡ τῶν λόγων δύναμις παρὰ θεῶν ἧκεν εἰς ἀνθρώπους, καὶ νῦν ἐν καλοῦ μοίρᾳ τῇ πρώτῃ καὶ εἰς τὸν ἔπειτα χρόνον καὶ δίδονται καὶ δοθήσονται. καὶ μὴν εἰ μὲν ἀξιόπιστος Πλάτων, οὗτος

αὐτός ἐστιν ὁ μὴ διδοὺς τῇ τέχνῃ τὰ πρεσβεῖα· εἰ δʼ οὐδὲ τοῦτό τις συγχωρεῖ, πῶς ῥητορικὴ διὰ τοὺς ἐκείνου λόγους αἰσχρόν; ἐγὼ δʼ ἀξιόπιστον μὲν τοῖς ὅλοις οὐδενὸς ἧττον Ἑλλήνων ἡγοῦμαι, ἡδέως δʼ ἂν ἐροίμην τοὺς πρὸς ἐκείνου πότερʼ αὐτῷ μᾶλλον πιστεύειν ἄξιον, ταῦτα ἢ ʼκεῖνα. καὶ μὴν εἰ τὰ μάλιστα σεμνός ἐστι, φαίνεται μαρτυρῶν ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. ὅταν γὰρ ἡμεῖς μὲν καὶ ἡμῖν αὐτοῖς ταὐτὰ λέγωμεν κἀκείνῳ, ἐκεῖνος δὲ μήθʼ αὑτῷ μήθʼ ἡμῖν, οὐκ ἀντιλέγει μᾶλλον ἢ μαρτυρεῖ κατʼ αὐτὸ τοῦτο τὸ μὴ τἀληθῆ λέγειν. φέρε δὴ καὶ ἑτέραν ἐκ τοῦ αὐτοῦ γυμνασίου, ἔφη Πλάτων, μαρτυρίαν ἀντʼ εἰκόνος παράσχωμαι. οὐ γάρ που δυσχερανεῖ Πλάτων, ἐὰν

Αἰσχίνης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος ἐγὼ δʼ εἰ μέν τινι τέχνῃ ᾤμην δύνασθαι ὠφελῆσαι, πάνυ ἂν πολλὴν ἐμαυτοῦ μωρίαν κατεγίγνωσκον· νῦν δὲ θείᾳ μοίρᾳ ᾤμην μοι τοῦτο δεδόσθαι ἐπʼ Ἀλκιβιάδην. καὶ οὐδέν γε τούτων ἄξιον θαυμάσαι. ἀκούεις ἀνδρὸς ἑταίρου καὶ τὸν αὐτόν σοι σοφώτατον νομίζοντος, προσθήσω δʼ ὅτι καὶ τῷ αὐτῷ τοὺς λόγους ἀνατιθέντος, ᾧπερ καὶ σὺ τούτους. οὐ χρὴ, φησὶ, θαυμάζειν, ὦ Πλάτων, εἴ τις καὶ τέχνην μὴ κτησάμενος οἷός τʼ ἐστὶν ὠφελεῖν ἀνθρώπους. πολλοὶ γὰρ καὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται οἱ μὲν ἀνθρωπίνῃ τέχνῃ, οἱ δὲ θείᾳ μοίρᾳ. ὅσοι μὲν οὖν ἀνθρωπίνῃ τέχνῃ, ὑπὸ ἰατρῶν θεραπευόμενοι, ὅσοι δὲ θείᾳ μοίρᾳ, ἐπιθυμία αὐτοὺς ἄγει ἐπὶ τὸ ὀνῆσον· καὶ τότε ἐπεθύμησαν ἐμέσαι,

ὁπότε αὐτοῖς ἔμελλε συνοίσειν, καὶ τότε κυνηγετῆσαι, ὁπότε συνοίσειν ἔμελλε πονῆσαι. Ἡράκλεις, ὡς διαρρήδην καὶ περιφανῶς Αἰσχίνης ὁ τοῦ Πλάτωνος συμφοιτητὴς μαρτυρεῖ Πλάτωνι ταῦθʼ ἃ μικρῷ πρόσθεν παρεσχόμεθα αὐτοῦ πολλῷ καὶ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα ὧν ἕνεκα τοῦ παραδόξου συνεσκεύακεν. οὐκοῦν αὐτός τε μαρτυρῶν ἡμῖν ὥσπερ ὑπὸ κήρυκος ἁνὴρ φαίνεται καὶ τὴν τοῦδε μαρτυρίαν ὥσπερ ἐπισφραγίζεται· τοὺς γὰρ πρὸς ἡμῶν αὐτοῦ λόγους κυροῖ. καὶ μὴν εἰ πολλοὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται χωρὶς ἰατρῶν καὶ τέχνης, καὶ ταῦτʼ οὐδʼ ἐφʼ ἑνὶ ἄλλῳ τῆς τῶν ἰατρῶν τέχνης οὔσης ἢ τῷ

ποιεῖν ὑγιεῖς, οὐδὲν ἀπεικὸς οὐδʼ ἔξω τῆς ἀνθρωπίνης τέχνης χρὴ εἰπεῖν εἴτε θείας μοίρας κἀν τοῖς λόγοις τοῦ βελτίστου τυγχάνειν μηδεμιᾷ τέχνῃ χρωμένους, εἰ καὶ ὅτι μάλιστα τῆς τέχνης ἦν τὸ τοῦ βελτίστου τυγχάνειν περὶ αὐτοὺς τοὺς λόγους. περί γε μὴν τούτου τοῦ μέρους οὐκέτʼ ἐκ λόγου πρὸς Πλάτωνα ἀγωνιοῦμαι, ὡς ἄρα πολλοὶ διὰ θείας μοίρας ἐσώθησαν, οὐδέ μοι νεμεσήσει δήπουθεν οὔτʼ Αἰσχίνης ὁ Λυσανίου οὔτʼ ἄλλος οὐδεὶς, εἰ φαίην αὐτὸς ἔχειν μαρτυρῆσαι μᾶλλον τοῖς ῥήμασιν ἢ τῆς παρʼ ἐκείνου πρὸς δὴ ταῦτα προσδεῖσθαι μαρτυρίας. ἀλλʼ ὡς ἀληθῶς ὥσπερ οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τετελεσμένοι παρʼ αὐτῶν τῶν θεῶν ἔχω τὸ
μάθημα, ὑφʼ ὧν ἃ μηδεὶς ἰατρῶν μήτε οἶδεν ὅ τι χρὴ

προσειπεῖν, οὐχ ὅπως ἰάσασθαι, μήτʼ εἶδεν ἐν ἀνθρώπου φύσει συμβάντα, ἄλλοτʼ ἄλλαις παραμυθίαις τε καὶ συμβουλαῖς ἐκ τοῦ θεοῦ διαφεύγων ζῶ παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκός. πολλοὶ δʼ ἔμοιγε καὶ ἄλλοι κοινωνοί τε καὶ μάρτυρές εἰσι τῶν λόγων, οὐ μόνον τῶν Ἑλλήνων, ἀλλὰ καὶ βαρβάρων, αἵ τʼ ἐν Ἀσκληπιοῦ τῶν ἀεὶ διατριβόντων ἀγέλαι καὶ ὅσοι τῷ κατʼ Αἴγυπτον θεῷ συνεγένοντο. καίτοι τέχνης μὲν ἡμῶν οὐδʼ ὁτιοῦν εἰς ταῦτα μέτεστιν οὐδενὶ δήπουθεν, ἀλλὰ καὶ τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχεδὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστίν· ὅμως δὲ σὺν αὐτοῖς εἰπεῖν οὔθʼ οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμάζουσιν οὔτε πολλοὶ μετέγνωσαν τῶν πρὸ τῆς τέχνης τὴν παρὰ τοῦ θεοῦ τύχην ἑλομένων. ἀλλὰ καὶ ὀνείρασι χρώμεθα οὐ προειδότες, οἶμαι, τῆς ἑσπέρας ὅ τι μέλλομεν ὄψεσθαι, καὶ τί χρὴ ποιήσαντας σωθῆναι γιγνώσκομεν, ἀγνοοῦντες μέχρι ἐκείνου τοῦ μέρους τῆς ὥρας, ἐν ᾧ παρὰ τῶν θεῶν ἧκε τἀγαθὸν, καὶ πάλιν γὰρ ὥσπερ ἐπᾴδων ἐν μέλει ταυτὸν ἐρῶ, τέχνης οὐδʼ ὁτιοῦν ἐπαΐοντες οὐ μόνον περὶ τῶν ἡμῖν αὐτοῖς συμφερόντων, ἀλλὰ καὶ περὶ τῶν ἑτέροις ἔχομεν εἰπεῖν πολλάκις, ἂν δοκῇ τῷ θεῷ, ὥστε καὶ τοὺς ἰατροὺς οὐδὲν κωλύει φρίττειν, ἐπειδὰν ἀκούωσι

πολλὰ τῶν ἔργων. πότερʼ οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνακεῖσθαι τἀνθρώπεια, ἢ τὸ θεοὺς ἀνθρώπων κήδεσθαι ποιεῖ καὶ διʼ ὀνειράτων ἀνθρώπους σώζεσθαι; ἐγὼ μὲν οἶμαι τοῦτο. τί οὖν, ὦ μεγίστη σὺ γλῶττα τῶν Ἑλληνίδων, ἔφη Κρατῖνος, ποιῶν ἔσθʼ ὅ τι κωλύει καὶ ὕπαρ γιγνώσκειν τὰ βέλτιστα ἄνευ τέχνης καὶ συμβουλεύειν ἑτέροις ἔχειν, εἴπερ γε καὶ τὰ ὀνείρατα ποιεῖ καὶ ἑτέροις ἔχειν συμβουλεύειν; ἢ σωθῆναι μὲν ἔστιν ἄνευ τέχνης καὶ ἕτερον σῶσαι διʼ ὧν τις οὐκ οἶδε, συμβουλεῦσαι δʼ οὐκ ἔστιν ἄνευ τέχνης οὐδὲν, οὔτʼ ἀπὸ τῆς αὐτοῦ τύχης οὔτʼ ἀπὸ τῆς θείας οὔτε, τὸ τοῦ Δημοσθένους, τῆς τῶν

ἀκροωμένων; καὶ ταυτὶ μὲν ὑπʼ αὐτοῦ τοῦ λόγου κινηθεὶς καὶ τοῦ τοῖς θεοῖς ὡσπερεὶ τετελεσμένου ἐπὶ πλεῖον ἴσως ἐξήγαγον· καί μοι συγγνώμη καὶ παρʼ αὐτοῦ τοῦ Πλάτωνος ἔστω καὶ παρʼ ἄλλου παντὸς τοῦτʼ αὐτὸ παθόντι ὅπερ ἐν τοῖς λόγοις ἐνῆν· οὐ γὰρ ἦν κατασχεῖν αὐτὸν, ἐπειδὴ θεία μοῖρα καὶ σωτηρία παρέπεσε. διὸ καίπερ μαρτυρίᾳ χρώμενος ἠναγκάσθην αὐτὸς μαρτυρεῖν τῷ λόγῳ, ἐπάνειμι δʼ αὖθις πρὸς τὰ λοιπὰ τῆς μαρτυρίας ἐγὼ δὲ διὰ τὸν ἔρωτα ὃν ἐτύγχανον ἐρῶν Ἀλκιβιάδου οὐδὲν διάφορον τῶν Βακχῶν ἐπεπόνθειν. καὶ γὰρ αἱ Βάκχαι ἐπειδὰν ἔνθεοι γένωνται, ὅθεν οἱ ἄλλοι ἐκ τῶν φρεάτων οὐδὲ ὕδωρ

δύνανται ὑδρεύεσθαι, ἐκεῖναι μέλι καὶ γάλα ἀρύονται. καὶ δὴ καὶ ἐγὼ οὐδὲν μάθημα ἐπιστάμενος ὃ διδάξας ἄνθρωπον ὠφελήσαιμʼ ἂν, ὅμως ᾤμην ξυνὼν ἂν ἐκείνῳ διὰ τὸ ἐρᾶν βελτίω ποιῆσαι. ἐνταῦθα τελευτᾷ τῶν διαλόγων οὐ διʼ αἰνιγμάτων, οὐδὲ ὑπονοίας, οὐδὲ τρόπον τινὰ ταὐτὰ λέγων ἡμῖν, ἀλλʼ ὥσπερ ἐξεπίτηδες εἰς τὴν χρείαν πεποιηκώς. εἰ τοίνυν ὄνειροι μὲν τὰς Ἀσκληπιοῦ συμμορίας τῆς τῶν ἰατρῶν τέχνης ἀπαλλάττουσι, Βάκχαι δὲ αἱ Διονύσου καὶ τὰ τῶν Νυμφῶν δῶρα μεταβάλλουσιν ἡνίκʼ ἂν ἔνθεοι γένωνται, τί τῶν αἰσχρῶν ἢ τί τῶν ἔξω τῆς φύσεως καὶ τοὺς ἐν τοῖς λόγοις ἐνθέους παραδέχεσθαι καὶ νομίζειν εἰς προστάτας ἔχειν ἀνενεγκεῖν τούς γέ που κρείττονας; καὶ μὴν οὐδὲ τοῦτʼ ἔστʼ εἰπεῖν ὡς ἄρʼ ὁ μάρτυς οὐδενὸς ἄξιος, ἢ πόρρω τῶν πραγμάτων, ἢ καταφεύγομεν εἰς ὄνομα αὐτὸ δὴ τοῦτο. ἀλλʼ εἴ γέ τινας ὥσπερ παῖδας οὕτως καὶ ἑταίρους χρὴ λέγειν γνησίους, γνήσιον Αἰσχίνην Σωκράτους παρειλήφαμεν. μαρτυρεῖ δὲ καὶ ἡ ψευδὴς ἐνίων δόξα τῶν αὐτοῦ Σωκράτους εἶναι τὰ γράμματα ταῦτα ὑπειληφότων· οἷς εἰ μὴ τὸ ὅλον πιστεύειν ἄξιον, ὥσπερ ἐγὼ πρῶτος οὐκ ἂν φαίην, ἀλλʼ οὖν οὐκ ἐπὶ πάσης γε τῆς ἀλογίας ἡ πλάνη συμβέβηκεν, ἀλλʼ οὕτω σφόδρα ταῦτʼ

οἰκεῖα τῷ Σωκράτους ἤθει καὶ προσήκοντα ἐκρίθη, ὥστε

καὶ ταύτῃ τῇ δόξῃ γενέσθαι χώραν. δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτὸς εἰ καὶ μηδεὶς λόγος αὐτοῦ γραφῇ σώζεται, οὐχ ἧττον οὔτε Πλάτωνος τοῦ σεμνοῦ οὔτʼ Αἰσχίνου τοῦ κομψοῦ μαρτυρεῖν, ἀλλʼ ἔτι κάλλιον καὶ ὡς ἀληθῶς εἰς τὸ μέσον. ὁμολογεῖται μέν γε λέγειν αὐτὸν ὡς ἄρα οὐδὲν ἐπίσταιτο, καὶ πάντες τοῦτό φασιν οἱ συγγενόμενοι. ὁμολογεῖται δʼ αὖ καὶ τοῦτο, σοφώτατον εἶναι Σωκράτη τὴν Πυθίαν εἰρηκέναι. πῶς οὖν ταῦτʼ ἔχει; οὐ γὰρ τόν γε τοῦ παντὸς ἐσφαλμένον ὡς ἀνέλοι σοφώτατον ἀνδρῶν πιστεῦσαι θεμιτὸν περὶ τοῦ θεοῦ. τέχνην δὲ, ὡς ἔοικεν, ἔφασκεν οὐκ ἀσκεῖν, ἀληθῆ λέγων. ᾧ γοῦν συνεγένετο Ἀναξαγόρᾳ, οὐ τἀκείνου τιμήσας φαίνεται. ἓν μὲν δὴ τοῦτο μαρτυρεῖ Σωκράτης, οὐκ αἰσχρὸν εἶναι τὸ μὴ τέχνην κεκτῆσθαι, εἴπερ περὶ αὑτοῦ λέγων οὐκ ᾐσχύνετο. ἕτερον δὲ ἀκόλουθον. οὐ γάρ ἐστιν ὅστις οὐ λέγει περὶ Σωκράτους ὅτι φάσκοι τὸ δαιμόνιον αὐτῷ σημαίνειν. οὐκοῦν μηδὲν μὲν ἐπίστασθαι τῶν δεόντων ἀμήχανον ᾧ γε παρηκολούθει τὸ δαιμόνιον. ὅτι δʼ οὐδὲν ἐπίσταιτο αὐτὸς ἔλεγε, λέγων δʼ οὐκ ἐψεύδετο, εἴπερ γε μηδὲ ὁ θεὸς σοφώτατον αὐτὸν εἰρηκώς. λοιπὸν οὖν τί ποτʼ ἐστὶ τὸ φάσκειν οὐκ εἰδέναι; οἶμαί γε τὸ μὴ τέχνῃ. ἀλλὰ μὴν εἰ μηδετέρως γʼ ἂν σοφώτατος ἦν ἔτι, μήτε ψευδόμενος περὶ αὑτοῦ, εἴπερ ἕν τι τῶν αἰσχρῶν τὸ ψεύδεσθαι, μήτʼ ἀληθῆ λέγων, εἰ τὸ μὴ χρῆσθαι τέχνῃ τῶν ἁπλῶς αἰσχρῶν ἦν, ἅμα Σωκράτης τε διʼ ἀμφοτέρων μαρτυρεῖ τῷ λόγῳ, καὶ ὧν ἔξαρνος ἦν καὶ ὧν ὡμολόγει, καὶ διὰ τοῦ Σωκράτους ὁ

θεὸς μεμαρτύρηκε περὶ ἀμφοῖν, χρήσας ἐκεῖνον σοφώτατον

εἶναι, ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρʼ αὑτοῦ βεβαιοῖ. μάθοι δʼ ἄν τις καὶ παρʼ αὐτοῦ τοῦ πράγματος συμβαίνοντα τῷ Σωκράτους λόγῳ καὶ βίῳ τὰ ἀπὸ τῆς μαντείας. τὸν γὰρ ζῶντα ὑπὸ θεῷ καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἠμεληκότα πῶς οὐκ εὔλογον ἐκ προχείρου παρὰ θεῷ κριτῇ σοφώτατον ἀνθρώπων ἀνῃρῆσθαι; ἡ μὲν οὖν παρὰ τοῦ Πλάτωνος ἡμῖν μαρτυρία τοσαύτη, διʼ αὐτοῦ καὶ διὰ τῶν ἑταίρων ἀμφοτέρων τελευτῶσα εἰς τὸν θεὸν τὸν ἐν Δελφοῖς, ὃς ἐπιψηφίζει Πλάτωνι ἃ μικρῷ πρόσθεν ἔφην Αἰσχίνην. εἰ δὲ δεῖ καὶ ποιητῶν παρασχέσθαι μαρτυρίας, ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων ἢ τὰς τῶν προκριθέντων διὰ πάντων παρασχέσθαι, ὅμως δʼ ὡς ἄν τις ἔχοι τῶν γνωριμωτάτων ἐκλέξας εἰπεῖν ῥᾳθυμία παραλιπεῖν. κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν, εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι λόγῳ τῆς τέχνης. ἀλλʼ οὐ ταύτης δέομαι τὰ νῦν, ἔστι γὰρ ἐν τοῖς εἰρημένοις, ἀλλὰ τῆς κατὰ ῥῆμα. τοῦτο μὲν τοίνυν ὁ πρεσβύτατος αὐτῶν καὶ πᾶσι συνηθέστατος Πάνδαρον μὲν τὸν Ζελείτην ἐπαινῶν εἰς τὴν τοξικὴν ὧι καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε λέγει. τὸν δὲ τῶν
Φαιάκων βασιλέα ποιήσας εἰς ὑπερβολὴν φιλάνθρωπον καὶ θεοφιλῆ τῷ ῥήματι τούτῳ τετίμηκεν
Ἀλκίνοος δὲ τότʼ ἦρχε θεῶν ἄπο μήδεα εἰδώς.
μή μου πύθῃ, φησὶ, ποίαν τέχνην ἐκέκτητο, ἢ τίς διδάσκαλος αὐτοῦ· θεῶν γὰρ ἄπο μήδεα ᾔδει. τὸν δʼ αὖ Δημόδοκον ὡσαύτως τὸν κιθαρῳδὸν ἐπαινῶν ὡς ἄκρον τὴν μουσικὴν οὕτως ποιεῖ
    τὸν πέρι Μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
  1. ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν·
καὶ πάλιν
Μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν.

ὁ δέ γε Ἀλκίνους αὐτὸς συνιστὰς αὐτὸν καὶ καλῶν εὐθὺς ἐν ἀρχῇ φησι

    τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν,
  1. τέρπειν ὅππη θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
ταυτί φησιν ὁ Ἀλκίνους αὐτὸς, ᾧ φιλοτιμίαν εἶχε δήπουθεν, εἴ τι καὶ διδασκάλοις ἀνήλωσεν ὑπὲρ αὐτοῦ, καὶ ταῦτʼ ὄντι λαμπρῷ καὶ μεγαλοψύχῳ καὶ δόξης ἐραστῇ. ἀλλʼ ὅμως ἐγώ σοι, φησὶν, αὐτὸς λέγω καὶ διορίζομαι, τοῦτον οὐκ ἐδιδαξάμην. καὶ οὐχ ὁ μὲν Ἀλκίνους οὕτως ὁ τῶν Φαιάκων βασιλεὺς, ὁ δὲ τῶν Ἑλλήνων σοφώτατος οὐχ ὁμοίως περὶ τῶν αὐτῶν, ἀλλʼ ἔτι μᾶλλον ἀγασθεὶς τοῦ Δημοδόκου τῆς ἐπιδείξεως καὶ ὥσπερ ἐπίτηδες ζητῶν ὅ τι εἴποι μέγιστον, ὦ Δημόδοκε, φησὶν,
    ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων·
  1. ἢ σέ γε Μοῦσʼ ἐδίδαξε Διὸς παῖς, ἢ σέ γʼ Ἀπόλλων
ὡς τοῦ πράγματος κρείττονος ἢ τέχνῃ λαβεῖν.
λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις.
οὐδὲ τοῦτο πάρεργον, οὐδʼ εἰκῆ προσθεὶς, οὐδʼ ἐφόλκιον ἄλλως ἐπὶ τοῖς ἄνω, ἀλλʼ ἐνδεικνύμενος καὶ πρὸς ἓν σημαινόμενος ὅτι τοῦτο τὸ ἐν κόσμῳ καὶ λαμπρῶς οὐκ ἐκ τέχνης, ἀλλʼ ἐπιπνοίᾳ θεῶν παραγίγνεται. κομψὸν μὲν γάρ τι, φαυλότερον δὲ ἡ τέχνη πολλῷ· πάλιν δʼ ὥσπερ ἐπισφραγιζόμενος τὴν μαρτυρίαν, προβαλὼν αὐτῷ τὸν τοῦ ἵππου κόσμον ἀεῖσαι, τοσοῦτον ὑπισχνεῖται,
    αἴ κεν δή μοι ταῦτα (φησὶ) κατὰ μοῖραν καταλέξῃς,
  1. αὐτίκα καὶ πᾶσιν μυθήσομαι ἀνθρώποισιν
  2. ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
ὡς οὐκ ἔχων τί τούτου μεῖζον ὑπόσχοιτο αὐτῷ. οὕτω τοίνυν ὁ ποιητὴς πεπεικὼς αὑτὸν ἐποίει περὶ τούτων, ὥστε ὥσπερ δεδοικὼς μή τις αὐτὸν περὶ Δημοδόκου μόνου λέγειν ταῦτα δόξειεν, ἀπὸ τοῦ κοινοῦ τῶν ἀοιδῶν ἐποίησεν ἀρχόμενον τὸν Ὀδυσσέα καὶ λέγονθʼ οὕτω
    πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
  1. τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφᾶς
  2. οἴμας Μοῦσʼ ἐδίδαξε· φίλησε δὲ φῦλον ἀοιδῶν.

ὥσπερ δεδοικὼς Ὅμηρος ὑπὲρ ἑαυτοῦ μή τις αὐτὸν φῇ παρʼ ἑτέρου τι μεμαθηκέναι, ἀλλὰ μὴ παρʼ αὐτῶν τῶν

Μουσῶν. πῶς οὖν αἱ Μοῦσαι διδάσκουσιν; ἆρά γε ὥσπερ οἱ γραμματισταὶ διδασκαλεῖον ἀνοιξάμεναι; οὐκ ἔστιν. ἀλλʼ οἶμαι ἐπὶ νοῦν ἄγουσι καὶ τὴν εὕρεσιν κινοῦσιν, ὡς καὶ ἐν αὐτοῖς τούτοις ἐμφαίνεται τοῖς ἔπεσι· φησὶ γοῦν ἐπὶ πᾶσιν
ὣς φάθʼ· ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν·
ταυτὸν διὰ πάντων ἐμφανίζων, ὅτι ληρεῖ τέχνη πρὸς θεὸν κινοῦντα. τὸν τοίνυν Φήμιον ἐν τῇ τῶν μνηστήρων σφαγῇ πεποίηκε τὸ ὑπὲρ ἑαυτοῦ παραιτούμενον καὶ λέγοντα
    αὐτοδίδακτος δʼ εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
  1. παντοίας ἐνέφυσεν, ἔοικα δέ τοι παραείδειν
  2. ὥστε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
τοῦτο μὲν ὡς ταυτὸν ὅ τε αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητὴς ἐγγύθεν οὑτωσὶ δηλῶν, τοῦτο δὲ ὡς οὐδὲν ἄλλο εἰπόντος εἰς σωτηρίαν τοῦ Φημίου μεῖζον ἢ ὅτι οὐδενὸς ἀνθρώπων ἐστὶ μαθητής. εἰκότως· τὸν γὰρ ὑπὸ τῶν ἠδικῆσθαι δοκούντων μέλλοντα σωθήσεσθαι εἰς τὴν παρὰ τῶν θεῶν τιμὴν καταφεύγειν εἰκὸς ἦν. διʼ ἃ τούτοις αὐτὸν σώζει τοῖς λόγοις. ἔτι τοίνυν, ἀναλήψομαι γὰρ, τὸν Τηλέμαχον ἀποδημοῦντα πεποίηκε δή που κατὰ πύστιν τοῦ πατρὸς ἐν τοῖς πρώτοις, ὡς δὲ προσέσχε τῇ Πύλῳ καὶ συντυγχάνειν ἔδει τῷ Νέστορι ἀγωνιῶντα καὶ ἀποροῦντα ὅ τι χρὴ λέγειν πρὸς αὐτὸν διὰ τὸ συνειδέναι μὴ ὅπως τέχνην αὐτῷ τινα ἐπισταμένῳ περὶ λόγους, ἀλλʼ οὐδʼ
αὐτὸ, ὅ φησι Πλάτων, ἐμπειρίαν ἔχοντί πω μέχρι τούτου. κατακέκλεικε γοῦν αὐτὸ τοῦτʼ εἰς ἔπος ἐξ ἀρχῆς εἰς τέλος
οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν.
ὁ δʼ αὐτὸν παραμυθεῖται καὶ λέγει, μηδείς σε τῶν σοφιστῶν ἐξαπατάτω, μηδʼ ἀθυμήσῃς ἐπὶ σαυτῷ. εἰ γὰρ καὶ τῆς τέχνης ἀπολέλειψαι καὶ τῆς ἐμπειρίας,
    ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
  1. ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀΐω
  2. οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε,
συνάπτων κἀνταῦθα τρόπον τινὰ καὶ συντιθεὶς ἐφεξῆς

τό τε αὐτὸν συνεῖναι καὶ τὸ ὑπειπεῖν τὸν θεὸν, καὶ πάλιν αὖ τὴν φύσιν καὶ τροφὴν τῇ θείᾳ μοίρᾳ προστιθείς. καὶ ταῦτα οὐ Μέντωρ, οὐδʼ Ἁλιθέρσης αὐτῷ λέγει, ἀλλὰ θεῶν ἡ σοφωτάτη καὶ ᾗ τά τε τῆς φρονήσεως καὶ τὸ περὶ τὰς τέχνας ἀνάκειται. καὶ ὁ Τηλέμαχος πρῶτον τότε ῥητορεύων εὔπορος γίγνεται καὶ λόγους ἀποχρῶντας εὑρίσκει τῇ χρείᾳ—ἃ γὰρ ἐν μνηστῆρσιν ἐδημηγόρησεν ἐῶ λέγειν—τῆς Ἀθηνᾶς, καὶ τυγχάνει τοῦ σκοποῦ οὕτως ὥσθʼ ὅ γε Νέστωρ ἀκούσας, τοῦτο γάρ ἐστι τὸ ἥδιστον, ἐπαινεῖ τε καὶ φησὶν

    ἤτοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
  1. ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι·
καίτοι τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι ὁ Νέστωρ αὐτῷ πεποίηται καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ·
ἀλλʼ ὅμως ἐπαινεῖ καὶ λαμπρῶς. ὡς δʼ ἧκεν ἐκ τῆς Πύλου πρὸς τὸν ἕτερον ῥήτορα καὶ βασιλέα τὸν Μενέλαον, ὁ μὲν Τηλέμαχος ὡς θεοῦ φησιν ἀκούων τέρπεσθαι τοῦ Μενελάου, ὁ δὲ τὴν αὐτὴν αὖ περὶ ἐκείνου φέρει τῷ Νέστορι δόξαν, καὶ φησὶν ἅτε καὶ αὐτὸς ἤδη πρεσβύτης ὢν
αἵματος εἶς ἀγαθοῖο φίλον τέκος οἷʼ ἀγορεύεις·
οὐδὲν ἀλλʼ ἢ τοῦτο λέγων ὅτι πέφυκας πρὸς λόγους, διὰ τοῦτο λέγεις τὰ βέλτιστα, καὶ παρʼ ἑτέροις τοιούτοις εὐδοκιμεῖς· ὥστε εἰ καὶ μὴ τέχνην τινʼ ἔχεις περὶ τοὺς λόγους, ἔμοιγε, φησὶν, ἐξαρκεῖ. οὕτω διʼ ὅλου τοῦ δράματος ὥσπερ ἐξεπίτηδες καὶ διὰ πάντων τῶν ἀξιόχρεων Ὅμηρος μαρτυρεῖ μὴ τὴν τέχνην εἶναι κυρίαν ἐν τοῖς λόγοις, ἀλλὰ τὸ τῆς φύσεως κράτος καὶ τὸ δοκοῦν τῷ θεῷ. αὐτὸς τοίνυν ὁ τοῦ Τηλεμάχου πατὴρ, ὃν τῆς εἰς τοὺς λόγους παρασκευῆς ἐπὶ πλεῖστον ἐποίησεν ἥκοντα, παροξυνθείς τι πρὸς τὸν Φαίακα καὶ σωφρονίζων αὐτὸν, πῶς λέγει καὶ παρρησιάζεται,
    ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ,
  1. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει·