Orationes 45

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οἶμαι δεῖν ὅστις μέλλει τὰ δέοντα ἐρεῖν, ἢ ψήφου κύριος ὀρθῶς ἔσεσθαι, μὴ τοῦτο σκοπεῖν μηδὲ βασκαίνειν εἴ τινι τῶν πρότερον καὶ δόξαν ἐχόντων ἑτέρως εἰρῆσθαι περὶ τῶν αὐτῶν συμβέβηκεν, ἀλλʼ οὗ πανταχοῦ πλεῖστον εἰκός ἐστι λόγον εἶναι, τοῦτο κἀν τῷ παρόντι ζητεῖν, ὁποτέρωθι τἀληθὲς, καὶ τοῦτο συμβούλεσθαι νικᾶν. ἄτοπον γὰρ ἐν μὲν ταῖς ἐκκλησίαις μὴ τὸν πρῶτον εἰπόντα πιστεύεσθαι μηδʼ ἐν τοῖς δικαστηρίοις, ἀλλὰ τοῦτό γʼ εὖ εἰδέναι πάντας, ὅτι εἰ ταύτῃ ταῦτα κριθήσεται, τῶν φευγόντων οὐδεὶς ἀποφεύξεται· πάντες γὰρ ὕστεροι δή που τοῦ διώκοντος λέγουσιν· ἐν δὲ τοῖς λόγοις αὐτοῖς καὶ τῇ περὶ τούτων κρίσει τοὺς τῷ χρόνῳ προλαβόντας κρατεῖν, ἀλλὰ μὴ τοὺς ἀποδείξοντας περὶ ὧν ἀγωνίζονται, καὶ τραγῳδοὺς μὲν καὶ κιθαριστὰς καὶ τοὺς ἄλλους τοὺς ἐπὶ τῆς μουσικῆς μὴ ταυτὸν φέρεσθαι τῆς τε ἀξίας ὄνομα καὶ τῆς τάξεως, ἢ κληροῦν γε ἂν ἤρκει μόνον, ἀλλʼ ὅστις ἂν κάλλιστʼ ἀγωνίσηται, τοῦτον στεφανοῦν καὶ πρῶτον ἀναγορεύειν, κἂν ὕστατος εἰσελθὼν τύχῃ, τοὺς δὲ τῶν ἀστειοτέρων ἀγωνισμάτων ἀξιοῦντας ἀγωνιστὰς ἢ κριτὰς εἶναι οὕτω

σφόδρα τὸν χρόνον σεμνύνειν ὥστε μὴ μόνον τοῖς ὅλοις

χείρους τοὺς ὑστέρους ἡγεῖσθαι, ἀλλὰ μηδʼ ἂν τυχεῖν εὑρόντας βέλτιον τῶν εἰρημένων μηδέν. ὁρῶ δὲ ὅτι κἀν τοῖς γυμνικοῖς ἀγῶσιν οὐχ ὅστις πρῶτος τὴν ἀπογραφὴν ἐποιήσατο, οὗτος ἀπέρχεται νικῶν, ἀλλʼ ὅστις οὗ τὴν ἀπογραφὴν πεποίηται, τοῦτο ἐπὶ τῆς πείρας ἄριστα δείκνυσι. καὶ τοῦθʼ οὕτως ἰσχύει διὰ τέλους ὥστε καὶ ἐν αὐτοῖς τοῖς ἄθλοις, προσθήσω δʼ ὅτι καὶ τοῖς αὐτοῦ τοῦ τάχους, οὐ τοῖς ἐπὶ τῆς ἀρχῆς ἐξενεγκοῦσιν ἀποδίδοται τὸ σύμβολον, ἀλλὰ τοῖς παρελθοῦσι. καίτοι πῶς οὐκ ἀλογία πολλὴ τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶντας ἢ τιμῶντας οὕτω σφόδρα καὶ νῦν καὶ πρότερον τὸ τοῦ λόγου καλὸν καὶ δίκαιον τετιμηκέναι, τοὺς δʼ ἐπὶ τῶν λόγων ἀνέχοντας καὶ χωρὶς τῆς ἐν τούτοις διατριβῆς οὐδʼ ἂν ζῆν δεξαμένους οὕτως ἀργῶς, μᾶλλον δʼ ἀδίκως ἔχειν, ὥσθʼ ἑνὶ πιστῷ χρῆσθαι περὶ ἁπάντων, ἄν τις φθάσῃ γενόμενος, καὶ τὰ ὀνόματα ἀντὶ τῆς ἀληθείας θαυμάζειν αἱρεῖσθαι, ὥσπερ νομίσαι δέον, οὐχ εὑρεῖν τὸ βέλτιον· καὶ τοὺς μὲν νόμους αὐτοὺς, ἂν συμφέρῃ, κινεῖν, τοὺς δὲ περὶ τῶν ἀεὶ μενόντων τῇ φύσει λόγους ἐπὶ τοῖς πρώτοις μὴ δέχεσθαι, ἀλλʼ ὥσπερ ὅρους ἢ στήλας τοὺς προκατεσχηκότας πρεσβεύειν, καὶ ταῦτα οὐ λύειν ὥσπερ ἐν τοῖς νόμοις τοὺς προτέρους διὰ τῶν ἐναντίων δέον, ἀλλὰ τῆς αὐτῆς χώρας καὶ ἑτέρους ἀξιοῦν αὐτοῖς· καὶ τοῖς μὲν ὅρκοις τοῖς κοινοῖς προσπαραγράφειν ἐξεῖναι ἀνελεῖν καὶ
προσθεῖναι ὅ τι ἂν σκοπουμένοις ὕστερον συνδοκῇ, οὓς δὲ ἀπὸ τῆς αὐτῆς ἐξουσίας ἀεὶ καὶ διὰ παντὸς ἐξετάζειν

δεῖ λόγους, τῷ παρελθόντι χρόνῳ μόνῳ προσθεῖναι, ὥσπερ ἂν εἴ τις καὶ ὑγιαίνειν χρῆναι φάσκοι μόνους τοὺς πρώτους γενομένους, καὶ μηδʼ ἐκεῖνο ὁρᾷ ὅτι ἡ τοιαύτη κρίσις καὶ ὁ τοιοῦτος λογισμὸς αὐτοῖς πρώτοις οὓς τιμῶσιν οὐ λυσιτελεῖ. εἰ γὰρ τῷ χρόνῳ δεῖ συγχωρεῖν καὶ τὴν ἀξίαν ἀπὸ τούτου μετρεῖν, οὐκέτʼ ἔχει τόπον ἡ νῦν παρὰ πάντων εἰς ἐκείνους αἰδώς. Ἴασος γὰρ ἂν οὕτω γε νικῴη περὶ λόγους καὶ Κρίασος καὶ Κρότωπος καὶ Φορωνεὺς καὶ εἴ τις Ἀργεῖος ἐκ μύθου καὶ Δευκαλίων ἢ εἴ τις ἔκ τε ἄλλων ἄλλος καὶ Λυκάων ἐξ Ἀρκαδίας καὶ Κέκροψ Ἀθήνηθεν ἀντὶ τῶν νῦν βεβοημένων· ἐν δὲ τοῖς ἔθνεσι Φρύγες διὰ τὴν παρὰ τοῦ βέκους, οἶμαι, μαρτυρίαν. καὶ παρῆκα Καλλαίθυιαν ἀρίστην γυναικῶν ἅμα καὶ ἀνδρῶν γενομένην. ἐὰν οὕτω κρίνωμεν, ὡς οὐ Κόδρῳ γε μετέσται τῆς φιλοτιμίας, ἀλλὰ καὶ οὗτος παῖς οἷς εἶπον συμβάλλειν καὶ οὐκ ἀρχαῖος, καὶ κατὰ μικρὸν οὕτω ζητήσομεν εἴ τις ἦν πρὶν σελήνην εἶναι. Ὁμήρου δὲ καὶ Ἡσιόδου καὶ τῶν εἰς ἡμᾶς νενικηκότων, Πλάτωνος, εἰ βούλει, καὶ Δημοσθένους καὶ τῶν ὀλίγον πρὸ τούτων, οὐδʼ εἰς πολλοστὸν χρόνον ἐλπὶς ὁμοίαν ἐγγενέσθαι δόξαν, συμπροϊόντος ἴσου τοῦ πρὸ αὐτῶν ἐκείνοις ἀεί. εἰ δὲ τοῦτʼ εὔδηλον ἅπασιν ὅτι καὶ οὗτοι φύσει καὶ δυνάμει διενεγκόντες τοὺς πρὸ αὐτῶν ἀπέκρυψαν, οὐδὲ τοὺς ὕστερον παντάπασιν ἅπαντας ἀπείργειν εἰκὸς, οὐδʼ ἀπιστεῖν εἴ τις καὶ τοῦ νυνὶ χρόνου μετεσχηκὼς ἔχει συμβαλέσθαι γνώμην περὶ ὧν

πρόκειται λόγος, ἀλλὰ παρʼ αὐτῶν, ὡς ἔοικεν, ὧν τιμῶμεν

ὑπάρχειν εἰδότας τὸ προσίεσθαι καὶ προσέχειν ὁπόσον διαφέρει. ἅπαντας μὲν οὖν ἴσως τοὺς παλαιοὺς αἰδεῖσθαι μὲν δίκαιον, φρίττειν δὲ οὐκ ἄξιον, εἴπερ μὴ τοὺς ἐπὶ τοῖς λόγοις ὀνομασθέντας μᾶλλον ἢ τοὺς λόγους αὐτοὺς δεῖ δοκεῖν τιμᾶν· ὅτι δʼ εἰ πρὸς ἄλλον τινὰ χρὴ γνώμης οὕτως ἔχειν, καὶ πρὸς Πλάτωνα, οὐκ ἄλλου δέομαι μάρτυρος, ἀλλʼ αὐτὸς ἐξαρκεῖ οὐ μόνον οἷς ἁπανταχοῦ βοᾷ καὶ παρακελεύεται μηδὲν πρότερον ποιεῖσθαι τῆς ἀληθείας, ἀλλὰ καὶ ὀλίγῳ τῷ παραδείγματι. εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ τῷ τοσοῦτον πρὸ αὐτοῦ περὶ πολλῶν ἐπιτιμῶν οὐκ ἀπεστέρηται λόγου, ἀλλʼ ἔχει πρὸς τοὺς ἀγανακτοῦντας ὅ τι εἴπῃ, κατʼ αὐτὸν, ὡς ἔοικε, Πλάτωνα καὶ τοὺς ἐκεῖνον ἐπαινοῦντας καὶ πάσης αἰτίας ἀφιέντας ἔστι, κἂν ἄλλος τις ἐκείνῳ δοκῇ τι λέγειν ὑπεναντίον, τολμᾶν ἀκροάσασθαι, μή που τοῦτʼ ἔγκλημα ποιουμένους, ἀλλʼ ἐὰν τοῖς περὶ τῶν πραγμάτων λόγοις ἀπολειφθῇ. ἃ τοίνυν εἴρηκε περὶ ῥητορικῆς φιλονεικότερον τοῦ δέοντος Γοργίου καὶ Σωκράτους ὑποθέμενος συνουσίαν Ἀθήνησι φέρε ἐπισκεψώμεθα καὶ δείξωμεν ὅπως ἔχει. καὶ γὰρ ἂν εἴη δεινὸν, εἰ ἐκεῖνος μὲν ὑποστὰς κατηγορεῖν ἐκ προφανοῦς οὐκ ἀπεστέρησε τρόπον γέ τινʼ αὐτὴν τῶν ὑπὲρ αὑτῆς λόγων. ἀλλʼ ἀπέδωκε δυσὶ καὶ τρισὶν ἀντειπεῖν, ὡς γοῦν ἐν σχήματι διαλόγων, ἡμεῖς δὲ οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες καὶ προῃρημένοι μὴ τολμήσομεν, ὥσπερ τοσαῦτʼ ἀντιλέγειν Πλάτωνι δέον, ὁπόσα ἂν αὐτὸς πρὸς αὑτὸν βουληθείη. ἄλογον δέ μοι φαίνεται, εἰ Πλάτων μὲν οὐκ ᾐδέσθη ψέγων ῥητορικὴν, ἧς ἴσως τι καὶ αὐτῷ μετῆν, ἡμεῖς δʼ

αἰσχυνούμεθα ὑπὲρ ῥητορικῆς λέγοντες μή τις διʼ ἐκεῖνον ἀχθεσθείη. χωρὶς δὲ τούτων εἰ μὲν μηδὲν ἀντειπεῖν δεῖ, ἀλλʼ ἐρήμην ἑαλωκέναι καθάπερ ἐν δικαστηρίῳ, καὶ

ταῦτα λόγων τέχνην οὖσαν, ἄλλο τι τοῦτʼ ἂν εἴη τοὐπίταγμα· εἰ δʼ ἔσθʼ ὅντινα δεῖ, σχεδὸν ἡμῖν ἂν πρέποι, ἵνα καὶ τὸ δίκαιον εὐθὺς ἐν αὐτῷ τούτῳ πρώτῳ δείξωμεν οὗ προεστήκαμεν· ὡς ἔστιν οὐ λόγον σῶζον παρʼ ἧς τὸ τοῖς ἄλλοις συναγορεύειν ἐστὶ, ταύτῃ τῶν παρʼ αὐτῆς μὴ μεταδοῦναι, ἀλλὰ δυοῖν θάτερον, ἢ τοιοῦτον εἶναι δοκεῖν αὐτὴν οἷον Πλάτων βεβούληται, ἢ τοιοῦτόν γʼ εἶναι δοκεῖν ποιῆσαι. οὐ γάρ ἐστιν ἓν τοῦτο ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας ἡ σιωπὴ βεβαιοῖ, ἀλλʼ ἅμα τῶν τε δικαίων οὐ τεύξεται καὶ τὸ σεμνὸν αὐτῆς ἐπʼ αὐτῆς ἐξελήλεγκται. δόξει γὰρ οὐχ οἷα τʼ εἶναι σώζειν τὰ δίκαια. ἐγὼ δὲ μάλιστα μὲν καὶ πρῶτον αἰδοῖ τῶν λόγων αὐτῶν καὶ τῷ νομίζειν χρῆναι καθάπερ γονεῦσι βοηθεῖν, ὡς ἕκαστος ἔχει τῆς ἐν αὐτοῖς δυνάμεως, εἶτα καὶ τῶν ἄλλων ἕνεκʼ ἀνθρώπων, ὅπως μὴ περὶ τῶν μεγίστων φαύλως ὑπαχθεῖεν μηδʼ ἀγνοήσαιεν ὅσῳ λαμπρότερος καὶ μείζων ἀνὴρ, τοσούτῳ προχειρότερον πιστεύσαντες αὐτῷ, μηδὲ ἣν οὐ θέμις οὐδὲν φλαῦρον ἀκοῦσαι, ταύτην οἰόμενοι κακίζειν αὑτοὺς τῶν καλλίστων ἀποστερήσαιεν ἑκόντες, ἐν ἴσῳ δὲ ἄκοντες εἰπεῖν, ὑπέστην τὸν λόγον τοῦ τε δικαίου χάριν καὶ τῆς χρείας. τὸ μὲν οὖν ἀξίωμα τοσοῦτον τοῦ παρόντος ἀγῶνος. καλῶ δʼ ἐπὶ τούτῳ τῷ τολμήματι καὶ Ἑρμῆν λόγιον καὶ Ἀπόλλωνα μουσηγέτην καὶ Μούσας ἁπάσας

ἡγεμόνας γενέσθαι, μάλιστα μὲν καὶ διʼ αὐτὸ τὸ ἴδιον τῆς νῦν κλήσεως, ὅτι τούτων ἡ δωρεὰ ὑπὲρ ἧς ἅμα καὶ διʼ ἧς ἀγωνιζόμεθα, ἔπειθʼ ὅτι καὶ δύο συμπέπτωκεν. οὔτε γὰρ πρὸς τὸν φαυλότατον τῶν Ἑλλήνων οὔθʼ ὑπὲρ

τῶν φαυλοτάτων οἱ λόγοι. εἰσὶ δὲ οἳ καὶ τῶν ἐκείνου λόγων τῶν εἰς μνήμην ἡκόντων τούτους μάλιστα θαυμάζουσιν οἷς ἐνταῦθα καὶ περὶ τούτων κέχρηται. ὥστε πανταχῆ θείας δεῖν τῆς βοηθείας ὡς ἀληθῶς. ὥσπερ οὖν οἱ τὰς τῶν παρανόμων γραφὰς εἰσιόντες ἀπʼ αὐτῶν ὧν εἴρηκε τὴν ἀρχὴν ποιησόμεθα. ἔστι δὲ ταυτὶ δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δʼ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλʼ ἐμπειρία καὶ τριβή· ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικὴν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσι πράγμασιν. εἰ οὖν βούλεται Πῶλος πυνθάνεσθαι, πυνθανέσθω, οὐ γάρ πω πέπυσται ὁποῖόν φημʼ ἐγὼ τῆς κολακείας μόριον εἶναι τὴν ῥητορικὴν, ἀλλʼ αὐτὸν λέληθα οὔπω ἀποκεκριμένος. ὁ δὲ ἐπανερωτᾷ εἰ οὐ καλὸν ἡγοῦμαι εἶναι· ἐγὼ δʼ αὐτῷ οὐκ ἀποκρινοῦμαι πρότερον εἴτε αἰσχρὸν εἴτε καλὸν ἡγοῦμαι τὴν ῥητορικὴν πρὶν ἂν πρῶτον ἀποκρίνωμαι ὅ ἐστιν. οὐ γὰρ δίκαιον, ὦ Πῶλε. ἀλλʼ εἴπερ βούλει πυνθάνεσθαι, ἐρώτα ὁποῖον μόριον τῆς κολακείας φημὶ εἶναι τὴν ῥητορικήν. ἐρωτῶ δὴ, καὶ ἀπόκριναί μοι ὁποῖον μόριον. ἆρʼ οὖν ἂν μάθοις

ἀποκριναμένου; ἔστι γὰρ ἡ ῥητορικὴ κατὰ τὸν ἐμὸν λόγον πολιτικῆς μορίου εἴδωλον. τί οὖν; καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι; αἰσχρὸν ἔγωγε. τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ, ἐπειδὴ δεῖ σοι ἀποκρίνασθαι ὡς ἤδη εἰδότι ὃ λέγω. μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλʼ ἔγωγε οὐδὲ αὐτὸς συνίημι ὅ τι λέγεις.

εἰκότως γε, ὦ Γοργία. οὐδὲν γάρ πω σαφὲς λέγω. Πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς. ἀλλὰ τοῦτον μὲν ἔα, ἐμοὶ δὲ εἰπὲ πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον εἶναι τὴν ῥητορικήν. ἀλλʼ ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται εἶναι ἡ ῥητορική· εἰ δὲ μὴ τυγχάνει ὂν τοῦτο, Πῶλος ὅδε ἐλέγξει. σῶμά που καλεῖς τι καὶ ψυχήν; πῶς γὰρ οὔ; οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν; ἔγωγε. τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δʼ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις ὡς οὐκ εὖ ἔχουσιν ἀλλʼ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις. ἀληθῆ λέγεις. τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι καὶ ἐν ψυχῇ, ὃ ποιεῖ μὲν δοκεῖν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχὴν, ἔχει δὲ οὐδὲν μᾶλλον. ἔστι ταῦτα. φέρε δή σοι ἐὰν δύνωμαι σαφέστερον ἐπιδείξω ὃ λέγω. δυοῖν ὄντων τῶν πραγμάτων δύο λέγω τέχνας. τὴν μὲν οὖν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δʼ ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ἀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικὴν, τὴν δὲ ἰατρικήν. τῆς δὲ πολιτικῆς ἀντίστροφον μὲν τῇ γυμναστικῇ τὴν νομοθετικὴν, ἀντίστροφον δὲ τῇ ἰατρικῇ τὴν δικαιοσύνην. ἐπικοινωνοῦσι μὲν δὴ ἀλλήλαις ἅτε περὶ τὸ αὐτὸ οὖσαι ἑκατέρα τούτων, ἥ τε ἰατρικὴ τῇ γυμναστικῇ καὶ ἡ δικαιοσύνη τῇ νομοθετικῇ. ὅμως δὲ διαφέρουσί τι ἀλλήλων. τεττάρων δὲ τούτων οὐσῶν καὶ ἀεὶ πρὸς τὸ βέλτιστον θεραπευουσῶν, τῶν μὲν τὸ σῶμα, τῶν

δὲ τὴν ψυχὴν, ἡ κολακευτικὴ αἰσθομένη, οὐ γνοῦσα λέγω, ἀλλὰ στοχασαμένη, τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ἕκαστον τῶν μορίων προσποιεῖται εἶναι τοῦτο ὅπερ ὑπέδυ, καὶ τοῦ μὲν βελτίστου οὐδὲν φροντίζει, τῷ δὲ ἡδίστῳ θηρεύει τὴν ἄνοιαν καὶ ἐξαπατᾷ, ὥστε δοκεῖν πλείστου

ἀξίαν εἶναι. ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιικὴ ὑποδέδυκε καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι, ὥστʼ εἰ δέοι ἐν παισὶ διαγωνίζεσθαι ὀψοποιόν τε καὶ ἰατρὸν ἢ ἐν ἀνδράσιν οὕτως ἀνοήτοις ὥσπερ οἱ παῖδες, πότερος ἐπαΐει περὶ τῶν χρηστῶν σιτίων καὶ πονηρῶν, ὁ ἰατρὸς ἢ ὁ ὀψοποιὸς, λιμῷ ἂν ἀποθανεῖν τὸν ἰατρόν. κολακείαν μὲν οὖν αὐτὸ καλῶ καὶ αἰσχρόν φημι εἶναι τὸ τοιοῦτον, ὦ Πῶλε, τοῦτο γὰρ πρὸς σὲ λέγω, ὅτι τοῦ ἡδέος στοχάζεται ἄνευ τοῦ βελτίστου. τέχνην δὲ αὐτὴν οὔ φημι εἶναι, ἀλλʼ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα ᾧ προσφέρει, ὁποῖʼ ἄττα τὴν φύσιν ἐστὶν, ὥστε τὴν αἰτίαν ἑκάστου μὴ ἔχειν εἰπεῖν· ἐγὼ δὲ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα. τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον. τῇ μὲν οὖν ἰατρικῇ, ὥσπερ λέγω, ἡ ὀψοποιικὴ κολακεία ὑπόκειται, τῇ δὲ γυμναστικῇ κατὰ τὸν αὐτὸν τρόπον ἡ κομμωτικὴ, κακοῦργος καὶ ἀπατηλὴ καὶ ἀγεννὴς καὶ ἀνελεύθερος, σχήμασι καὶ χρώμασι καὶ λειότητι καὶ ἐσθῆτι ἀπατῶσα, ὥστε ποιεῖν ἀλλότριον κάλλος ἐφελκομένη τοῦ οἰκείου διὰ τῆς γυμναστικῆς ἀμελεῖν. ἵνα οὖν μὴ μακρολογῶ, ἐθέλω σοι εἰπεῖν, ὥσπερ οἱ γεωμέτραι, ἤδη γὰρ ἂν ἴσως ἀκολουθήσαις, ὅτι ὃ κομμωτικὴ πρὸς

γυμναστικὴν, τοῦτο σοφιστικὴ πρὸς νομοθετικὴν, καὶ ὃ ὀψοποιικὴ πρὸς ἰατρικὴν, τοῦτο ῥητορικὴ πρὸς δικαιοσύνην.

ἐνταῦθα ἀπόδειξις μὲν οὐδʼ ἡτισοῦν ἔνεστιν οὐδʼ ἔλεγχος ἀνάγκῃ προεληλυθὼς, ὑπόκειται δʼ ἁπλῶς ὥσπερ ἐξὸν, οὗ πολὺς ἦν ἱδρὼς πρότερον· οὐδὲν διαφερόντως ἢ εἰ χάριν ᾔτει τοὺς ἀκούοντας ταῦτα συγχωρῆσαι. καίτοι εἰ τὰ ζητούμενα ὡς ὁμολογούμενα ὑποτίθεσθαι γέλως, πῶς εἰκὸς ἅ γε ζητεῖν γέλως, ταῦτʼ ἐξ ἀρχῆς ὑποτίθεσθαι; πῶς γὰρ οὐ γέλως εἰ τῆς αὐτῆς φύσεως ῥητορικὴ καὶ ὀψοποιικὴ ζητεῖν; ὁ δʼ ὥσπερ ὁμολογούμενον εἴληφεν αὐτό.

γνοίη δʼ ἄν τις ἐκείνως, εἰ τὸ τῆς ῥητορικῆς ὄνομα ἐξελὼν τὸ τῆς φιλοσοφίας ἀντʼ ἐκείνου μεταλάβοι καὶ ἐπὶ τούτῳ πᾶσι τοῖς αὐτοῖς χρήσαιτο. καὶ μηδεὶς μήτε ἀγροικίαν μήτε ψυχρότητα καταγνῷ τοῦ λόγου. μάλιστα μὲν γὰρ οὐ δή που δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν τοῖς μὲν τὴν ἑτέραν προϊσταμένοις, οὐδʼ ἂν ὁτιοῦν βλασφημῶσιν εἰς τοὺς ἑτέρους, οὐδὲν ἄγροικον ὑπεῖναι φήσομεν, τοῖς δʼ οὐδὲ τοῖς αὐτοῖς ἀμύνεσθαι δώσομεν· ἔπειτʼ οὐ τοῦ φορτικοῦ χάριν εἰρήσεται, ἀλλὰ τῆς ἀποδείξεως, ἣν οὐδαμοῦ τούτοις εἶναι φαμέν. οὐκοῦν ὡδὶ γίγνεται δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας, καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν

καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δʼ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλʼ ἐμπειρία καὶ τριβή· ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικὴν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσι πράγμασι. καὶ διὰ πάντων δὴ τῶν εἰρημένων, εἴ τις οὕτως ἅπαντα τἄλλα κατὰ χώραν ἐῶν τὴν ῥητορικὴν εἰς τὴν φιλοσοφίαν μεταλαμβάνοι, συμβαίνει δή που μηδὲν ἐμποδίζεσθαι τά γε ῥήματα. ἀλλʼ οὔτε τοῦτο ὑγιαίνοντος, οἶμαι, οὔτʼ ἐκεῖνο ἀποδεικνύντος. οὔτε γὰρ φιλοσοφίας τῶν ὀψοποιίας ὀνειδῶν οὐδὲν ἅψεται δήπουθεν, ἕως ἂν ἄλλο τι τὴν φύσιν ᾖ, οὔθʼ οἷς ὀψοποιικὴν κακίζει τις ἐξελέγχει ῥητορικὴν, ἕως ἂν μὴ δείξῃ τὴν ἀνάγκην, ὑφʼ ἧς ταῦτα ὁμοίως ἔχει, πλὴν εἰ τοῦτʼ αὐτὸ ἱκανὸν ἡγήσατο εἰς ἀνάγκην περιστῆσαί τινα τοῦ πῶς ὀψοποιικὴ ῥητορικῆς κεχώρισται λέγειν. καίτοι τοῦτο ὀκνῶ μὲν εἰπεῖν, οὐκ ἔχω δὲ μαθεῖν ὡς οὐχ ὑβρίζοντός ἐστιν.

ὅμως δʼ ἔγωγε ὑποστήσομαι τοῦτο τὸ ἄτοπον. καὶ γὰρ ὡς ἀληθῶς ἐστι δεινότερον καὶ ἀτοπώτερον, εἰ μᾶλλον ὁ πειρώμενος ὡς οὐκ αἰσχρὸν ῥητορικὴ διδάσκειν αἰσχύνεται ἢ ὁ τολμήσας πρῶτον ἐν αἰσχροῦ μοίρᾳ ψέγειν. πρῶτον μὲν οὖν εἰ τὰ μάλιστα μὴ τέχνην εἶναι δοίημεν αὐτὴν, ὅπερ ὡς ἕρμαιον στρέφει παρʼ ὅλον τὸν λόγον, τί μᾶλλον αἰσχρόν γʼ εἶναι συγχωρησόμεθα; εἰ μὲν γὰρ ἦν ἀναγκαίως ἅπαν τὸ μὴ τέχνῃ γιγνόμενον κακὸν, ἢ τοῦ μηδενὸς ἄξιον, ἦν τι προὔργου· νῦν δʼ οὐδείς ἐστιν ὅστις οὐκ ἂν

συμφήσαι τὸ μὴ οὐ τὰ μέγιστʼ ἀνθρώποις καὶ κάλλιστʼ ἐκ θεῶν ἅμα τε ἔξω τέχνης εἶναι καὶ τέχνης κρείττω, καὶ τοῦθʼ οὕτω παρὰ πᾶσιν ἀνθρώποις καὶ δεξιοῖς καὶ πολλοῖς κεκράτηκεν ὥσθʼ ὅσα μὲν τῶν ἑπτὰ σοφῶν κληθέντων οὕτως ἐν τοῖς πᾶσιν ὄντων εὐαριθμήτων εἶπέ τις ἢ συνεβούλευσεν, ἢ τῶν ἄλλων οὓς ἐπὶ παιδείᾳ θαυμάζομεν ὡς πρώτους, οὐδεὶς προστίθησι θεῷ, ἀλλὰ τὸ τοῦ ἀνδρὸς ὄνομα ἑκάστοις ἐπιφημίζεται ἃ δʼ ἂν αἱ Πυθοῖ προμάντεις φῶσιν, ἐπειδὰν ἐκστῶσιν ἑαυτῶν, ταῦθʼ ὡς ὁ Πύθιος εἶπε καὶ Πλάτων καὶ ἅπαντες λέγουσι καίτοι τίνα ἐπίστανται δή που τέχνην τότε, αἵ γε οὐχ οἷαί τέ εἰσι φυλάττειν οὐδὲ μεμνῆσθαι; καίτοι μικρὰ μὲν ἡ πάντας εἰδυῖα λόγους ἀνθρωπίνους ἰατρικὴ καὶ κρείττων ὀψοποιικῆς πρὸς τὰς ἐκ Δελφῶν, οἶμαι, δύναται λύσεις, ὅσαι καὶ ἰδίᾳ καὶ κοινῇ καὶ νόσων καὶ παθημάτων ἁπάντων ἀνθρώποις ἐφάνθησαν, μικρὰ δʼ ἡ κατʼ αὐτὴν ἑστηκυῖα δικαιοσύνη, κρίσεως ἕνεκα πραγμάτων καὶ συμβουλῆς. τί δὲ ἐροῦσι σύμπαντες οἱ γυμνασταὶ, δυοῖν καὶ τριῶν λογίων οὐχ ἡττᾶσθαι σφῶν πᾶσαν τὴν ἐπιστήμην, εἴπερ ἕν γε τοῦτʼ ἐπίστανται βραχὺ σωφρονεῖν; τί δὲ ἡ σεμνή σοι νομοθετικὴ καὶ τὰ μεγάλα ἀνθρώποις εὑρίσκουσα; οἶμαι μὲν παραχωρήσεται, μᾶλλον δὲ πάλαι παρεχώρησε ταῖς