Orationes 42
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τάς γε μεγίστας τοιαύτας. ἔτι δὲ χωρῶν κάλλη παντοῖα καὶ ὡρῶν συμμετρίαν καὶ διαίτας παντοίας καὶ θέσιν τὴν πᾶσαν, ὡς ἐν ὀμφαλῷ μὲν τῆς πάσης ἡγεμονίας ἵδρυται, πολλοῖς καὶ ἡμέροις τοῖς περὶ αὐτὴν ἔθνεσι καὶ γένεσιν ἐκ γῆς καὶ θαλάττης ἐστεφανωμένη· τάξει δὲ τῇ βελτίστῃ συνοικεῖ καὶ οὔτε αὐθάδειαν οὔτʼ ἄγαν δουλείαν ἔχοι τις ἂν αἰτιάσασθαι, ἀλλʼ ἐν μέσῳ σχήματι κάλλιστα δὴ τῶν ὑφʼ ἡλίῳ πολιτεύεται. εἰς τοῦτο δὲ ἀνήκει τῆς ἀξίας ὥστε τοσαύτης οὔσης τῆς ἁπάσης χώρας, ἣν ὅ τε Φᾶσις καὶ ὁ Νεῖλος διειλήφασι πρὸς τὸν ἄνω τόπον, καὶ ταύτης συλλήβδην κληθείσης Ἀσίας ὑφʼ Ἑλλήνων ἐξ ἀρχῆς, ἡ περὶ θάλατταν αὕτη νυνὶ μοῖρα ἀφελομένη τὴν ἤπειρον τοὔνομα ἑαυτῆς ἴδιον πεποίηται, οὕτως ἀντὶ πάσης τῆς ἄλλης
νενίκηκεν εἶναι. πρὸς δὲ τούτοις ἡ παρὰ τῶν ἡγεμόνων αἰδὼς καὶ φιλανθρωπία καὶ τὸ συγκεχωρηκὸς εἰς ἅπαντα βελτίους ἢ ὁμοτίμους ὑμᾶς εἶναι τοῖς πολλοῖς τῶν ἀρχομένων πεποίηκε δοκεῖν. ὥστε πῶς οὐκ εἰκὸς ἅπαντας μὲν ἀγάλλεσθαι τοῖς ὑπάρχουσι, πάντας δὲ ὡς ὑπὲρ οἰκείων καὶ κοινῶν ἀγαθῶν οὕτω διανοεῖσθαι, στασιάζειν δὲ πρὸς αὑτοὺς μηδαμῶς, περὶ ὧν γε οὐδεὶς τῶν ἔξω στασιάζει τὸ μὴ οὐ τοῖς πᾶσι κρατεῖν. φέρε δὴ καὶ τὰς πόλεις ἐπέλθω τὰς περὶ τοῦ πρωτείου νῦν ἁμιλλωμένας καὶ παρʼ ὧν ἡ πλείστη τῆς ἔριδος ἀρχὴ συμβαίνει, οὐκ αὐτῶν, ὥς γʼ ἐγὼ φαίην ἂν, μᾶλλον ἁμαρτανουσῶν ἢ τῶν ἄλλων ὅσοι περὶ ταύτας διῄρηνται. ᾗ γὰρ ἂν οἰκείως ἕκαστος ἔχων τυγχάνῃ, τὰς ἄλλας ὑπὲρ ταύτης κακίζειν καθʼ ὅσον δύναται βούλεται. ἐγὼ δὲ τοῦτο μὲν οὔτʼ ἂν αὐτὸς ποιήσαιμι οὔθʼ ὅστις ἄλλος ποιεῖ νοῦν ἔχειν ἡγοῦμαι, τὴν δὲ ἐναντίαν πᾶσαν βαδιοῦμαι καὶ τὰς πόλεις ὡς ἂν οἷός τε ὦ κοσμήσω, κεφαλαίοις τῶν ἐπαίνων ὥσπερ εἰκός ἐστι χρώμενος.ἄρξομαι δʼἀπὸ τῆς δεχομένης ἡμᾶς τὰ νῦν καὶ ἢ τὸ βουλευτήριον τοῖς περὶ τούτων λόγοις παρέχεται. ὡς μὲν οὖν ἦρξέ ποτε τῶν περὶ τὸν τόπον τοῦτον καὶ ὡς ὕστερον αὐτὰ ταῦτα ἐφʼ οἷς φιλοτιμούμεθα ἐντεῦθεν ἔσχε τὴν ἀρχὴν ἐάσειν μοι δοκῶ, ἃ δʼ εὐθὺς εἰς ὀφθαλμοὺς
ἔρχεται, ἀκρόπολις μὲν αὕτη τοσαύτη τὸ μέγεθος, πόρρωθεν ἀστράπτουσα ἀπὸ πάσης εἰσόδου, ὥσπερ κοινή τις κορυφὴ τοῦ ἔθνους. ὑπὸ δʼ αὐτὴν ἡ λοιπὴ πόλις ἄλλη κατʼ ἄλλους τόπους παντοίας εἴληφε θέσεις τε καὶ μορφάς. φαίης ἂν ἄστη πολλὰ συνελθόντα εἰς ταυτὸν οἰκεῖν
καὶ εἶναί τινας ὥσπερ ἀστυγείτονας χρόνῳ συνοίκους γεγενημένους, αὐξηθέντων αὐτοῖς τῶν ἐπʼ ἀλλήλους ἀεί. κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πόλεως κόσμος εἶναι. πολλὰ μὲν δὴ καὶ περὶ τῶν ἄλλων ἄν τις ἔχοι διεξιέναι τῶν εἴτε μερῶν εἴτε καὶ ὡς πολισμάτων χρὴ λέγειν, τὸ δʼ ἁπάντων τιμιώτατον καὶ πάσης ἀεὶ μνήμης ἐμοὶ τίς ἂν οἷός τʼ εἴη σιωπῇ παρελθεῖν; λέγω δὲ τὸ τελευταῖον τμῆμα τῆς πόλεως, ὃ τῷ σωτῆρι καθωσίωται κατὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ἀγαθὴν τύχην. ἐπειδὴ γὰρ ἔδει καὶ εἰς τήνδε τὴν ἤπειρον διαβῆναι τὸν θεὸν, διαβαίνει πρῶτον ἐνταυθοῖ καὶ τὴν πόλιν ὁρμητήριον ποιεῖται τῆς εἰς ἅπασαν τὴν ἤπειρον ὁμιλίας. καὶ γίγνεται τοῖς μὲν χρόνοις αὕτη δευτέρα τις ἀποικία δεῦρο ἐκ τῆς Ἑλλάδος μετὰ τὴν ἐξ Ἀρκαδίας τῶν ἅμα Τηλέφῳ, τῇ δὲ ἀξίᾳ καὶ τῇ δυνάμει πολὺ πρεσβυτάτη πασῶν ἀποικιῶν. ἑστία γὰρ Ἀσκληπιοῦ τῆς Ἀσίας ἐνταῦθα ἱδρύθη, κἀνταῦθα δὴ φρυκτοὶ φίλιοι πᾶσιν ἀνθρώποις αἴρονται παρὰ τοῦ θεοῦ καλοῦντός τε ὡς αὐτὸν καὶ μάλα ἀληθινὸν φῶς ἀνίσχοντος. καὶ οὔτε χοροῦ σύλλογος πρᾶγμα τοσοῦτον οὔτε πλοῦ κοινωνία οὔτε διδασκάλων τῶν αὐτῶν τυχεῖν, ὅσον χρῆμα καὶ κέρδος εἰς Ἀσκληπιοῦ τε συμφοιτῆσαι καὶ τελεσθῆναι τὰ πρῶτα τῶν ἱερῶν ὑπὸ τῷ καλλίστῳ καὶ τελεωτάτῳ δᾳδούχῳ καὶ μυσταγωγῷ καὶ ᾧ πᾶς ἀνάγκης εἴκει θεσμός. ἐγὼ μὲν οὖν καὶ αὐτός εἰμι τῶν οὐ δὶς βεβιωκότων ὑπὸ τῷ θεῷ, ἀλλὰ πολλούς τε καὶ παντοδαποὺς βίους βεβιωκότων καὶ τὴν νόσον κατὰ τοῦτο εἶναι λυσιτελῆ νομιζόντων, πρὸς δὲ καὶ ψήφους εἰληφότων· ἀνθʼ ὧν ἔγωγʼ ἂν οὐδὲ σύμπασαν δεξαίμην τὴν ἐν ἀνθρώποις λεγομένην εὐδαιμονίαν. οὐκοῦν οὐδὲ ἀλίμενα