Orationes 42

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οἱ μὲν πολλοὶ τῶν περὶ τοὺς λόγους, ὦ ἄνδρες Ἕλληνες, εἰώθασιν ἢ τὰς ἐπὶ τῶν πλασμάτων διατριβὰς προελόμενοι τὸν ἅπαντα χρόνον μελετᾶν λέγειν, τοῦ λέγειν δʼ ἀπολείπεσθαι τοσοῦτον ὅσονπερ ἂν εἰ μηδὲν τῶν εἰς τοῦτο φερόντων ἔπραττον, ἢ τούτων ὑπερφρονήσαντες αὐτοὶ μηδὲν σπουδαιοτέρῳ τούτων σχολάζειν πράγματι, τῷ περὶ τὴν ἔριν καὶ τῷ ταράττειν τοὺς εἰς λόγον αὐτοῖς ἀφικνουμένους, ἐξ ὧν λυποῦσι μὲν τοὺς ἐντυγχάνοντας, βελτίους δὲ οὔτʼ αὐτοὶ φαίνονται δήπουθεν οὔτʼ ἐκείνους ποιεῖν ἔχουσιν. ἤδη δέ τις τῶν ἐλλογίμων καὶ τῶν παλαιῶν σοφιστῶν ἐσεμνύνατο ἐπʼ ἀρχῇ τοῦ συγγράμματος ὡς αὐτός γε τοιοῦτον οὐδὲν ποιήσων οὐδὲ κομψευσόμενος, ἀλλʼ ὑπὲρ δυοῖν τούτοιν διαλεξόμενος, τῆς τε πρὸς ἀλλήλους ὁμονοίας καὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους, καὶ μάλα γενναίαν, ὥς γʼ ἐμοὶ κριτῇ, καὶ προσήκουσαν τῶν λόγων ἐνστησάμενος τὴν ὑπόθεσιν. ἐγὼ δʼ ὑπὲρ μὲν τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους οὐκέθʼ ὁρῶ καιρὸν λέγειν. ἀθρόαν γὰρ ἁπάντων δεδωκότων δίκην τοῖς τε θεοῖς καὶ τοῖς ἡγεμόσι μελήσειν οἶμαι, καὶ σὺν αὐτοῖς γε εἰπεῖν τοῖς θεοῖς οὐ πολὺν τὸν ἀγῶνα νομίζω γενήσεσθαι, ὁρῶν τῆς ἁπάσης οἰκουμένης καὶ τῆς ἤδη βεβαίως

ἐχομένης μικρὸν μέρος τὸ νῦν ὑπʼ ἀνοίας ἀνθεστηκὸς, ὃ δὲ λοιπόν ἐστι, περὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας οὕτως ὅπως ἂν οἷός τε ὦ διαλέξομαι. νομίζω γὰρ καὶ τῆς συνεχοῦς ταύτης ἀσχολίας καὶ μελέτης τῆς περὶ τοὺς λόγους εἰς τὰ τοιαῦτα μάλιστα τῶν ἀγωνισμάτων ἀνήκειν τὴν χρείαν. οὐ γὰρ ὅπως μηδέποτʼ εἴποιμεν τῶν χρησίμων μηδὲν, διὰ τοῦτʼ ἀεὶ μελετῶμεν, ἀλλʼ ὅστις τὰ δέοντα λέγειν ἔχει τε καὶ θαρρεῖ, οὗτός ἐστιν ὁ καὶ τὴν μελέτην δεικνὺς ὡς οὐχὶ μάτην οὐδʼ εἰκῆ πεποίηται. ἠπιστάμην μὲν οὖν καὶ τοῦτο ὥσπερ ἔρεισμα πολλοῖς ὂν καὶ

καταφυγὴν τὸ τοὺς παρόντας ἐπαινεῖν ἀεὶ καὶ ἐν οἷς ἂν λέγωσι, πολλοὺς δὲ καὶ τῶν ἀποδιδρασκόντων ἐξ ἑτέρων πόλεων κακῶς ἐκείνας λέγοντας πρὸς ταύτας ἐν αἷς ἂν γένωνται, ἄλλως τε κἄν τις αὐταῖς προϋπάρχῃ πρὸς ἀλλήλας διαφορά. ἐγὼ δʼ οὔτʼ ἐπαίνους ἀνέδην γιγνομένους ἔχοιμʼ ἂν ἐπαινεῖν, εἰ μή τι καὶ χρείας προσείη καὶ τοῦ τοὺς ἀκούσαντας βελτίους ἐκ τῶν δυνατῶν ἀπελθεῖν, οὔθʼ ὅσα καὶ χαρίσασθαι δεῖ τῷ λόγῳ μετὰ τοῦ δικαίου τὴν μὲν ἐν ὀφθαλμοῖς θεραπεύσω πόλιν, τὰς δʼ ἑτέρας φύγοιμʼ ἂν τῶν εἰκότων ἀξιῶσαι, οὐδʼ ἐν αὐτῷ τούτῳ πρώτῳ διαστήσω τὰς πόλεις, ὥσπερ οἱ πολλοί τε καὶ φαῦλοι, ἀλλʼ ἐπαινέσομαι πάσας εἰς ὅσον εἰκός ἐστιν ἑκάστην, καὶ ἄρξομαί γε τῶνδε τῶν λόγων ἀπὸ τούτου. ἡγοῦμαι γὰρ τῷ βουλομένῳ φιλίαν κοινὴν ταῖς πόλεσι πρᾶξαι πρὸς ἀλλήλας οὐ τὰς μὲν εὖ λέγειν, τὰς δὲ κακῶς προσήκειν, ἀλλὰ πασῶν ἐπʼ εὐφημίᾳ μνησθῆναι, ἵνα πρῶτον μὲν ἅπαντες ἡδίους γενόμενοι προθυμότερον πρόσησθε τὴν συμβουλὴν, ἔπειτʼ ἤδη τι τῶν εἰς τὴν ὁμόνοιαν φερόντων περαίνηται. ἐὰν γὰρ εἰς τὸ κοινὸν ἐπαινούμενοι δέξησθε καὶ μηδεὶς ὑμῶν τὰς ἑτέρων εὐφημίας

ὡς ἀτιμίαν ἑαυτοῦ λογίσηται, ἀλλὰ τοῖς ἀλλήλων ὡς ἰδίοις ἕκαστοι συνησθῆτε, πρῶτον μὲν ἀφʼ ἑστίας ἀρξάμενοι τὴν ὁμόνοιαν ἐνδείξεσθε, ἔπειτα καὶ αὐτοὶ κατὰ μικρὸν ἐθισθήσεσθε καὶ λέγειν ἀλλήλους εὖ καὶ φρονεῖν, ἃ κοινῇ πᾶσιν ὑμῖν συμφέρει. τὸ δὲ ἥκειν μὲν ὡς συμβουλεύσοντα ὁμονοεῖν, ὁμοῦ δὲ ὑμᾶς ἐπαινέσαι κατοκνεῖν, ἅμα μέν τις καὶ ἀνανδρεία μοι φαίνεται, ἅμα δὲ εἶναι καὶ διαφθείροντος τὴν ὑπόθεσιν, καὶ δυοῖν θάτερον, ἢ κακῶς ἐγκεχειρηκότος, ἢ μὴ εἰδότος ὅντινα χρὴ τρόπον περὶ αὐτῆς ἐπεξελθεῖν.

πρῶτον μὲν τοίνυν περὶ τῆς ὅλης συστάσεως ἐνθυμηθῶμεν, εἰς ἣν ἅπαντες οἱ ταύτῃ συντελοῦμεν ὁμοίως μείζους καὶ ἐλάττους, ὁπόσῳ τινὶ τῶν ἄλλων προέχειν πεπίστευται καὶ παρὰ τοῖς ἄρχουσι κριταῖς καὶ παρὰ τοῖς ἄλλοις σχεδὸν ὡς εἰπεῖν ἅπασιν. οὔτε γὰρ πόλεις τοσαύτας τὰς πάσας οὐδεμία ἄλλη τῶν πασῶν παρέχεται οὔτε δὴ