Orationes 26

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις.
ποῖ οὖν τοῦτο ἐτελεύτησεν; ἡμέραις οὐ πολλαῖς ὕστερον ἐξ Ἰταλίας ἀφικνοῦνται ἐπιστολαί μοι παρὰ τῶν βασιλέων, τοῦ τε αὐτοκράτορος αὐτοῦ καὶ τοῦ παιδὸς, ἄλλας τε εὐφημίας ἔχουσαι καὶ τὴν ἀτέλειαν ἐπισφραγιζόμεναι τὴν ἐπὶ τοῖς λόγοις, εἰ τυγχάνοιμι χρώμενος αὐτοῖς. ἥκει δέ μοι καὶ παρὰ Ἡλιοδώρου τοῦ τῆς Αἰγύπτου ὑπάρχου γενομένου γράμματα ἅμα τοῖς βασιλικοῖς, ἐμοί τε αὐτῷ καὶ ἕτερα ὑπὲρ ἐμοῦ τῷ ἡγεμόνι, καὶ μάλʼ ἔντιμα καὶ λαμπρὰ, γραφέντα μὲν πολλῷ πρότερον τῆς χρείας ταύτης, ἀπαντήσαντα δὲ εἰς τὸν καιρὸν τότε. τὰς μὲν οὖν κόρας τὰς λευκὰς εἰς τὰς ἐπιστολὰς εὐθὺς ἔλαβον. θαρρήσας δὲ τῷ τε χρησμῷ καὶ τῷ παρὰ τῆς τύχης συμβάντι κινεῖσθαι μὲν οὐχ οἷός τʼ ἦν τοῦ θεοῦ κατέχοντος, πέμπω δὲ γράμματα πρὸς τὸν ἡγεμόνα, τό τε σύμπαν δηλῶν ὁποῖον εἴη τοὐμὸν πρᾶγμα καὶ ὅτι παντάπασιν ἐοίκασιν οἱ πρὸς αὐτὸν εἰπόντες τοὐμὸν ὄνομα οὐδὲν πλέον εἰπεῖν ἢ τοὔνομα· τούς τε ἀφιέντας ἐδήλουν οἵτινες εἶεν καὶ τὰ γράμματα τὰ νεωστὶ ἥκοντα· ἅμα δὲ καὶ αὐτὰ ἔπεμπον μετὰ τῶν ἐμῶν, τά τε τῆς συστάσεως καὶ τὰ τῆς ἀφέσεως.

ἔτι δὲ ὄντος μετεώρου τοῦ πράγματος ἐντολαὶ παντοῖαι παρὰ τῶν ἀγοραίων ἐφοίτων, ὅσοι φιλικῶς ἐδόκουν ἔχειν πρός με καὶ ἅμα τὰς ἀνάγκας ὁρᾶν ὀρθῶς· τήν τε γὰρ δύναμιν τοῦ ἀνδρὸς ἔφραζον ὅση καὶ ὅτι τῶν βασιλικῶν εἴη δικαστῶν εἷς, καὶ μάλιστα δὴ τὸν τόνον τῆς γνώμης καὶ τὴν ῥώμην, καὶ ὡς οὐδʼ ἂν εἴ τι γένοιτο, μεταθεῖτο τῶν δεδογμένων οὐδέν· ἐδέοντό τε μὴ προσκρούειν διὰ κενῆς. γράφω δὴ καὶ πρὸς τούτους μακρότερα καὶ νεανικώτερα ἐξεπίτηδες, εὖ εἰδὼς εἰς τὰς Σεβήρου χεῖρας ἥξοντα τὰ γράμματα, καὶ γὰρ ἤκουον αὐτοὺς ἐπιεικῶς συνήθως ἔχειν αὐτῷ. κεφάλαιον δʼ ἦν ὅπερ καὶ πρὸς αὐτὸν ἐπέστειλα, ὅτι ἀδύνατα ἀξιοῖεν. μετὰ ταῦτα Σεβῆρος

μὲν ἐκ τῶν ἄνωθεν χωρίων εἰς τὴν Ἔφεσον κατῄει δικῶν ἀγορὰν ἄξων, καὶ τὰ γράμματα ἀναγνοὺς

ἐκέλευεν ἀπαντᾶν ἐκεῖσε. ἐγὼ δʼ ἔπεμπον. ὡς δʼ ἧκεν ἡ κυρία καὶ τοὔνομα ἐκλήθη, παρῄεσαν οἱ σύνδικοι. καὶ πρὶν φθέγξασθαι μόνον αὐτοὺς, ὁ Σεβῆρος ἄνωθεν, Ἀριστείδην, ἔφη, γιγνώσκω, καὶ τῆς δόξης ἄγαμαι, καὶ σύμφημι πρωτεύειν περὶ λόγους, καὶ ταῦτά μοι καὶ παρὰ τῶν ἐν Ῥώμῃ φίλων ἐπέσταλται. αἰτοῦμαι δʼ αὐτὸν, ἔφη, συνάρξαι μοι. τὰ δὲ δίκαια τῆς ἀτελείας αὐτῷ καὶ βεβαιῶ καὶ μένει. ταῦτʼ εἶπε δημοσίᾳ, ταῦτʼ ἐνέγραψε τοῖς ὑπομνήμασι. γενομένης δὲ τῆς γνώσεως τοιαύτης οἱ πεμφθέντες παρʼ ἐμοῦ τῆς δίκης ἕνεκα ἅμα μὲν τῶν τε συνδίκων συγχαιρόντων τῇ τιμῇ καὶ τῶν ἄλλων μέγα ποιουμένων ὅτι ἐν παρακλήσεως μέρει ταῦτʼ ἔφη ποιεῖν ὁ Σεβῆρος καὶ ὅτι τὴν ἀτέλειαν ἐκύρου πρὸς ἅπαντα τὸν λοιπὸν χρόνον καὶ ταῦτα ἀπόντι, καί τι καὶ αὑτοῖς εἰς τὸ πρόσω πεπεράνθαι νομίζοντες, καὶ οὐ παντάπασιν ἄπρακτοι δοκεῖν ἐπανήκειν, ἅμα δὲ οὐκ ἔχοντες ὅπως χρὴ ποιήσασθαι τὴν ἔφεσιν, ἀνθρώπου μὴ κρίσεως νόμῳ τὴν ἀρχὴν ἀνατιθέντος, ἀλλʼ ὡσπερεὶ χάριν αἰτοῦντος καὶ φιλίας ἀρχήν τινα ταύτην καθισταμένου, στέρξαντες τοῖς παροῦσιν, ἐπανελθόντες ὡς ἐμὲ, διηγοῦνται τὸ πᾶν· ἐν δὲ τούτῳ καὶ ἡ προθεσμία παρεληλύθει ἡ τῆς ἐφέσεως. ἔτι οὖν ἀπορώτερον ἢ πρότερον διεκείμεθα, οὐ γὰρ ἔμοιγε ἤρκει τετιμῆσθαι διὰ κενῆς. πάλιν δὴ προσεκείμην τῷ θεῷ, δεόμενός τε καὶ πυνθανόμενος τί τις ἂν χρήσαιτο τῷ πράγματι τούτῳ. καί μοι δίδωσιν ὄναρ θαυμαστὸν

οἷον, οὗ τὰ μὲν καθʼ ἕκαστα οὐκ ἂν οἷός τʼ εἴην εἰπεῖν, τὸ δʼ ὡσπερεὶ κεφάλαιον οὕτως εἶχεν. ἐδόκουν τῷ γραμματεῖ τοῦ ἡγεμόνος διαλέγεσθαι περὶ τούτων, ἥκειν δʼ αὐτὸν ὡς ἐμέ. ὡς δʼ ἀκοῦσαι πάντων, ὑπισχνεῖσθαι λύσειν καὶ μεταθήσειν τὰ γεγραμμένα, προέσθαι δὲ κελεύειν ὅσον δραχμὰς πεντακοσίας. γενομένου δὲ τοῦ ὀνείρατος τῇ μὲν ἡδίων γίγνομαι, ὅτι ἐπαγγελία τις ἐφαίνετο ἐνεῖναι καὶ οὐκ ἄντικρυς ἄρνησις ἦν, τῇ δʼ ὥσπερ εἰς ταυτὸν φέρειν ἐδόκει μοι. ποῦ γὰρ ἄν τις πεντακοσίων δραχμῶν πρίαιτο πρᾶγμα τοσοῦτον, καὶ ταῦτα παρʼ ἀνδρὸς οὕτω μὲν