Orationes 26
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἢ τοιαύτην χρὴ γαμεῖν ἢ μὴ γαμεῖν;
τοιαῦτʼ ἄττα ἑκατέρωθεν ἐλέγετο. μετὰ δὲ ταῦτα ἐδόκουν τοὺς μὲν πορεύεσθαι, αὐτὸς δὲ συνεξιέναι μετʼ αὐτῶν, καὶ ἐπειδὴ γιγνόμεθα πρὸς τῇ πυλίδι, οὗ ἡ ἐκτροπὴ πρὸς τὸ ἱερόν ἐστι, τοὺς μὲν βαδίζειν εὐθὺ τοῦ ἱεροῦ, αὐτὸς δὲ ἀπαλλαττόμενος δεξιοῦσθαί τε αὐτοὺς καὶ χάριν ἔχειν, ὅτι πανταχοῦ κοσμοῖεν καὶ μέλοι πάντως
αὐτοῖς τῶν ἐμῶν. ὃν μὲν οὖν τρόπον εὐθὺς εὐδοκίμησε τὰ γράμματα ἀναγιγνωσκόμενά τε εἰς πάντας ὑπʼ αὐτοῦ τοῦ ἡγεμόνος καὶ περιμάχητα πᾶσιν ὄντα λαβεῖν, καὶ ἃ πρὸς ταῦτα ἀντεπέστειλε καὶ οἷα τελευτῶν, ἐπειδὴ τῆς ἀρχῆς ἐξῄει, τῇ μὲν ἴσως ἀλαζονίαν ἔχειν ἂν δόξειε διηγουμένῳ διὰ τὰς ὑπερβολὰς τῶν ἐν αὐτοῖς ἐνόντων, τῇ δʼ ὥσπερ μικρότης τις ἂν εἴη διατρίβειν ἐπὶ τούτοις, μετὰ τὰς παρὰ τῶν θεῶν τιμάς. ἀλλʼ ἅ γʼ εἰς τὸν παρόντα ἔφερε λόγον, τοιαῦτα μάλιστα ἐγένετο. καὶ ταῦτα μὲν τῶν ἄνω χρόνων ἐστὶν, ἐπεὶ δʼ ἐνταῦθα ἐγεγόνειν τοῦ λόγου καὶ πρὸς τὰς ἄλλας ἔμελλον εὐεργεσίας τοῦ θεοῦ τρέψεσθαι καὶ γράψειν ἐφεξῆς τὰς ἐπὶ τῶν ἄλλων ἡγεμόνων καὶ πραγμάτων γενομένας, ὄναρ μοι γίγνεται μεταξὺ τῆς γραφῆς, εἰς ταῦτα φέρον πως πάλιν. εἶχε δὲ οὑτωσί. ἔδοξα λέγειν ἔν τισιν ἐνδεικνύμενος αὐτοῖς μεταξὺ τῶν λόγων ὧν ἠγωνιζόμην καλέσαι τὸν θεὸν ὡδὶ λέγων, δέσποτα Ἀσκληπιὲ, εἰ μὲν ὑπερέχω τε λόγοις καὶ πολὺ ὑπερέχω, ἐμοὶ μὲν ὑγίειαν, τοῖς βασκάνοις δʼ εἶναι ῥήγνυσθαι. καὶ ταῦτά τε ὡς ὄναρ τυγχάνειν ἑορακὼς καὶ γενομένης ἡμέρας βιβλίον τι λαβὼν ἀναγιγνώσκειν· εὑρεῖν οὖν ἐνόντα ἅπερ ἐφθεγξάμην. θαυμάσας δὲ πρὸς Ζώσιμον εἰπεῖν, θέασαι ἃ λέγειν ἐδόκουν ὄναρ εὑρίσκω γεγραμμένα ἐν τῷ βιβλίῳ. οὕτω δὴ καὶ ταῦτα καινὰ παλαιοῖς προσετέθη· εἰ δὲ τῆς γνώμης τοῦ θεοῦ τετυχήκαμεν αὐτὸς ἂν εἰδείη καλῶς. τὰ μὲν περὶ τοὺς λόγους καὶ ὡς κατέστησεν ἡμᾶς ἐξ ἀρχῆς εἰς αὐτοὺς καὶ ψῆφον ὁποίαν τινὰ ἤνεγκε περὶ αὐτῶν καὶ ὅσα εἰς τοῦτο φέροντα ἐχρημάτιζε, καὶ τοὔνομα ὡς πρὸς τῷ ἀρχαίῳ τὸν Θεόδωρον προσέθετο, καὶ περὶ τῆς αὑτοῦ φύσεως ὁποῖʼ ἄττα ἔδειξε, καὶ ὅσατοῦ τύπου τούτου, πάντα μὲν οὐδʼ ἐγγὺς εἴρηται, ὅσα δὲ ἦν ἔναυλα καὶ ἀφʼ ὧν ἔξεστι περὶ τῶν ἄλλων τεκμαίρεσθαι.
ἐπάνειμι δʼ οὗ μικρῷ πρόσθεν ἔφην στήσας καταλείψειν τὸν λόγον, ὡς καὶ τὰ ἄλλα σημαίνων καὶ πράττων καὶ προσεστὼς πανταχῆ φανερὸς ἦν. ὁ Σεβῆρος ὁ τῆς Ἀσίας ἡγεμὼν ἦρξεν, οἶμαι, ἐνιαυτῷ πρότερον τοῦ ἡμετέρου ἑταίρου. ἦν δὲ ἀνὴρ ὑψηλὸς τοὺς τρόπους, καὶ ὅ τι γνοίη καὶ προέλοιτο οὐκ ἂν ὑφεῖτο οὐδενί. διατρίβοντος δέ μου περὶ τὸν Αἴσηπον τότε καὶ αὖ περὶ τὸ ἱερὸν τοῦ Διὸς ἐποίησε τοιόνδε. ἐπέμπετο τοῖς ἡγεμόσι κατʼ ἐκείνους τοὺς χρόνους ἀφʼ ἑκάστης πόλεως ἑκάστου ἔτους ὀνόματα δέκα ἀνδρῶν τῶν πρώτων. ταῦτα ἔδει σκεψάμενον τὸν ἡγεμόνα ἕνα ὃν προκρίνειεν ἐξ ἁπάντων καθιστάναι φύλακα τῆς εἰρήνης. ἐκ δὴ πολίσματος τῆς Μυσίας, οὗ τοὔνομα οὐδὲν δέομαι λέγειν, ἀφικνεῖται παρʼ αὐτὸν τὰ προχειρισθέντα ὀνόματα. ὁ δʼ οὐδέν πω τῶν ἐμῶν σαφῶς εἰδὼς ἀλλʼ ἢ τοσοῦτον ἀκηκοὼς, ὅτι κτήματα εἴη μοι περὶ τὸν τόπον τοῦτον καὶ τὴν ἄλλην μοι δοκεῖν τάξιν ὅτι οὐ τῶν ἀφανῶν, παριδὼν καὶ ἀτιμάσας ἅπαντα τὰ πεμφθέντα ὀνόματα προὔκρινεν ἄρχειν ἐμὲ, οὐκ ἐνθυμηθεὶς οὔθʼ ὅτι τῆς Σμύρνης προσήκει πολλοῖς πρότερον χρόνοις, πρὶν ἐκείνοις γενέσθαι πόλεως ἐλπίδας, οὔθʼ ὅτι πᾶν ἀλλοῖον τὸ ἡμέτερον. καὶ πέμπει δὴ τοῖς ἄρχουσιν ἐπιστολὴν, οὐκ αὐτοῖς ἐπιστείλας, ἀλλʼ ἐμοί. οἱ δʼ ἐλθόντες ἀπεδίδοσαν. τὰ δὲ γράμματα ἐκέλευε προστῆναι τῆς εἰρήνης. ἦν οὖν ἀπορία πολλή. οὔτε γὰρ ἔκκλητον ἦν ποιῆσαι τὴν δίκην, οὐδενὸς ὄντος ἀντιδίκου ἐν μέσῳ, ἀλλʼ αὐτὸς ἦν ὅ τε δοὺς τοὔνομα καὶ ὁ ἐπικυρῶν, οὔθʼ εὑρεῖν ὅτῳ τις μάχοιτο ἢ πρὸς ὅντινα καὶ ὅπως τὸ πρᾶγμα καταστήσαιτο, ἀλλʼ ἢ τοσοῦτον συνέδοξε κοινῇ βουλευομένοις ἡμῖν τε καὶ τοῖς ἄρχουσι, ποιήσασθαι τὴν ἔκκλητον, ὡς δὴ πρὸς αὐτοὺς τοὺς ἄρχοντας τοὺς ἀποδιδόντας τὰ γράμματα. ἑσπέρα τε ἐπέρχεται καὶ ἠρώτων τὸν θεὸν τί τε εἴη
ταῦτα καὶ τί χρὴ ποιεῖν. καί μοι γίγνεται τὸ ἔπος τὸ ἐκ Δελφῶν