Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἄλλων γὰρ ἄλλα κεκοσμηκότων καὶ διεξεληλυθότων τὰ πᾶσι παρειμένα πᾶσι καὶ πεπλήρωται· καὶ συμβαίνει διπλοῦν τὸν ἀγῶνα γίγνεσθαι τῷ μετὰ πάντας ἐγχειροῦντι, καὶ χωρὶς πρὸς ἕκαστον καὶ κοινῇ πρὸς ἅπαντας.
οὐ μὴν ἀλλʼ αὐτό γε τοῦτʼ ἐστὶ τὸ καὶ μόνον πεποιηκός μοι τὸν λόγον, ὅτι οὕτω πολλοῖς καὶ μεγάλοις τῆς πόλεως ὑπερεχούσης, καὶ τόπον οὐδένα τοῖς βουλομένοις εὐφημεῖν ἀργὸν παρεικυίας, οὐδείς πω μέχρι τῆσδε τῆς ἡμέρας εἰς ἅπαντα καθῆκεν ἑαυτὸν οὐδʼ ἐθάρρησεν. ἀλλʼ οἱ μὲν τοὺς ἄνω χρόνους ἐν τοῖς ποιήμασιν ᾁδουσι καὶ τὰ πρὸς τοὺς θεοὺς κοινὰ τῇ πόλει, καὶ ταῦτʼ ἀπὸ τοῦ παρείκοντος, οἱ δὲ τοὺς ἐπὶ τῶν καιρῶν πολέμους πρὸς Ἕλληνας καὶ βαρβάρους ἀφηγοῦνται μεμερισμένως· ἕτεροι δὲ τὴν πολιτείαν καταλέγουσιν· οἱ δὲ ἐν τοῖς ἐπιταφίοις λόγοις τῶν ἀποθανόντων ἐνίους προσειρήκασιν. εἰσὶ δὲ οἳ κἀν τούτοις, οὐχ ὡς νομίζεται, διὰ τῶν πράξεων ἦλθον, ἀλλʼ ἑτέραν ἐτράποντο, δείσαντες, ἐμοὶ δοκεῖν, ἐλάττους γενέσθαι τῶν πραγμάτων, οὐκ ἔξω μέν που συγγνώμης λαβόντες φόβον, ἀλλʼ οὖν οὕτω πολλοῦ τινος ἐδέησαν περὶ πάντων γε τῶν ὑπαρχόντων τῇ πόλει διεξελθεῖν. καὶ μὴν οἱ μὲν τὴν σοφίαν αὐτῆς ἐγκωμιάζουσιν, οἱ δὲ τὰς ἀποικίας καταλέγουσιν, ἕτεροι δὲ αὖ τὴν κοινότητα καὶ φιλανθρωπίαν ὑμνοῦσι, καὶ ταῦτα οἱ μὲν τοῖς συγγράμμασί που τοῖς ἄλλοις ἐγκαταμιγνύντες, οἱ δʼ ἀπὸ στόματος οὑτωσὶ κατὰ τὸ συμβαῖνον τῆς μνήμης. ὡς δὲ ἁπλῶς εἰπεῖν, ἅπαντες ἢ τῷ βουλήματι τῷ σφετέρῳ μεμετρήκασιν ἢ τῇ δυνάμει τὰ πρὸς τὴν πόλιν, οὐ τῷ τῆς πόλεως μέτρῳ οὐδὲ τῷ τῶν πραγμάτων, ἀλλὰ ὥσπερ πελάγους ἀπείρου καὶ
τοῖς ὀφθαλμοῖς οὐχ ὁρίζοντος ἕκαστος ὅσον καθορᾷ,
τοῦτο θαυμάζει· καὶ συμβέβηκεν ὥσπερ αἴνιγμα τῇ πόλει· ᾗ γὰρ τοσοῦτον εὐφημιῶν καὶ δόξης περίεστι, ταύτῃ, κἂν ὡς ἐλάχιστον τούτων ὧν μέτεστιν εἴπῃ τις, οὐ τοῦ παντὸς ἁμαρτήσεται. οὐ δὴ δίκαιον τὴν μόνην τοῦ τολμήματος αἰτίαν καὶ διʼ ἣν εἰκότως ἐδέησε τοῦ νυνὶ λόγου, ταύτην ἐκείνης ἀξιῶσαι τῆς αἰτίας, ᾗ τὸ τῆς μέμψεώς ἐστιν ὄνομα. ἔπειτα εἰ μὲν μὴ πολλῶν καὶ καλῶν καὶ μεγάλων ὄντων, οὐ μὲν οὖν οὔτʼ ἀπαριθμῆσαι ῥᾳδίων οὔτε μετρῆσαι δυνατῶν τῶν εἰς τοσοῦτον τὴν πόλιν ᾐρκότων, ἕν τι καὶ τοῦτο τὸ τῶν λόγων ἦν ἀγαθὸν, οὐκ ἂν ἴσως ἥρμοττε παρακινδυνεύειν, ἀλλʼ ἐᾶν ὅπως ποτʼ εἶχε τὰ τῆς δόξης αὐτῇ· νυνὶ δʼ ὥσπερ τῶν ἄλλων ἁπάντων ἡγεμὼν τοῖς Ἕλλησιν, οἶμαι δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις, γεγένηται, οὕτως ὅτι καὶ τῶν λόγων πρώτη γνώριμόν ἐστιν· ὥστε οὔτʼ ἀλλοτρίᾳ τῇ πείρᾳ χρώμεθα, οὐδʼ ἑτέρωσε φέρουσαν ὁδὸν προειλόμεθα, ἀλλʼ ἀκριβῶς ἐπὶ τὴν πόλιν καὶ τοὺς Ἀθηναίους, οὔτε ἐλάττω τὰ τῆς πόλεως ποιοῦμεν, ἀλλʼ ἕν τι τῶν τῆς πόλεως ἐκτίνομεν, εἰς ὅσον ἐγχωρεῖ. εἰρημένον δὲ ὑπὸ πολλῶν πολλάκις ὡς ἄρα οὐ ῥᾴδιον εὑρεῖν ὅθεν ἄρξεταί τις, ἐμὸν, οὐκ ἄλλου τοῦτον τὸν λόγον εἶναι νομίζω τῇ χρείᾳ. οὐ γὰρ μόνον τῷ πρεσβυτάτην εἶναι τῶν ἐν μνήμῃ τὴν πόλιν συμβαίνει καὶ τὴν ἀρχὴν ἀνήκειν εἰς τὸ πλέον τοῦ φανεροῦ καὶ προχείρου