Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
νόμος ἐστὶ τοῖς Ἕλλησι παλαιὸς, οἶμαι δὲ καὶ τῶν βαρβάρων τοῖς πλείστοις, τροφεῦσι χάριν ἐκτίνειν ἅπασαν, ὅση δυνατή. οὕστινας δʼ ἂν τροφέας προτέρους ὑμῶν ἄγοι τις, ὦ ἄνδρες Ἀθηναῖοι, δοκῶν γε δή πως εἰς Ἕλληνας τελεῖν, οὐ ῥᾴδιον εὑρεῖν, ὥς γέ μοι φαίνεται. μάλιστα μὲν γὰρ καὶ τῆς νενομισμένης ταυτησὶ τροφῆς καὶ κοινῆς ὑμᾶς εὐθὺς ἂν εὕροι τις ἐπωνύμους καὶ ποριστὰς σκοπῶν ἐξ ἀρχῆς· ὥστε ἔξεστιν εἰπεῖν ἰδίᾳ μὲν ἄλλους ἄλλοις εἶναι τροφέας, οὓς ἂν ἡ τύχη καὶ ὁ συμπίπτων χρόνος ἑκάστοις παρασκευάσῃ, κοινοὺς δὲ ἁπάντων τροφέας ὑμᾶς εἶναι καὶ μόνους καὶ πρό γε αὐτῶν ἔτι τῶν τροφέων, ὥσπερ οὓς πατέρας πατέρων καλοῦσιν οἱ ποιηταί· διʼ ἃ καὶ μόνα
τὴν εὔνοιαν ἤρκει παρὰ πάντων ὑμῖν εἶναι κατὰ φύσιν. οὐ μὴν ἀλλʼ οἷ βλέπων τὸ δίκαιον ἐποιούμην καὶ περὶ ἧς εἶχον ἐν νῷ τροφῆς εἰπεῖν, τῆς ὡς ἀληθῶς καθαρᾶς καὶ διαφερόντως ἀνθρώπου, τῆς ἐν μαθήμασι καὶ λόγοις, τίς οὕτως ἔξω τούτων ἐστὶν ὥστʼ ἀγνοεῖν παρʼ ὑμῶν οὖσαν ἅπασι τὴν ἀρχήν; ὥστε εἰκὸς καὶ τὸν περὶ τούτων λόγον
δεῦρο κομίζειν καὶ τιμᾶν τοῖς γιγνομένοις τὴν πόλιν. ὡς τὰς μὲν ἄλλας χάριτας δικαίας μὲν, οὐ μὴν τῶν πραγμάτων ἄντικρυς εἶναι συμβέβηκε, μόνην δὲ ταύτην γνησίαν τῆς εὐεργεσίας ἔξεστι προσειπεῖν. ἡ γὰρ ὑπὲρ λόγων λόγῳ γιγνομένη χάρις οὐ μόνον τὸ δίκαιον ἔχει μεθʼ ἑαυτῆς, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ λόγου πρῶτον ἐπωνυμίαν βεβαιοῖ, μόνη γάρ ἐστιν ἀκριβῶς εὔλογος. μηδεὶς δὲ ὑμῶν, ὦ νῦν τε παρόντες τοῖς λόγοις καὶ χρόνῳ συνεσόμενοι, μηδεμίαν προπέτειαν μηδὲ εὐήθειαν καταγνῷ τοῦ παντὸς ἐγχειρήματος, εἰ μήτε προστησάμενοι σχῆμα φαυλότερον τοῦ λόγου μήτε ἃ πολλὰ καὶ ἐργώδη τῷ λόγῳ πρόσεστι δείσαντες ὑπέστημεν ἐκ τοῦ φανεροῦ τοσοῦτον ἀγῶνα. μάλιστα μὲν γὰρ, εἰ καὶ τοῦτο ἄξιον αἰτίας, οὐδὲ τὰ πρὸς τοὺς θεοὺς ἡμῖν γε παρεῖται τὸ μὴ οὐ τετολμῆσθαι. ἔπειτʼ οὐδέ με τοῦτο λέληθεν ὡς ἐργώδης ὁ λόγος καὶ χαλεπὸς διενεγκεῖν καὶ τὰς ἐκδρομὰς ὁπόσας ἔχει· ἃς καὶ συνιδεῖν ἁπάσας καὶ διελέσθαι καθʼ ἑκάστην καὶ πληρῶσαι διὰ τέλους ἀδύνατον μὴ οὐ σὺν μεγάλῃ καὶ λαμπρᾷ τῇ τύχῃ· πρὸς δὲ τούτοις, ἐφʼ ὅσοις ἔθνεσι τοῖς περὶ αὐτῶν εἰρηκόσι καὶ προκατειληφόσι τὰς ἀκοὰς ἐπερχόμεθα, μεῖζον ἔχοντες ἔργον ὅ τι φυλαξόμεθα ἢ ὅτῳ χρησόμεθα εὑρεῖν.