Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
νόμος ἐστὶ τοῖς Ἕλλησι παλαιὸς, οἶμαι δὲ καὶ τῶν βαρβάρων τοῖς πλείστοις, τροφεῦσι χάριν ἐκτίνειν ἅπασαν, ὅση δυνατή. οὕστινας δʼ ἂν τροφέας προτέρους ὑμῶν ἄγοι τις, ὦ ἄνδρες Ἀθηναῖοι, δοκῶν γε δή πως εἰς Ἕλληνας τελεῖν, οὐ ῥᾴδιον εὑρεῖν, ὥς γέ μοι φαίνεται. μάλιστα μὲν γὰρ καὶ τῆς νενομισμένης ταυτησὶ τροφῆς καὶ κοινῆς ὑμᾶς εὐθὺς ἂν εὕροι τις ἐπωνύμους καὶ ποριστὰς σκοπῶν ἐξ ἀρχῆς· ὥστε ἔξεστιν εἰπεῖν ἰδίᾳ μὲν ἄλλους ἄλλοις εἶναι τροφέας, οὓς ἂν ἡ τύχη καὶ ὁ συμπίπτων χρόνος ἑκάστοις παρασκευάσῃ, κοινοὺς δὲ ἁπάντων τροφέας ὑμᾶς εἶναι καὶ μόνους καὶ πρό γε αὐτῶν ἔτι τῶν τροφέων, ὥσπερ οὓς πατέρας πατέρων καλοῦσιν οἱ ποιηταί· διʼ ἃ καὶ μόνα
τὴν εὔνοιαν ἤρκει παρὰ πάντων ὑμῖν εἶναι κατὰ φύσιν. οὐ μὴν ἀλλʼ οἷ βλέπων τὸ δίκαιον ἐποιούμην καὶ περὶ ἧς εἶχον ἐν νῷ τροφῆς εἰπεῖν, τῆς ὡς ἀληθῶς καθαρᾶς καὶ διαφερόντως ἀνθρώπου, τῆς ἐν μαθήμασι καὶ λόγοις, τίς οὕτως ἔξω τούτων ἐστὶν ὥστʼ ἀγνοεῖν παρʼ ὑμῶν οὖσαν ἅπασι τὴν ἀρχήν; ὥστε εἰκὸς καὶ τὸν περὶ τούτων λόγον
δεῦρο κομίζειν καὶ τιμᾶν τοῖς γιγνομένοις τὴν πόλιν. ὡς τὰς μὲν ἄλλας χάριτας δικαίας μὲν, οὐ μὴν τῶν πραγμάτων ἄντικρυς εἶναι συμβέβηκε, μόνην δὲ ταύτην γνησίαν τῆς εὐεργεσίας ἔξεστι προσειπεῖν. ἡ γὰρ ὑπὲρ λόγων λόγῳ γιγνομένη χάρις οὐ μόνον τὸ δίκαιον ἔχει μεθʼ ἑαυτῆς, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ λόγου πρῶτον ἐπωνυμίαν βεβαιοῖ, μόνη γάρ ἐστιν ἀκριβῶς εὔλογος. μηδεὶς δὲ ὑμῶν, ὦ νῦν τε παρόντες τοῖς λόγοις καὶ χρόνῳ συνεσόμενοι, μηδεμίαν προπέτειαν μηδὲ εὐήθειαν καταγνῷ τοῦ παντὸς ἐγχειρήματος, εἰ μήτε προστησάμενοι σχῆμα φαυλότερον τοῦ λόγου μήτε ἃ πολλὰ καὶ ἐργώδη τῷ λόγῳ πρόσεστι δείσαντες ὑπέστημεν ἐκ τοῦ φανεροῦ τοσοῦτον ἀγῶνα. μάλιστα μὲν γὰρ, εἰ καὶ τοῦτο ἄξιον αἰτίας, οὐδὲ τὰ πρὸς τοὺς θεοὺς ἡμῖν γε παρεῖται τὸ μὴ οὐ τετολμῆσθαι. ἔπειτʼ οὐδέ με τοῦτο λέληθεν ὡς ἐργώδης ὁ λόγος καὶ χαλεπὸς διενεγκεῖν καὶ τὰς ἐκδρομὰς ὁπόσας ἔχει· ἃς καὶ συνιδεῖν ἁπάσας καὶ διελέσθαι καθʼ ἑκάστην καὶ πληρῶσαι διὰ τέλους ἀδύνατον μὴ οὐ σὺν μεγάλῃ καὶ λαμπρᾷ τῇ τύχῃ· πρὸς δὲ τούτοις, ἐφʼ ὅσοις ἔθνεσι τοῖς περὶ αὐτῶν εἰρηκόσι καὶ προκατειληφόσι τὰς ἀκοὰς ἐπερχόμεθα, μεῖζον ἔχοντες ἔργον ὅ τι φυλαξόμεθα ἢ ὅτῳ χρησόμεθα εὑρεῖν.ἄλλων γὰρ ἄλλα κεκοσμηκότων καὶ διεξεληλυθότων τὰ πᾶσι παρειμένα πᾶσι καὶ πεπλήρωται· καὶ συμβαίνει διπλοῦν τὸν ἀγῶνα γίγνεσθαι τῷ μετὰ πάντας ἐγχειροῦντι, καὶ χωρὶς πρὸς ἕκαστον καὶ κοινῇ πρὸς ἅπαντας.
οὐ μὴν ἀλλʼ αὐτό γε τοῦτʼ ἐστὶ τὸ καὶ μόνον πεποιηκός μοι τὸν λόγον, ὅτι οὕτω πολλοῖς καὶ μεγάλοις τῆς πόλεως ὑπερεχούσης, καὶ τόπον οὐδένα τοῖς βουλομένοις εὐφημεῖν ἀργὸν παρεικυίας, οὐδείς πω μέχρι τῆσδε τῆς ἡμέρας εἰς ἅπαντα καθῆκεν ἑαυτὸν οὐδʼ ἐθάρρησεν. ἀλλʼ οἱ μὲν τοὺς ἄνω χρόνους ἐν τοῖς ποιήμασιν ᾁδουσι καὶ τὰ πρὸς τοὺς θεοὺς κοινὰ τῇ πόλει, καὶ ταῦτʼ ἀπὸ τοῦ παρείκοντος, οἱ δὲ τοὺς ἐπὶ τῶν καιρῶν πολέμους πρὸς Ἕλληνας καὶ βαρβάρους ἀφηγοῦνται μεμερισμένως· ἕτεροι δὲ τὴν πολιτείαν καταλέγουσιν· οἱ δὲ ἐν τοῖς ἐπιταφίοις λόγοις τῶν ἀποθανόντων ἐνίους προσειρήκασιν. εἰσὶ δὲ οἳ κἀν τούτοις, οὐχ ὡς νομίζεται, διὰ τῶν πράξεων ἦλθον, ἀλλʼ ἑτέραν ἐτράποντο, δείσαντες, ἐμοὶ δοκεῖν, ἐλάττους γενέσθαι τῶν πραγμάτων, οὐκ ἔξω μέν που συγγνώμης λαβόντες φόβον, ἀλλʼ οὖν οὕτω πολλοῦ τινος ἐδέησαν περὶ πάντων γε τῶν ὑπαρχόντων τῇ πόλει διεξελθεῖν. καὶ μὴν οἱ μὲν τὴν σοφίαν αὐτῆς ἐγκωμιάζουσιν, οἱ δὲ τὰς ἀποικίας καταλέγουσιν, ἕτεροι δὲ αὖ τὴν κοινότητα καὶ φιλανθρωπίαν ὑμνοῦσι, καὶ ταῦτα οἱ μὲν τοῖς συγγράμμασί που τοῖς ἄλλοις ἐγκαταμιγνύντες, οἱ δʼ ἀπὸ στόματος οὑτωσὶ κατὰ τὸ συμβαῖνον τῆς μνήμης. ὡς δὲ ἁπλῶς εἰπεῖν, ἅπαντες ἢ τῷ βουλήματι τῷ σφετέρῳ μεμετρήκασιν ἢ τῇ δυνάμει τὰ πρὸς τὴν πόλιν, οὐ τῷ τῆς πόλεως μέτρῳ οὐδὲ τῷ τῶν πραγμάτων, ἀλλὰ ὥσπερ πελάγους ἀπείρου καὶ
τοῖς ὀφθαλμοῖς οὐχ ὁρίζοντος ἕκαστος ὅσον καθορᾷ,
τοῦτο θαυμάζει· καὶ συμβέβηκεν ὥσπερ αἴνιγμα τῇ πόλει· ᾗ γὰρ τοσοῦτον εὐφημιῶν καὶ δόξης περίεστι, ταύτῃ, κἂν ὡς ἐλάχιστον τούτων ὧν μέτεστιν εἴπῃ τις, οὐ τοῦ παντὸς ἁμαρτήσεται. οὐ δὴ δίκαιον τὴν μόνην τοῦ τολμήματος αἰτίαν καὶ διʼ ἣν εἰκότως ἐδέησε τοῦ νυνὶ λόγου, ταύτην ἐκείνης ἀξιῶσαι τῆς αἰτίας, ᾗ τὸ τῆς μέμψεώς ἐστιν ὄνομα. ἔπειτα εἰ μὲν μὴ πολλῶν καὶ καλῶν καὶ μεγάλων ὄντων, οὐ μὲν οὖν οὔτʼ ἀπαριθμῆσαι ῥᾳδίων οὔτε μετρῆσαι δυνατῶν τῶν εἰς τοσοῦτον τὴν πόλιν ᾐρκότων, ἕν τι καὶ τοῦτο τὸ τῶν λόγων ἦν ἀγαθὸν, οὐκ ἂν ἴσως ἥρμοττε παρακινδυνεύειν, ἀλλʼ ἐᾶν ὅπως ποτʼ εἶχε τὰ τῆς δόξης αὐτῇ· νυνὶ δʼ ὥσπερ τῶν ἄλλων ἁπάντων ἡγεμὼν τοῖς Ἕλλησιν, οἶμαι δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις, γεγένηται, οὕτως ὅτι καὶ τῶν λόγων πρώτη γνώριμόν ἐστιν· ὥστε οὔτʼ ἀλλοτρίᾳ τῇ πείρᾳ χρώμεθα, οὐδʼ ἑτέρωσε φέρουσαν ὁδὸν προειλόμεθα, ἀλλʼ ἀκριβῶς ἐπὶ τὴν πόλιν καὶ τοὺς Ἀθηναίους, οὔτε ἐλάττω τὰ τῆς πόλεως ποιοῦμεν, ἀλλʼ ἕν τι τῶν τῆς πόλεως ἐκτίνομεν, εἰς ὅσον ἐγχωρεῖ. εἰρημένον δὲ ὑπὸ πολλῶν πολλάκις ὡς ἄρα οὐ ῥᾴδιον εὑρεῖν ὅθεν ἄρξεταί τις, ἐμὸν, οὐκ ἄλλου τοῦτον τὸν λόγον εἶναι νομίζω τῇ χρείᾳ. οὐ γὰρ μόνον τῷ πρεσβυτάτην εἶναι τῶν ἐν μνήμῃ τὴν πόλιν συμβαίνει καὶ τὴν ἀρχὴν ἀνήκειν εἰς τὸ πλέον τοῦ φανεροῦ καὶ προχείρουλαβεῖν, ἀλλʼ ὅτι καὶ πολλὰς ὥσπερ ἐν κύκλῳ τὰς ἀρχὰς ὁ λόγος προδείκνυσιν, ἃς οὔτε ὁμοῦ ποιήσασθαι δή που δυνατὸν οὔθʼ ἥτις ἀρχὴ ταῖς ἄλλαις εἶναι νικήσει ῥᾴδιον κρῖναι· ἄλλα γὰρ ἄλλων ἕνεκα ἁρμόττειν ὥς γʼ ἐκ τοῦ προφαινομένου πρῶτα λεχθῆναι δόξαν παρίστησιν.
ἣν δὲ ἁπασῶν ἐπικαιροτάτην ἀρχὴν ὑπολαμβάνω καὶ πρὸς ἣν ἥκιστʼ ἂν ἁμαρτεῖν, ἅπαντα καθιστάμενος τὸν λόγον, ταύτην καὶ δὴ ποιήσομαι· εἰ δʼ ὀρθῶς, ἢ μὴ, πάρεστι κοινωνεῖν τῆς γνώμης. οἶμαι δʼ, ἂν ὡς ὑπὲρ οἰκείας καὶ μετέχων τῶν ἀγαθῶν ἔστιν οὗ φαίνωμαι τῷ λόγῳ χρώμενος, οὐδʼ ὑμῖν ἂν φέρειν αἰσχύνην. ἡ γὰρ τῆς χώρας ἡμῖν φύσις τῇ φύσει τῶν ἀνδρῶν συμβαίνουσα φανήσεται καὶ οὔθʼ ἡ γῆ πρέπουσα ἑτέρων εἶναι, οὔκουν οὐδὲ ἐγένετο, οὔθʼ οἱ ἄνδρες ἄλλης ἀντὶ ταύτης ἄξιοι, οὔκουν οὐδὲ ἠλλάξαντο, ἀλλʼ ἔμειναν ἐφʼ ἧς εἶχον· ἄμφω δὲ ταῦτα ὄψει καὶ μνήμῃ κρίνεται. οἵ τε γὰρ οἰκήσαντες ἀεὶ
τὴν χώραν ἐναργῆ καὶ θαυμαστὰ τῆς αὑτῶν ἐπιεικείας σημεῖα ἐξήνεγκαν ἐν παντὶ τῷ παρασχόντι, τὰ μὲν ἣν οὑτωσί τις ἂν εἴποι φιλανθρωπίαν ἐπιδεικνύμενοι τῇ τῶν τρόπων πραότητι καὶ ταῖς ὁμιλίαις, οὐδέσιν ἄλλοις ὁμοίως ἡμέροις εἶναι δοκεῖν λιπόντες, τὰ δʼ ἐν ταῖς χρείαις καὶ τοῖς κινδύνοις ἐν προβόλου μοίρᾳ τοῖς Ἕλλησι τεταγμένοι. καὶ τὸ τῆς χώρας αὖ σχῆμα τοιοῦτον ἐκ γῆς καὶθαλάττης θεωροῦντι. πρόκειται γὰρ ἀντʼ ἄλλου φυλακτηρίου τῆς Ἑλλάδος τὴν γιγνομένην τάξιν ἔχουσα πρώτη πρὸς ἥλιον ἀνίσχοντα, προμήκης εἰς τὸ πέλαγος, καὶ μάλα ἐναργὴς συμβαλεῖν ὅτι τῆς Ἑλλάδος ἐστὶν ἔρυμα ὑπὸ τῶν κρειττόνων πεποιημένον καὶ μόνῃ ταύτῃ κατὰ φύσιν ἔστιν ἡγεῖσθαι τοῦ γένους. εἶτα καὶ τῆς φιλανθρωπίας ὡσπερεὶ σύμβολον ἐκφέρει· προβαίνει γὰρ μέχρι πλείστου, τὴν θάλατταν ἡμεροῦσα, καὶ ταῖς νήσοις ἐγκαταμίγνυται, θεαμάτων ἥδιστον, ἤπειρος ἐν νήσοις, καὶ τούτων ἐνίων νοτιωτέρα, πρώτη μὲν τοῖς ἐκ τοῦ πελάγους ὡσπερεὶ χεῖρα προτείνουσα εἰς ὑποδοχὴν, παντοδαποὺς δὲ ὅρμους καὶ λιμένας παρεχομένη κύκλῳ περὶ πᾶσαν ἑαυτὴν, ἔτι δὲ ἀκτὰς ἄλλας κατʼ ἄλλα μέρη τῆς τε θαλάττης καὶ ἑαυτῆς, καὶ πορθμοὺς πρὸς τὰς ἐπικειμένας νήσους οὐ πλέον διαλείποντας ἢ ὅσον αἱ νῆσοι πρὸς ἀλλήλας· ὥστε καὶ παραπλεῖν καὶ περιπλεῖν καὶ πεζεύειν καὶ ἔτι πελαγίους εἶναι διὰ τῆς Ἀττικῆς ὥσπερ ἐν πομπῇ κατʼ ἐξουσίαν τὸ πρὸς ἡδονὴν αἱρουμένους. αἱ δὲ ἐπίκεινται πανταχόθεν πεποικιλμέναι Κυκλάδες καὶ Σποράδες περὶ τὴν Ἀττικὴν, ὥσπερ τῆς θαλάττης ἐξεπίτηδες ἀνείσης ἀντὶ
προαστείων τῇ πόλει, χοροῦ σχῆμα σώζουσαι, καὶ τὰ ἐκείνων κάλλη καὶ κόσμους τῆς πόλεως κάλλη καὶ κόσμους εἶναι συμβέβηκε. δύνανται γὰρ ὅπερ τοῖς βασιλείοις τὰ προπύλαια, καὶ σελήνην ἀστέρες ἐγκλείουσι, ποιητὴς ἂν εἴποι τις, μεῖζον φέρουσαι κέρδος ἢ ὅσον παρέχουσι· λέγω δὴ τοῦ προσοικεῖν. διʼ ἃ δὴ καὶ μόνῃ τῇ πόλει κυρίως ἄντις φαίη τὴν ἀρχὴν αὐτῶν συμβῆναι καὶ γνησίαν ἐπὶ τῶν Ἑλληνικῶν, τοὺς δʼ ἄλλους νόθους εἰς τὴν θάλατταν ἐμβῆναι, ὥσπερ ὑποβολιμαίους, οὐ πατρικαῖς ταῖς νήσοις ἐπιθεμένους, ἀλλʼ ἁρπάσαντας τύχης ἀλογίᾳ, ὅπερ αὐτοὺς καὶ ταχέως πάλιν ἐξήλασε.
τοῦτο δὲ τὸ σχῆμα καὶ ταύτην τὴν θέσιν τῆς χώρας ἐχούσης, τὸν μὲν ἀεὶ κατάπλουν τῶν ἐμπόρων τε καὶ καθʼ ἱστορίαν ἢ χρείαν εἰσαφικνουμένων, μεθʼ ὅσης τῆς ῥᾳστώνης καὶ ψυχαγωγίας γίγνεται καὶ τρυφῆς οὐ ῥᾴδιον εἰπεῖν, πλὴν εἰς ὅσον αὐτούς τις ἐπιμαρτύραιτο· οὕτω γὰρ παντάπασιν ἡ ψυχὴ προκαθαίρεται καὶ μετέωρος καὶ κούφη γίγνεται καὶ σφόδρα τῶν Ἀθηνῶν τῆς θέας ἐν παρασκευῇ, ὥσπερ ἐν ἱεροῖς προτελουμένη. ἐπίδηλον δὲ καὶ τοῖς ὀφθαλμοῖς πλέον τοῦ συνήθους τὸ φῶς ἐγγιγνόμενον, ἀφαιρούσης ἤδη τὴν πολλὴν ἀχλὺν ὡς ἀληθῶς καὶ καθʼ Ὅμηρον εἰπεῖν τῆς Ἀθηνᾶς ἔτι τῇ χώρᾳ
προσαγόντων. ὥστε ἔοικεν ὀνείρατος εὐφροσύνῃ τὰ θεάματα καὶ χορείαν ἐξελίττειν, οὐ πλοῦν ἀνύτειν δόξαις ἂν, οἷα τὴν ναῦν ἀεὶ κύκλῳ περιίσταται κάλλη παντοδαπὰ ἄγοντα μετʼ εὐθυμίας ἐπὶ τὴν Ἀττικήν. τοῖς δʼ ὁρωμένοις συμβαίνει καὶ τὰ λεγόμενα, οἷς οὐκ ἔνεστιν ἀπιστεῖν· πάντα γὰρ ἑξῆς ὁμοίως ἔχει. Λητώ τε γὰρ, εἰ καὶ μικρὸν ὕστερον ἁρμόσει περὶ τῶν θείων διηγεῖσθαι, λυσαμένη τὴν ζώνην ἐν Ζωστῆρι τῆς Ἀττικῆς καὶ λιποῦσα τὴν ἐπωνυμίαν τῷ τόπῳ, βαδίζουσα ἀεὶ εἰς τὸ πρὸς ἕω τῆς Προνοίας Ἀθηνᾶς ἡγουμένης, ἀπʼ ἄκρας τῆς Ἀττικῆς ἐπιβᾶσα τῶν νήσων εἰς Δῆλον καταίρει καὶ τίκτει δὴ τοὺς θεοὺςτήν τε Ἄρτεμιν καὶ τὸν πατρῷον Ἀπόλλω τῇ πόλει, ἥ τʼ ἀπὸ τῆς Ἀσίας ἐπὶ τοὺς Ἕλληνας πρώτη διαβᾶσα
δύναμις διὰ τῶν νήσων προσέσχεν εἰς Μαραθῶνα, καλῶς ὑπὸ τῆς φύσεως ἀχθεῖσα τοῦ τόπου πρὸς τὸ δοῦναι δίκην ὧν ἐπεβούλευσε τοῖς Ἕλλησιν. οὕτω δʼ ἐν ἀρχῇ τῆς Ἑλλάδος οὖσα ἡ χώρα ἐν μέσῳ τῆς πάσης οὐχ ἧττόν ἐστιν. ὅποι γὰρ ἀπʼ αὐτῆς κινηθείης, τὰ γνωριμώτατα τῶν Ἑλλήνων ἐκδέχεται γένη, καὶ ὥσπερ πόλιν ἡ οἰκεία χώρα προσοικεῖ, οὕτω καὶ τὴν Ἀττικὴν ἅπασα ἡ Ἑλλὰς προσοικεῖ. διὸ δὴ καὶ μόνη τὸ τῶν Ἑλλήνων πρόσχημα καθαρῶς ἀνῄρηται καὶ τοῖς βαρβάροις ἐστὶν ἐπὶ πλεῖστον ἀλλόφυλος· ὅσον γὰρ τῇ φύσει τοῦ τόπου κεχώρισται, τοσοῦτον καὶ τοῖς ἤθεσι τῶν ἀνδρῶν ἀφέστηκεν. οὔτε γὰρ ποταμοῦ μέσου κοινωνεῖ τινος οὔτʼ ἐστὶν αὐτῇ μεθόριον οὐδὲν τὸ αὐτὸ διαιροῦν καὶ μιγνύον τὴν γῆν, ἀλλʼ ὥσπερ πρὸς ἀσπίδος ἐπίσημον πάντα πρὸς μέσον τοῦτο τὸ χωρίον ἐκ παντὸς ἄκρου τείνει τὰ Ἑλληνικὰ, καὶ πανταχόθεν κύκλοι περιέχουσι τὴν χώραν Ἑλληνικοὶ, οἱ μὲν ἐκ θαλάττης, οἱ δʼ ἀπὸ τῆς ἠπείρου περικείμενοι, ὥσπερ εἰκὸς τῇ κοινῇ τοῦ γένους ἑστίᾳ. τοσοῦτον δὲ πέφευγε τὴν ἀλλοδαπὴν καὶ βάρβαρον ὥστε καὶ ἐπὶ τῆς ἀντιπέραν ἠπείρου προὐβάλλετο ἑτέραν Ἑλλάδα ἄποικον ἑαυτῆς, ἣ νῦν ἤδη πλεῖστον βαρβάρων ἀφέστηκεν, ὥσπερ φύσει ταχθεῖσα ἡ πόλις, ἀντίπαλος τούτῳ τῷ γένει καὶ πολεμία. ἐξ ὧν ἄδολον μὲν καὶ καθαρὸν καὶ ἀδιάφθορον τὸ ἦθος ἀεὶ τοῖς ἐξ αὐτῆς διαγέγονε παρεχομένη, εἰλικρινῆ δὲ καὶ καθαρὰν καὶ ἄλυπον καὶ παράδειγμα πάσης τῆς Ἑλληνικῆς ὁμιλίας φωνὴνεἰσηνέγκατο. ἡ δʼ αὐτὴ θέσις τῆς τε χώρας ἐν τῇ Ἑλλάδι καὶ τῆς πόλεως ἐν τῇ χώρᾳ, μέση γὰρ ἐν μέσῃ κεῖται, τοσοῦτον πρὸς θάλατταν ἐπικλίνουσα, ὅσον τοὺς λιμένας ἧς εἰσι φαίνεσθαι. τρίτη δὲ ἀκόλουθος τούτων ἀνέχει, περιφανὴς ἄνω διὰ μέσης τῆς πόλεως, ἡ πάλαι μὲν πόλις, νῦν δὲ ἀκρόπολις, κορυφῇ παραπλησίως, οὐχ ὡς ὕστατον εἶναι τῆς πόλεως, ἀλλʼ ὡς περὶ αὐτὴν πᾶν τὸ λοιπὸν σῶμα τῆς πόλεως, ἄκρου καὶ μέσου ταυτοῦ συμπεπτωκότος, τὸ διὰ πάντων ἤδη τοῦτο κάλλος καὶ ὁ τελευταῖος ὅρος τῆς περὶ γῆν εὐκαιρίας. ὥσπερ γὰρ ἐπʼ ἀσπίδος κύκλων εἰς ἀλλήλους ἐμβεβηκότων πέμπτος εἰς ὀμφαλὸν πληροῖ διὰ πάντων ὁ κάλλιστος, εἴπερ ἡ μὲν Ἑλλὰς ἐν μέσῳ τῆς πάσης γῆς, ἡ δʼ Ἀττικὴ τῆς Ἑλλάδος, τῆς δὲ χώρας ἡ πόλις, τῆς δʼ αὖ πόλεως ἡ ὁμώνυμος. ἀλλʼ ἐνταῦθα μὲν ἡμᾶς ὁ λόγος παρήνεγκε τῆς ἀεὶ παραπιπτούσης ἀκολουθίας ἐχόμενος. ἐπιστρεπτέον δὲ πάλιν πρὸς τὴν χώραν καὶ τὰ πρεσβεῖα φυλακτέον αὐτῇ, ἧς τὴν μὲν πρὸς γῆς τε καὶ θαλάττης φύσιν εἴπομεν διʼ ὅσων εἰκὸς ἦν, μῆκός τε φεύγοντες καὶ τὸ παρελθεῖν ἃ μὴ χεῖρον εἰπεῖν.
ἀλλὰ μὴν τόν γε ὑπὲρ κεφαλῆς ἀέρα καὶ τὴν τῶν ὡρῶν κρᾶσιν οὕτω σύμμετρον εἴληχεν ὥστε εἰ τῷ λόγῳ μετρίως εἰπεῖν ἦν, εὐκτὸν ἂν ἦν. ἴσον γὰρ ἁπάντων ἀπέχει τῶν δυσχερῶν καὶ μετέχουσα τῶν ἀγαθῶν τῆς δυνάμεως ἑκάστης, ἃ λυπηρὰ πρόσεστιν ἑκάστῃ πέφευγε. τεκμαίρεσθαι δὲ ἔξεστιν οὐ μόνον τοῖς ὡραίοις νικῶσι καὶ παρὰ τὴν ἐπωνυμίαν καὶ τοσοῦτον τοῦ παντὸς ἔτους κατέχουσι χρόνον, ἀλλὰ καὶ τῇ ἀποστάσει, καθάπερ ἐν
στάθμῃ, ὅταν τι βουληθῶμεν ἰδεῖν ἀκριβῶς. ὅσον γὰρ ἄν τις ἀποστῇ τῆς πόλεως δεῦρο ἢ ἐκεῖσε κινηθεὶς, ἢ τῇ θέρμῃ πλεῖον τῆς χρείας ἢ τῷ ψύχει προστυγχάνει. ὥστʼ ἐν τούτῳ μόνῳ νικᾶται ἐν ᾧ τὸ νικᾶν λυπεῖ καὶ οὗ τὸ νικᾶσθαι λυσιτελέστερον. τοσαύτη δʼ ἐστὶν ἡ περιουσία τῆς εὐτυχίας ὥστε καὶ τῶν ἄλλων γενῶν αἱ ταύτης ἄποικοι πόλεις αἱ τὴν νῦν Ἰωνίαν ἔχουσαι ἄριστα κεκρᾶσθαι δοκοῦσιν, ὥσπερ ἄλλο τι τῶν οἴκοθεν μετειληφυῖαι. ὥστε οὐ τὰ μὲν πρὸς ἄρκτον ἂν εἴποι τις εἶναι τῆς χώρας, τὰ δὲ πρὸς
μεσημβρίαν ὀνομάζων, οὐδʼ αὖ τὰ λοιπὰ δύο ὡσαύτως, ἀλλʼ ἄνευ τῆς προσθήκης ἔξεστιν ὁρίσασθαι τὰ μὲν ἔνθεν αὐτῆς ἄρκτον εἶναι, τὰ δὲ ἔνθεν μεσημβρίαν ἤδη, ἀνατολάς τε καὶ δύσεις ὅσον τὸ ἄνω καὶ κάτω, αὐτὴν δʼ εἶναι πάντων ὡσπερεὶ μεθόριον, κοινόν τινα χῶρον, οὗ πάντα τὰ τμήματα συγκεράννυται, ὑπʼ αὐτὴν, ὡς εἰπεῖν, τὴν ἀκρόπολιν τοῦ οὐρανοῦ καὶ τὴν τοῦ Διὸς ἀρχὴν ὡς ἀληθῶς γιγνομένην λῆξιν τῆς Ἀθηνᾶς καὶ τῶν ταύτης ἔργων τε καὶ θρεμμάτων τόπον οἰκεῖον. οὐ γὰρ ἔστιν ὅστις τῶν περὶ γῆν ἀέρων τοσοῦτον ἀφέστηκε γῆς τῇ φύσει οὐδʼ αἰθέρι μᾶλλον εἴκασται. γῆς μὲν δὴ καὶ θαλάττης καὶ ἀέρων εἰς τοῦτʼ ἔθεσαν τὴν Ἀττικὴν οἷς ταῦτα ἔπρεπε δημιουργοῖς. ἃ δὲ τούτοις τοιούτοις οὖσιν ἕπεται πολλὴ ῥᾳστώνη δεικνύναι, πεδίων τε κάλλη καὶ χάριτας τῶν μὲν πρὸ τῆς πόλεως εὐθὺς ἀπὸ τοῦ τείχους, μᾶλλον δὲ ἀπὸ τῆς ἀκροπόλεως κεχυμένων καὶ ἐγκαταμιγνυμένων τῇ πόλει, τῶν δὲ ἐφʼ ἑκάστῃ τῇ θαλάττῃ τοῖς αἰγιαλοῖς ἐφορμούντων, τῶν δʼ ἐν τῇ μεσογείᾳ τοῖς ὄρεσι τοῖς περιέχουσιν ὥσπερ ἄλλοις ὁρίοις διειλημμένων ἐν κόλπων θαλαττίων τινῶν σχήματι. καὶμὴν τήν γε τῶν ὀρῶν φαιδρότητα καὶ χάριν τίς οὐκ ἂν ἀγασθείη; οἷς γε τοσοῦτον κόσμου περίεστιν ὥστε καὶ τὰς πόλεις αὐτὰ δὴ κοσμεῖ· ὃ γὰρ εἰκὸς ἔχειν τὴν χώραν, ἔργον θεῶν οὖσαν, σπέρμα τῆς χάριτος τῆς πρὸς τοὺς θεοὺς,
τοῦτο δείκνυσιν ἐν τοῖς πρώτοις, καὶ προξενεῖ διὰ τῆς φύσεως τὴν χάριν. ἔστι δὲ ἐπιτηδειοτάτη πρὸς κάλλη νεῶν καὶ ἀγαλμάτων, ὥστε δὶς ἡγεμὼν τούτων ἂν εἴη. καὶ γὰρ ἐνθένδε ταῦτα πάντα ἤρξατο τῷ νόμῳ καὶ τὴν χορηγίαν οἴκοθεν ἡ πόλις ἔσχηκεν εἰς αὐτά. ἀλλὰ γὰρ οὐκ ἔχω τί χρήσωμαι, ἐπέρχεται γάρ μοι καὶ κατὰ μέρη τὴν ἐπιτηδειότητα ἀποφαίνειν τῆς χώρας, οἷον εὐθὺς τὸ μήτε ὑπτίαν εἶναι διὰ πάσης μήτε ὄρειον παντελῶς, ἀλλʼ ἐσχηματίσθαι πρὸς τὴν ἑκατέρου χρείαν ἐν μέρει καὶ πεποικίλθαι, ὥστε πῶς οὐκ ἂν ὀρθῶς εἴποι τις εἶναι τελέας καὶ πάσης τῆς οἰκουμένης οἱονεὶ μίμημα σωζούσης; ἔτι δὲ ἡ τῆς θαλάττης τε καὶ γῆς διὰ τῶν λιμένων συζυγία καὶ συμφωνία, τῶν δʼ αὖ πεδίων καὶ τῶν ὀρῶν ἡ σὺν ὥρᾳ μίξις καὶ χάρις οὐ τῶν ὅπου τις ἂν εἴποι συμβεβηκότων οἶμαι. ἔξεστι δὲ ὁρᾶν καὶ τὰς φλέβας τὰς ἀργυρίτιδας ὥσπερ νοτίδας διὰ πάσης τῆς ὀρείου διηκούσας, ὅπως ἄρα μηδὲν ἀργὸν εἴη τῆς Ἀττικῆς μηδʼ εἴη ταῖς προσόδοις δυσχωρία μηδαμῆ, ἀλλὰ τὴν ἑτέρων εὔγεων ἡ τῇδε ἄσπορος νικῴη. ἔπρεπε δʼ ἄρα καὶ τοῦτο ἐλευθερίας ἐφόδιον καὶ μεγαλοψυχίας παρεσκευάσθαι τῇ πόλει. ἔτι τοίνυν ἀενάων ποταμῶν ῥεύματα ἄλυπα καὶ πηγὰς ἀφθόνους καὶ καρπῶν ἁπάντων φορὰν, ὧν ὁ πάντων ἡμερώτατος ἐνταῦθα τῶν πανταχοῦ κάλλιστος περιφανῶς.ἀλλὰ ταῦτα μέν ἐστιν ὥσπερ ἀπὸ τῶν τραγημάτων τὴν εὐωχίαν σεμνύνειν· τὸν δὲ οἰκειότατον καὶ μέγιστον τῆς χώρας καρπόν τε καὶ κόσμον καὶ ὃς ἅπασαν ἔχει τὴν
ἐπιτηδειότητα συλλαβὼν αὐτῆς ἤδη δίειμι. ἀρχὴ δέ μοι τοῦ λόγου κατελήλυθεν εἰς ἀρχήν τινα ἑτέραν. ἄλλας μὲν γὰρ χώρας ἐλέφαντες καὶ λέοντες κοσμοῦσι, τὰς δὲ ἵπποι κύνες, τὰς δὲ ἃ τοὺς παῖδας ἀκούοντας ἐκπλήττει· τὴν δὲ ὑμετέραν χώραν κοσμεῖ τῶν ἐπὶ γῆς τὸ κάλλιστον, οὐ κατὰ τοὺς ἐν Ἰνδοῖς μύρμηκας ὑποπτέρους ἄξιον εἰπεῖν. πρώτη γὰρ ἤνεγκεν ἄνθρωπον καὶ πρώτη πατρίς ἐστιν ἀνθρώπου, καὶ ὅπερ τοῖς πᾶσι ζώοις τοῖς ἐγγείοις ἐστὶν ἡ πᾶσα γῆ, τοῦτο ἥδε νενίκηκεν εἶναι τῷ τῶν ἀνθρώπων γένει, μήτηρ καὶ τροφὸς κοινὴ καὶ τῆς φύσεως ἀφορμὴ, χῶρός τις ἀνθρώπων ἴδιος ἐκ πάσης γῆς ἐξῃρημένος, ὥσπερ οἱ τῶν τεμενῶν ὅροι. διὸ δὴ καὶ πάντα κρατίστους καὶ τῆς γιγνομένης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντας ἤνεγκεν, ἅτε οἰκείας αὐτῇ τῆς φορᾶς οὔσης, οὐκ ἐπεισάκτου. οὐ γὰρ πλάνην καταλύσαντες οὐδὲ ὥσπερ ἐπὶ σκότους πατρίδα ζητοῦντες διὰ πάσης γῆς καὶ θαλάττης, οὐδὲ δυοῖν δυστυχίαιν ἡγησαμέναιν, κατέσχον τὴν χώραν, βιασάμενοι τὴν ἐπωνυμίαν, εἴξαντες μὲν τοῖς κρείττοσιν, ἐκβαλόντες δὲ τοὺς ἥττους, ἀλλʼ ὥσπερ τὸ ἐκ τῶν πηγῶν ὕδωρ ἐκ τῶν κόλπων τῆς γῆς ἀνῆλθε τὸ γένος, αὐτὸ ἐξ αὑτοῦ λαβὸν τὴν ἀρχήν· καὶ ξένοι καὶ πολῖται μόνῃ τῇ γῇ ταύτῃ πρέπουσι διῃρῆσθαι. οἱ μὲν γὰρ ἄλλοι καθάπερ θέαν καταλαβόντες οὕτω ταῦτα κρίνουσιν, οὐ τῷ μᾶλλον ἄλλων ἑαυτοῖς προσήκειν τῶν χωρίων τοὺς ἄλλους ἀφορίζοντες,ἀλλὰ τῷ φθῆναι κατασχόντες, καὶ ξένους ὀνομάζουσι τοὺς δευτέρους ἐλθόντας, ἀγνοοῦντες ὅτι πάντες ὁμοίως εἰσὶ ξένοι, μᾶλλον δὲ αὐτοὶ ξένοι πρῶτοι, καὶ τοσοῦτον τῶν δημοποιήτων, οὓς αὐτοὶ ποιοῦνται, διαφέρουσιν, ὅσον οὐ κριθέντες ἄξιοι τῆς πολιτείας, ἀλλʼ εἰσβιασάμενοι προὐβάλοντο τὴν πατρίδα, ὥσπερ ὅπλων ἀπορίᾳ τῷ φανέντι χρησάμενοι· μόνοις δʼ ὑμῖν ὑπάρχει καθαρὰν εὐγένειάν τε καὶ πολιτείαν αὐχῆσαι. καὶ δυοῖν ὄντοιν ὀνομάτοιν ἑκάτερον κύριόν ἐστι τῇ χώρᾳ διὰ τὸ ἕτερον· εἰκότως. οἵ τε γὰρ ξένοι διὰ τοὺς ἄλλους πολίτας γνησίους ὄντας ἐνέχονται τῷ προσρήματι οἵ τε πολῖται βεβαιοῦσι τὴν ἐπωνυμίαν τῷ καθαροὶ ξένων εἶναι τὸ ἐξ ἀρχῆς· οὔκουν ἐξούλης γε μόνοις ὑμῖν, εἰ οἷόν τʼ ἐστὶν εἰπεῖν, οὐδʼ ἂν εἷς λάχοι τῆς γῆς, οὐ μᾶλλόν γε ἢ τῆς μητρός τινι. καὶ τοίνυν μόνοις τοῖς τῇδε γενομένοις δημοποιήτοις οὐκ ἔπεστι γέλως· ὄντες γὰρ ἅπαντες φύσει πολῖται τῆς χώρας νόμῳ τοῖς ἄλλοις τὴν τιμὴν ἀπενείματε· τῶν δʼ ἄλλων οἱ
πλεῖστοι κινδυνεύουσι νόθοι νόθους εἰσποιεῖσθαι, χρόνῳ τὴν ἀρχαίαν φύσιν διαφθείραντες, ὥσπερ ἐν συνοικίᾳ τῇ πάσῃ γῇ ζῶντες, ἐκ περιόδων καλοῦντες οἰκείαν οἱ τελευταῖοι τῶν ἄλλων οἰκησάμενοι. καί μοι δοκεῖ τις ἂν εἰπεῖν παραιτησάμενος τὸν φθόνον ὅτι οἱ μὲν ἄλλοι τὰς πόλεις οἰκοῦσιν, ὥσπερ στρατόπεδα, οἷς κατέλαβον ἐμμείναντες, μόνοις δὲ τοῖς ταύτης ἐγγόνοις τῆς χώρας ἡ πόλις ἐστὶ κυρία καὶ μόνη πόλεων, ἢ κομιδῆ γε ἐν ὀλίγαις ἑστίαν ἀκίνητον πρυτανείου δικαίως νέμει.πολλῶν δὲ ἐπιρρεόντων καὶ πάντων αὐτὸ ἕκαστον εἰπεῖν ἐπειγόντων αἱροῦμαι τὸ τῇ φύσει δεύτερον καὶ τὸ
πρὸ αὐτοῦ βεβαιοῦν ἐφεξῆς ἀποδοῦναι. ἐπειδὴ γὰρ ἀνῆκεν ἡ χώρα τοὺς ἄνδρας, ἐκόσμει καὶ κατεσκεύαζε τὸν βίον αὐτοῖς, ἃ μητρὸς ἦν ἔργα ποιοῦσα, καὶ οὐ περιεῖδεν ὥσπερ ἀλλοτρίας τῆς τροφοῦ δεηθέντας, ἀλλʼ ἐκ τῶν αὐτῶν κόλπων ἐδωρεῖτο τὰ δεύτερα. καὶ γίγνεται δὴ πανήγυρις ὡς ἀληθῶς ἱερὰ καὶ ὑπὲρ γῆς πάσης τῆς οἰκουμένης ἐνταυθοῖ καὶ ὥσπερ ἐν θεωρίᾳ πάντα εἰς ἅμιλλαν κατέστη. ἔρρωτο μὲν ἡ γῆ πρὸς ἁπάσας γονὰς, θεοὶ δὲ συμφέροντες παρεῖχον οἱ μὲν φυτὰ, οἱ δὲ σπέρματα, οἱ δὲ βοσκήματα, ὧν ἔμελλεν ἡ φορὰ τὸ τοῦ ἀνθρώπου σῶμα κοσμήσειν οὐχ ἧττον ἢ τὸ οἰκεῖον καὶ παρέξειν τὴν σκέπην κοινὴν τοῖς μὲν τὴν ἐπέτειον καὶ πρώτην ἀεὶ, τοῖς δὲ εἰς ὅσον ἐξικνεῖτο· τέχνας δὲ ἐπὶ τούτοις ἔφαινον τὰς
μὲν πυρὶ συγκεραννύντες, τὰς δὲ καὶ πυρὸς χωρίς. καίτοι ταῦτα οὐ μόνον τοῦ πλήθους ἕνεκα τῶν ἐνταῦθα καὶ φύντων καὶ φανέντων φιλοτιμίαν ἔχει τῇ πόλει καὶ χάριν, ἀλλὰ καὶ τεκμήρια παμμεγέθη τοῦ πρώτου λόγου, καὶ παντός ἐστιν ἐναργέστερα, ὅτι πρῶτον ἄνθρωπος ἐπὶ τῆσδε τῆς γῆς ἔστη, καὶ ταὐτὰ συμβαίνει πλήθει τε ὑπερφέρειν καὶ σημεῖα τῆς ἀληθείας ἀλλήλοις ἑξῆς εἶναι. πρώτους μὲν γὰρ φύντας ἔδει πρώτους καὶ δεηθῆναι, δεηθέντας δέ που καὶ τυχεῖν· καὶ μὴν τοῦτό γε ἀμήχανον μὴ θεοφιλεῖς ὄντας, θεοφιλεῖς δʼ αὖ τιθέναι τοὺς πρώτους ἀξιωθέντας φῦναι πῶς οὐκ εὔλογον; πάλιν γὰρ εἰς ταυτὸν ἐπανέρχεται. καὶ μὴν τούς γε θεοὺς ἀμφοτέρων χάριν εἰκὸς τῇ γῇ τὴν φορὰν πληρῶσαι, τοῦτο μὲν τῆς χρείας, ὅτι πρώτους, ὥσπερ ἔφην, τοὺς ἐν ταύτῃ κατελάμβανε, τοῦτο δὲ τῆς τιμῆς, ἣ τοῖς ἀρίστοις ὠφείλετο. λαβόντες δὲ οὕτω τὰς παρὰ τῶν θεῶν δωρεὰς οὕτως εὖ τοὺς δόντας ἐμιμήσαντο ὥστεαὐτοὶ τοῖς ἄλλοις ἀνθρώποις ἀντὶ τῶν θεῶν κατέστησαν, καὶ πεῖραν ταύτην πρώτην ἔδοσαν τοῦ κατʼ ἀξίαν τυχεῖν, τὸ χρήσασθαι τοῖς ὑπάρχουσιν ὡς προσῆκεν. οὐ γὰρ
ἠξίωσαν αὐτὸ δὴ τοῦτο γῇ κρύψαντες ἐξαρκεῖν, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι μὴ ἄρα τοὺς ἄλλους ἐξ ἴσου σφίσι ποιήσωσιν, ὥστʼ οὐκ εἶναι κάλλιον ᾠήθησαν ὅσῳ τῶν ἄλλων προέχουσιν ἐνδείξασθαι ἢ εἰ πάντας εὖ ποιοῦντες ὀφθήσονται. δοκεῖ δέ μοι καὶ Ἡρακλῆς ὕστερον παράδειγμα τοῦ βίου τήνδε τὴν πόλιν ποιησάμενος τὴν διάνοιαν ἐκείνην ὑπὲρ ἁπάντων ἀνθρώπων λαβεῖν, ἣ μετὰ τῶν θεῶν αὐτὸν καταστήσασα ἔχει. καὶ τὸ σημεῖον ἐναργὲς ἡ πρὸς Θησέα φιλία οὐ μόνον τῶν ἐκείνοις πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ τῶν οἱστισινοῦν πρὸς ἀλλήλους καθʼ ἑταιρίαν γενομένων παμπληθὲς ὑπερέχουσα. ἀνθʼ ὧν αὖ καὶ πρώτη πόλεων ἥδε ἐτίμησεν ἐκεῖνον ταῖς τῶν θεῶν τιμαῖς καὶ τοὺς παῖδας διετήρησε μόνη. ἀλλʼ ὁ λόγος γὰρ ὥσπερ ῥεῦμα φέρων ὑπήνεγκε βίᾳ· ἀναχωρεῖν οὖν ὅθεν ἐξέβην καιρός.πέμπουσι δὴ θείᾳ πομπῇ γῆν ἐπὶ πᾶσαν ἀφορμὰς τοῦ βίου, καθάπερ θεωρικοῦ τινος διάδοσιν ἐπιστήσαντες τῶν Δήμητρος, ὡς λέγεται, τροφίμων ἕνα, καὶ τὸ ἅρμα πτερωτὸν εἶναι φήμη κατέσχεν, ὅτι θᾶττον ἐλπίδος ᾔει πανταχοῦ, καὶ πρόσαντες οὐδʼ ἄβατον οὐδὲν ἦν αὐτῷ, ἀλλʼ ὥσπερ διὰ ψιλοῦ τοῦ ἀέρος, οὕτως ἐκομίζετο. δοκοῦσι δέ μοι κἀκεῖνον τὸν λόγον ἔργῳ πρῶτοι βεβαιῶσαι, καὶ καταδεῖξαι τὰς χάριτας ταχείας εἶναι τὴν φύσιν· εὖ γὰρ ποιοῦντες ἔφθανον τὴν ἐπιθυμίαν τῶν εὖ παθεῖν δεομένων. μνημεῖον δὲ καὶ σύμβολον τῆς θείας ἐκείνης πομπῆς καὶ τῆς εἰς ἅπαντας εὐεργεσίας αἱ παρὰ τῶν Ἑλλήνων
ἀπαρχαὶ δεῦρʼ ἀφικνούμεναι καθʼ ἕκαστον ἔτος τῶν σπερμάτων ἐπὶ τῶν προτέρων χρόνων. ἔτι δὲ αἱ τοῦ θεοῦ μαντεῖαι, διʼ ὧν μητρόπολιν τῶν καρπῶν ὀνομάζει τὴν πόλιν, ἄμφω μαρτυρῶν, καὶ πρώτην ἔχειν καὶ τοῖς ἄλλοις παρʼ αὐτῆς γενέσθαι. τίθησι δὲ καὶ ἀγῶνας πρώτη πόλεων ἁπασῶν καὶ τὸ ἆθλον ἐκ τῶν εὐεργεσιῶν, καλῶς τὰ δοθέντα πιστουμένη. καίτοι πῶς οὐκ ἀληθῶς ἐκεῖνοι θεῶνμὲν παῖδες, θεῶν δὲ καὶ τρόφιμοι, πρόγονοι δὲ τοῦ κοινοῦ βίου πᾶσιν ἀνθρώποις; οἳ μετὰ τοιαύτην τιμὴν παρὰ τῶν θεῶν αὐτοῖς ὑπάρξασαν ἄλλα καλλίω τοῖς ἐξ ἑαυτῶν εἰς φιλοτιμίαν κατέλιπον, τοιοῦτοι μὲν πρὸς τοὺς δόντας θεοὺς γενόμενοι, οὕτω δʼ αὖ καὶ τοῖς ἄλλοις ὁμιλήσαντες ἀνθρώποις. καὶ τοῦτο μὲν ἐνταυθοῖ λῆξαν τελέως ἡμῖν διήνυσται, τὰ δʼ ἐντεῦθεν ὥσπερ ὁδοῦ διττὰ φέρει καὶ πλείω τμήματα τοῖς μὲν εἰρημένοις ἕκαστον ἐφεξῆς, ἐν μέρει δʼ εἰπεῖν, εἰ σώζοντα ἐν ἀλλήλοις τὴν διαδοχὴν, οὔπω δῆλον.
κράτιστον δʼ ἴσως περὶ τῶν θείων πρῶτον διεξελθεῖν, εἶθʼ οὕτως καὶ περὶ τῆς ἄλλης ἐκείνων ἀρετῆς διαλέγεσθαι· ἔτι δʼ ὧν καθʼ αὑτούς τε καὶ ἐν κοινωνίαις εἰργάσαντο οἱ καθʼ ἑκάστους ἀεὶ τοὺς χρόνους. μικρὸν δὲ
ἀναλήψομαι· οὐ γὰρ μόνον οἷς εἶπον ἐτίμησαν οἱ θεοὶ τὴν γῆν ὑμῖν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις μεγάλοις, μεγίστῳ δὲ, ὃ καὶ μόνον εἰπεῖν ἴσως ἐξήρκει· περὶ γὰρ μόνης ταύτης τῶν ὑφʼ ἡλίῳ πόλεων ἤρισαν καὶ καταλαμβάνουσι τὴν ἀκρόπολιν ὥσπερ ἐπὶ μοναρχίᾳ σχεδὸν ὡς εἰπεῖν οἱ πρῶτοι τῶν θεῶν. ταύτης δὲ τῆς τιμῆς οὐχ ἥττω τὴν δευτέραν ἐπεδείξαντο, ἐπιτρέψαντες δικασταῖς καὶ κριταῖς αὐτοῖς τοῖς τότε τὴν χώραν ἔχουσι, νομίσαντες χάριεν καὶ κοῦφον ἐπʼ ἀμφότερα ἐν τοῖς παιδικοῖς κριθῆναι. φανέντων δὲ τῶν συμβόλων ἑκατέρωθεν, τοῦ τε ῥοθίου καὶ τοῦ θαλλοῦ, νικᾷ μὲν Ἀθηνᾶ καὶ καταδείκνυσι τὸν θαλλὸν νικῆς εἶναι σύμβολον, Ποσειδῶν δὲ ὑπεχώρησε μὲν, οὐ μὴν κατέλυσε τὸν ἔρωτα. τῆς δὲ παρʼ ἀμφοτέρων σπουδῆς τε καὶ τιμῆς οὐκ ἐλάττω σημεῖα τὰ δεύτερα· ἡ μὲν γὰρ σοφίᾳ νικᾶν ἔδωκε τῇ πόλει, ὁ δὲ ταῖς ναυμαχίαις οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικᾶν, ἀλλὰ καὶ τοὺς τῶν αὐτῶν μετασχόντας, οἶμαι δὲ καὶ οἷς ὅλως ἀγῶνες καὶ νῖκαι ναυτικαὶ γεγόνασιν. ἀλλʼ ὁ μὲν περὶ τούτων ἐκδέχεται λόγοςαὐτίκα. λαβοῦσα δὲ τὰς ψήφους ἡ θεὸς τὴν ἐπωνυμίαν τῇ πόλει δίδωσιν ὡς ἑαυτῆς οὔσῃ καὶ κατεσκευάσατο ὡς κτῆμα ἑαυτῆς, διαρκῆ πρὸς εἰρήνην τε καὶ πόλεμον, πρῶτον μὲν λόγους τε καὶ νόμων τάξιν καταδείξασα καὶ πολιτείαν δυναστείας ἀπηλλαγμένην. ἀφʼ ὧν μαθήματα πάντα
εὑρέθη καὶ βίων παραδείγματα εἰσῆλθεν. αὖθις δὲ ὅπλων τε χρῆσιν διδάξασα καὶ κοσμήσασα πρώτους ᾧ νῦν ἡμεῖς ἐκείνην σχήματι, ἔτι δʼ ἵππων ἁμιλλητηρίων καὶ πολεμιστηρίων ἔφηνεν ὀχήματα· καὶ ζεύγνυσιν ἐν τῇδε τῇ γῇ πρῶτος ἀνθρώπων ὁ τῆσδε τῆς θεοῦ πάρεδρος ἅρμα τέλειον σὺν τῇ θεῷ καὶ φαίνει πᾶσι τὴν τελείαν ἱππικήν. ἐπὶ δὲ τούτοις χορεῖαι καὶ τελεταὶ καὶ πανηγύρεις ἐπεκράτησαν ἄλλαι διʼ ἄλλων θεῶν ἐπιδημίας. ταῖς γὰρ τιμαῖς τῶν θεῶν ἠκολούθει τὰ δῶρα διδόντων καὶ λαμβανόντων ἐκ τῶν αὐτῶν τὰ ἐπιβάλλοντα ἑκατέροις. οὐ μόνον δὲ ὑπὲρ τῆς πόλεως θεοὶ πρὸς ἀλλήλους ἤρισαν, ἀλλὰ καὶ ὧν ἤρισαν πρὸς ἀλλήλους ἐν τῇδε τῇ πόλει τὰς κρίσεις ἐποιήσαντο, πανταχόθεν πάντας ἀνθρώπους ἐπιστρέφοντες πρὸς τὴν πόλιν καὶ πάντων ἀρχὰς καὶ δείγματα βουλόμενοι καταθέσθαι παρʼ αὐτῇ, καθάπερ οἱ τοὺς παῖδας προδιδάσκοντες, ἵνʼ ὥσπερ πανταχοῦ τῶν ἄκρων προδιδαξάντων καλῶς ἔχει τοῖς ζηλοῦσιν, οὕτω κἀκεῖνοι τέλειοι τὴν γιγνομένην ἀρετὴν ἀποβαῖεν, οἷς χρῆν ἑπόμενοι, καὶ μὴ μόνον τῶν πυρῶν καὶ κριθῶν εἴη τὰ σπέρματα αὐτοῖς, ἀλλὰ καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἁπάσης διαίτης τε καὶ πολιτείας ἐκ θεῶν αὐτοῖς εἴη τὰ σπέρματα. καὶ λαγχάνει Ποσειδῶν Ἄρει τὴν ὑπὲρ τοῦ παιδὸς καὶ νικᾷ ἐν ἅπασι τοῖς θεοῖς καὶ τὴν ἐπωνυμίαν ὁ τόπος λαμβάνει τὴν αὐτὴν τοῦ τε συμβάντος σύμβολον καὶ δικαιοσύνης ὥσπερ ἄλλο τι μαρτύριον καὶ πίστιν εἰς ἀνθρώπους. οὐ γὰρ ἔστιν ὑπὲρ τὸν Ἄρειον πάγον οὐδὲν εὑρεῖν, εἴ τις ὑπερβολὴν ζητοίη. ἀλλʼ ὥσπερ τὰ ὕδατα ὅσα μαντικὰ καὶ πνεύματα αὐτόθεν ἰσχύει, οὕτως καὶοὗτος ὁ χῶρος ὥσπερ ἀνιέναι δοκεῖ τὴν τοῦ δικαίου γνῶσιν ἐναργῆ καὶ τῆς παρὰ τοῖς θεοῖς ὡς δυνατὸν ἐγγυτάτω. καὶ τοσούτῳ τετίμηται παρὰ πάντων τῷ συγκεχωρηκότι, ὥσθʼ οἱ μὲν ἡττώμενοι στέργουσιν ὁμοίως τοῖς κεκρατηκόσιν, ἀρχαὶ δὲ πᾶσαι καὶ συνέδρια τά τε ἄλλα καὶ τὸ μέγιστον ὁ δῆμος πάντες ἰδιῶται πρὸς τὰς ἐν τούτῳ τῷ τόπῳ δίκας εἰσὶν εἴκοντες. καὶ μεταβολὴ
τοῦ χωρίου τούτου μόνου ἤδη σχεδὸν οὐχ ἥψατο, οἷα δὴ τὰ ἀνθρώπινα, ἀλλʼ ὥσπερ ἀγωνιστήριον τοῖς θεοῖς ἀνεῖται καὶ οἷς ἐξ ἐκείνου καθήκει καὶ πάντες παράδειγμα δικαιοσύνης νομίζοντες οὕτω τιμῶσιν αἰδοῖ τῶν θεῶν. ἑτέρα δὲ γίγνεται κρίσις ὕστερον μικτὴ τοῖς ἀγωνισταῖς, θεία δὲ καὶ αὕτη τοῖς δικασταῖς, ἣν ἀγωνίζεται τῶν Πελοπιδῶν ἀνὴρ δυστυχῶν πρὸς τὰς νῦν προσοίκους τῷ τόπῳ θεὰς σεμνὰς, καταφυγὼν καὶ δοὺς ὥσπερ ἔφεσιν εἰς τὴν πόλιν, ὡς ἐνταῦθα εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν, καὶ τυχὼν τῆς θεοῦ τῶν μανιῶν ἀπαλλάττεται.περὶ μὲν δὴ γένους καὶ τροφῆς καὶ τῆς ἐκ θεῶν τιμῆς καὶ τῶν δωρεῶν, ἃς αὐτοί τε εὕροντο καὶ τοῖς ἄλλοις ἔνειμαν, εἴρηται, τῶν μὲν πραγμάτων ἴσως ἧττον, οὐχ ἧττον δὲ ἢ τοῖς πρὸ ἡμῶν. νῦν δὲ παντοδαπῶν ἐπιόντων ἀκόλουθον ἴσως ἐστὶ λέγειν ὧν μέρος ἐγγέγραπται
τοῖς εἰρημένοις, ὅσῃ τινὶ καὶ οἵᾳ τῇ περιουσίᾳ τῆς φιλανθρωπίας εἰς ἅπαντας ἐχρήσαντο καὶ ὅπως εἰς τὸ κοινὸν ἐπολιτεύσαντο. ἄνειμι δὲ κἀνταῦθα μικρόν. ὥσπερ γὰρ τοῖς θεοῖς οὐκ ἀπέχρησε διʼ ἑνός τινος τρόπου τὴν εὔνοιαν ἐνδείξασθαι τῇ πόλει, οὕτως οὐδʼ ἐκεῖνοι τοῦ σίτου τὴν κοινωνίαν τοῖς ἀνθρώποις ἔκριναν ἐξαρκεῖν, ἀλλʼ ὁδῷ προῄεσαν αὔξοντες τὴν φιλοτιμίαν, ὥσπερ οἱ τὰ σπέρματα. μεγίστη δὲ καὶ κοινοτάτη τῶν εὐεργεσιῶν ἡ τῶν πανταχόθεν δυστυχούντων ὑποδοχὴ καὶ παραμυθία. οὐ γάρ ἐστι γένος οὐδὲν τῆς Ἑλλάδος, ὡς ἔπος εἰπεῖν, ὃ τῆσδε τῆς πόλεως ἀπείρατόν ἐστιν, οὐδʼ ἄοικον ἐπὶκαιρῶν, ἀλλὰ καὶ πόλεις καὶ ἔθνη μετελήλυθεν εἰς αὐτὴν καὶ καταπέφευγε, καὶ κατʼ ἄνδρα σχεδὸν οἱ γνωριμώτατοι, ὧν ἁπάντων μὲν ἀμήχανον καὶ μνημονεῦσαι πρῶτον καὶ τῆς μνήμης τοὺς λόγους συμμέτρους ἀποδοῦναι, μὴ ὅτι τῶν ἰδίᾳ λέγω μεταστάντων κατὰ συμφορὰς, ἀλλʼ οὐδὲ τῶν κοινῇ· ἃ δʼ ἐστὶ τῶν παλαιῶν ἐντιμότατα καὶ ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι, Ἡρακλέους ἀπελθόντος
ἐξ ἀνθρώπων ἡ μὲν πόλις καὶ νεὼς καὶ βωμοὺς ἱδρύεται πρώτη, καθάπερ καὶ πρόσθεν τοῖς μυστηρίοις ἐτίμησε πρῶτον ξένων. καὶ διατελεῖ δὴ θεὸς ὢν καὶ δοκῶν ἐξ ἐκείνου. οὐ γὰρ μόνον τοὺς πρεσβυτάτους ἄρα τῶν θεῶν ἦρξε τιμᾶν, καὶ ταῦτα διαφερόντως καὶ ὑπὲρ πάντας τοὺς ἀκολουθήσαντας, ἀλλὰ καὶ τοὺς ἐπήλυδας αὕτη μετὰ τῶν ἄλλων θεῶν ἐνέκρινεν, ὥσπερ συμπολιτευομένη τοῖς θεοῖς· ἅμα γὰρ ἐκεῖνοί τε ἐδέχοντο καὶ ταύτην οὐκ ἐλελήθει, ἀλλʼ ἐξηγεῖτο τοῖς ἄλλοις ἀνθρώποις καὶ ἀνεκήρυττεν, ὥστε ἀπέφηνε τούς τε Θηβαίους ὀλίγον τῇ φύσει προσήκοντας αὐτῷ, κατὰ ταὐτὰ δὲ καὶ τοὺς ἄλλους οἷς τι μέτεστιν ὡς οἰκείοις ἐκείνου μνήμης. μόνη γὰρ οἶδε τίνων ἦν ἄξιος. αὐτῷ μὲν δὴ ταύτην ἀποδεδώκει τὴν χάριν, διʼ ἣν καὶ ὅσων παρὰ τῶν ἄλλων ἔτυχεν Ἡρακλῆς ἁπάσας τῆς πόλεως χάριτας δικαίως ἄν τις λέγοι· ταύτην γὰρ ἅπαντες μιμησάμενοι τὰ δίκαια συνωμολόγησαν. Εὐρυσθέως δʼ ἐλάσαντος μὲν ἐκ Πελοποννήσου τοὺς παῖδας αὐτοῦ, προσθέντος δὲ ἑτέραν ἀγνωμοσύνην ἔτι μείζω καὶ δεινοτέραν, τὸ μηδὲ τῶν ἄλλων πόλεων μηδεμίαν δέχεσθαι προκηρῦξαι, καὶ τὰ ἔσχατα ἀπειλήσαντος, οἱ μὲν ἄλλοι πάντες ἐσχετλίαζον, βοηθεῖν δὲ οὐκ εἶχον· ἡ πόλις δὲ ὑπεδέξατο μόνη τῶν πάντων, μισήσασα μᾶλλον τὰς ἀπειλὰς ἢ φοβηθεῖσα, καὶ τὴν προστασίαν, ἣν ἁπάντων ἀνθρώπων Ἡρακλῆς ἔσχε, ταύτην αὐτὴ τοῖς ἐκείνου παισὶν ὥσπερ τινὰ ἐράνου φορὰν διεσώσατο· εἰκότως. καὶ γὰρ ἐκείνῳ τῶν πλείστων διὰ Θησέως συνεπείληπτο, καὶπάλαι κοινωνὸν ἦγεν, ἀφʼ οὗ ταὐτὰ ἑώρα γιγνώσκοντα ἑαυτῇ· καὶ ἃ μὲν κατειργάσατο μετʼ αὐτῶν καὶ ὑπὲρ αὐτῶν ἐν ἑτέρᾳ τῶν λόγων καθήκει δηλῶσαι μερίδι· τὴν δʼ οὖν ἐπιτροπὴν οὕτω λαμπρὰν αὐτῶν ἐποιήσατο ὥστʼ αὐτοῖς τὴν συμφορὰν λυσιτελῆσαι. οὐ γὰρ τὴν ὀρφανίαν μόνον ἄδηλον κατέστησεν, ἀντὶ τοῦ πατρὸς αὐτοῖς γενομένη, ἀλλὰ καὶ ὡς πατρόθεν εὐεργέτας τῶν ἀνθρώπων οὕτως ἐτίμησε, τέτταρας μὲν δοῦσα νέμεσθαι πόλεις τῶν τότε οἰκουμένων ἐν τῇ χώρᾳ, πρώτους δὲ θρέψασα δημοσίᾳ, πατρὸς εὐεργέτου παῖδας, ὥσπερ οὓς ὕστερον τῶν ἐν τῷ πολέμῳ τελευτησάντων τρέφειν ἐνόμισε. καὶ μέντοι καὶ τὰ τροφεῖα πρέποντα ἐκομίσατο ἑαυτῇ· τῶν γὰρ ὑπηργμένων ἀξίους εὗρεν· ἡ δʼ ἐκείνων ὁδὸς τὸ δεῦρο κοινὴ πάντων ὕστερον τῶν ἐκπιπτόντων ἐγένετο, μᾶλλον δὲ ἐπὶ πολλοῖς τοῖς πρότερον κἀκεῖνοι κατέφυγον. ἅπασι γὰρ ἡ πόλις ἑαυτὴν παρέσχε τοῖς ἐν χρείᾳ κοινὴν εὐθὺς ἐξ ἀρχῆς, καὶ πάντες ἐπὶ δυοῖν ὁρμεῖν ἔδοξαν οἱ Ἕλληνες ἀληθῆ νομίσαντες, ἰδίᾳ μὲν ἕκαστοι τὴν ἀρχαίαν, κοινὴν δʼ ἅπαντες ταύτην προσονομάζοντες πατρίδα, καὶ τὴν μὲν προτέραν δευτέραν, τὴν δὲ ὑστέραν προτέραν ἄγοντες τῇ δυνάμει. τοσούτῳ γὰρ βεβαιοτέραν ταύτην αὑτοῖς εἶναι καὶ λυσιτελεστέραν, ὅσῳ μᾶλλον ἀνάλωτον καὶ ὡς ἀληθῶς
ἱερὰν καὶ μετὰ τῆς πείρας ἔγνωσαν, ὀρθῶς βουλευόμενοι, τοῦτο μὲν οἱ περὶ Θήβας ἀτυχήσαντες καὶ πάσης τῆς Βοιωτίας συνεκπεσόντες, τοῦτο δὲ Θετταλῶν οἱ ταύτῃ τραπόμενοι καὶ Ταναγραίων οἱ μεταστάντες, Δωριέων Πελοποννήσου κρατησάντων, ὑπὸ τῶν εἰξάντων ἀναστάντες· οὗτοι δʼ ἦσαν Ἰωνία πάντες. τὸ δʼ αὐτὸ πρὸς τοὺς ἀπʼ ἀμφοτέρων τῶν αἰγιαλῶν ἐποίησε, τοῦ θʼ ἑσπερίου καὶ τοῦ ἑώου. καὶ γὰρ καὶ τούτους κἀκείνους ἐν ταῖς