Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἀνάγκαις ὑπεδέξατο. ἔστι δʼ ἃ καὶ παντάπασιν ἐκκεχωρηκότα νῦν γένη τῶν Ἑλλήνων καταφεύγοντα εἰς αὐτὴν ἀνέλαβεν, ὥσπερ Δρύοπας καὶ Πελασγούς· ὧν ἔτι καὶ νῦν σημεῖα τῆς σωτηρίας λείπεται. αἱ γὰρ ἀπʼ αὐτῶν ἐπωνυμίαι σύμβολον οὖσαι τῆς οἰκήσεως αὐτῶν ἅμα καὶ

τῆς σωτηρίας εἰσίν. οὕτω δʼ ἐκ παλαιοῦ πᾶσιν ἑαυτὴν δοῦσα διετήρησεν ὥσπερ νόμον εἰς τέλος τὴν γνώμην, καὶ διεξῆλθε διὰ πάντων τῶν Ἑλληνικῶν καιρῶν, ἅπασι τὰς πύλας ὑπανοίγουσα τοῖς ἐκ τῶν πολέμων, ἢ κατὰ στάσιν, ἢ κατʼ ἄλλην τινὰ φεύγουσι τύχην πόρρωθεν προκηρύττουσα θαρρεῖν, ὡς οὐδεὶς ἔσται τῶν Ἑλλήνων ἄπολις, ἕως ἂν ἡ τῶν Ἀθηναίων ᾖ πόλις, ἀλλʼ ἢ πατρίδα μεταλλάξουσιν οἷς συμβαίνει. μιᾶς μέν γε τῶν τριῶν ἐν Πελοποννήσῳ μοιρῶν διαφθαρείσης τῆς Μεσσηνίων μόνη διετήρησε τοὺς λοιποὺς αὐτῶν, δεξαμένη τε καὶ σκεψαμένη τόπους ἐν οἷς ἔμελλον ἱδρύσεσθαι. καὶ νῦν εἰσὶ Μεσσήνιοι διὰ τὴν πόλιν. αὖθις δὲ τοῦ περὶ Βοιωτίαν πάθους
συμβάντος καὶ τῆς παρασχούσης ποθʼ αὑτὴν ἐνευτυχῆσαι τοῖς Ἕλλησι πόλεως ἀπροσδοκήτως καὶ παρʼ ἀξίαν ἀναιρεθείσης, οὐδένες εἰς τὴν χρείαν ἀπεμνημόνευσαν οὐδʼ ἐπεκούφισαν, ἀλλὰ τὸ μὲν τῶν ἄλλων μέρος ἐξήκει τὸ Πλαταιέων γένος, ἡ δὲ πόλις μετὰ καλοῦ τοῦ σχήματος τὴν δυστυχίαν ἐπηνώρθωσεν αὐτοῖς, Ἀθηναίους ἀντὶ Πλαταιέων ἀποφήνασα καὶ φυλάξασα τῷ τόπῳ τὸ μνημεῖον, ὥσπερ εἰκὸς ἦν τὴν κοινῇ τότε πάντων προστᾶσαν· τοὺς δὲ πταίσαντας τῶν ἐκεῖ φανερῶν ἀνώρθωσε. πάλιν τοίνυν Θηβαίων κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένων ἐδέξατο τὸν δῆμον καὶ διέτριβον οἱ φεύγοντες ὡς Ἀθηναῖοι τὸν χρόνον τοῦτον, ἕως ἔμελλον
διὰ τῆς πόλεως αὖθις κομιεῖσθαι τὴν ἑαυτῶν. αὖθις αὖ Πλαταιέας δεύτερον ἐξοικισθέντας καὶ Θεσπιέας ἅμα ἐκείνοις δέχεται πανοικησίᾳ. καὶ πάλιν Θηβαίους ἐπὶ τοῖς

ἐσχάτοις ἀτυχήμασι καὶ πρὸ τούτων τοὺς ἐπὶ Θρᾴκης κακῶς πράξαντας δύο καὶ τριάκοντα πόλεων ὅσον λοιπὸν, τοὺς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου καὶ πανταχόθεν τίς ἂν ἐξαριθμήσειεν; οἶμαι μὲν οὐδὲ τοὺς ἐκ τῶν νήσων μόνον εἶναι ῥᾴδιον. μόνη γὰρ ὡς εἰπεῖν διαγέγονε πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη καὶ πειρωμένη πᾶσι περιτρέπειν τὰς συμφορὰς ἐπὶ θάτερα, καὶ τὴν παροιμίαν ἐνήλλαξεν· οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς πράξαντος, ἀλλὰ πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐπὶ τοῖς ἀτυχήμασι φίλους πεποίηται. οὐδʼ εὖ μὲν πράττουσι κέχρηται, κακῶς δʼ ἀπαλλάξαντας ἠτίμακε, τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν, ἀλλὰ τοὺς τοῦ δυστυχεῖν καιροὺς τοῦ πράττειν εὖ πεποίηκε, τοῖς πολλοῖς τὰ παρʼ αὑτῆς ἀγαθὰ προσθεῖσα καὶ ποιησαμένη κοινωνοὺς, ὧν ὅτε κάλλιστα ἔπραττον οὐδʼ ἐλπὶς ἦν αὐτοῖς. καὶ γάρ τοι

πάντες ἐν ἅπασι τοῖς τῆς χρείας καιροῖς μίαν ταύτην ὁδὸν εἶδον τὴν δεῦρο φέρουσαν. καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων οὖσα τῷ δέχεσθαι τοὺς πανταχόθεν μᾶλλον ἢ τῷ προειληφέναι τῷ χρόνῳ τοῦ γένους ὡσπερεὶ πατρίς ἐστι καὶ ἑστία κοινή. καὶ τὴν ἐπιτηδειότητα τὴν πρὸς ἅπαντας οὐ μόνον οἷς αὐτὴ παρʼ αὑτῆς ἀπέστειλεν ἐδήλωσεν, ἀλλὰ καὶ τῷ τοὔδαφος παρέχειν τοῖς ἔξωθεν καταφεύγουσιν εἰς αὐτὴν καὶ προσίεσθαι πάντας ὡς μέρος αὐτῆς.

ἓν μὲν οὖν τοῦτο τοιοῦτον καὶ τοσοῦτον εἶδος εὐεργεσίας τοῖς προϋπηργμένοις ἀκόλουθον· ἕτερον δʼ, ὃ καὶ τοῖς πράγμασίν ἐστιν ἐφεξῆς καὶ μεγέθους χάριν οὐ λείπεται, προσλαβοῦσα γὰρ τὸν κοινὸν τῶν Ἑλλήνων ἐξηγητὴν, ἑαυτῇ δὲ πατρῷον, τὸν Ἀπόλλω τὸν Πύθιον, ἐξήγαγε πανταχῆ γῆς τὸ Ἑλληνικὸν, τὴν αὐτὴν φυλακὴν ἅμα καὶ προσθήκην τῷ γένει ποιουμένη. καὶ πρῶτον μὲν τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν, ἔοικα δὲ οὐ τὸ πρῶτον λέγειν τῶν ἔργων, καὶ τῆς Ἑλλάδος ὥσπερ λήμην

ἀφεῖλε, τοὺς ἐπὶ τῶν προθύρων ὀχληροὺς ἀναστήσασα, λέγω τὸ λῃστικὸν ἅπαν καὶ βαρβαρικὸν, καὶ καταναγκάσασα ὡς πορρωτάτω τῆς Ἑλληνικῆς παραλίας καὶ τῶν

εἴσπλων ἀποχωρῆσαι. ἐξ ὧν ὁ τῶν νήσων κύκλος ᾠκίσθη βεβαίως καὶ διὰ τῶν ἡμερωτάτων τὸν Αἰγαῖον ὑπῆρξε πλεῖν σύνδυο καὶ σύντρεις πόλεις, ὥσπερ ἐν ἠπείρῳ νήσου μιᾶς ἀμείβοντας ἔστιν οὗ· οὕτως εὖ κατεσκεύασε τὴν θάλατταν. πρὸς δὲ τούτοις τὰς ἐπικειμένας τῇ Πελοποννήσῳ νήσους ᾤκισε, τοὺς ἑσπερίους τόπους οἰκειουμένη καὶ πανταχόθεν τοὺς βαρβάρους ὥσπερ προβόλοις ἀνείργουσα· ὡς δʼ αὐτῇ διχόθεν κατεσκεύαστο ἡ τῆς Ἑλλάδος φρουρὰ καὶ συνεκέκλειστο ὥσπερ λιμέσι κλειστοῖς, οὕτως ἤδη καὶ μέχρι τῆς ὑπερορίας ᾔει διὰ τῆς θαλάττης, καὶ διεβίβαζεν εἰς τὴν Ἀσίαν τὰς πολλὰς καὶ μεγάλας ἀποικίας, συνάπτουσα τὴν γῆν ὡς μίαν οὖσαν τῇ φύσει, καὶ τὰ πέραν τῆς Ἑλλάδος οὐ κεχωρισμένα, ἕως κατεσκεύασε τὸ ἐπὶ τῆς Ἀσίας ἀντίπρῳρον, εἰ οἷόν τʼ εἰπεῖν, Ἑλλάδι τῇ παλαιᾷ, μεγάλῃ μὲν αὔξουσα μοίρᾳ τὰ ὑπάρχοντα τοῖς Ἕλλησι, μέγα δʼ εἰς ἀσφάλειαν προϊδοῦσα τὴν κοινὴν, ὡς ἔδειξεν ὁ μέλλων χρόνος. κάλλιστον δὲ κόσμον ἀμφοτέρῳ τῷ γένει περιθεῖσα οὐ μόνον τῷ πλήθει καὶ ἅμα καιρίῳ τῆς χώρας, ἀλλὰ καὶ τῷ δεῖξαι τὴν ὁμόνοιαν ὅσων καὶ οἵων ἀγαθῶν αἰτία γίγνεται. ταύτης δὲ τοιαύτης ὥσπερ κρηπῖδος ἢ ῥίζης ὑποκειμένης ἐξεφοίτησαν καὶ διὰ πάσης ἤδη γῆς αἱ τῶν Ἑλλήνων ἀποικίαι. τοῖς γὰρ πεμφθεῖσι καὶ κρατήσασιν ἔρως ἐμπίπτει μιμήσασθαι τὴν μητρόπολιν. καὶ διαλαβόντες ᾤκιζον τὴν γῆν, ἐκτείνοντες
ὥσπερ ἄλλο τι μέτρον τὸ τῆς Ἑλλάδος, ἕως ἐξεπλήρωσαν ἅπαν τὸ δεχόμενον. καὶ νῦν ἐπʼ ἀμφοτέροις τοῖς πέρασι τῆς γῆς ὑμετέρων παίδων παῖδες οἰκοῦσιν, οἱ μὲν ἄχρι Γαδείρων ἀπὸ Μασσαλίας παρήκοντες, οἱ δʼ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ μεμερισμένοι. ὥστʼ ἐμοὶ μὲν γέλως ἐπέρχεται ἀκούοντι τῶν νῦν πόλεων τοῖς σφετέροις κόσμοις φιλοτιμουμένων καὶ φρονουσῶν ὡς ἐπὶ λαμπροῖς, ὅταν εὑρίσκω θεωρῶν ὑπὸ τῆς ὑμετέρας πόλεως γῆν καὶ

θάλατταν κεκοσμημένην ἄνευ τῶν ἄλλων πολλῶν καὶ πολλῷ μειζόνων. τοῦτο δὴ βούλομαι διὰ βραχέων ἐπανελθὼν ἐξετάσαι καὶ δεῖξαι τὴν συνέχειαν τῆς πολιτείας, ᾗ κέχρηται πρὸς τὸ Ἑλληνικὸν ἡ πόλις, καὶ ὅτι οὐκ ἔστι πρόσρημα βέλτιον ἐπενεγκεῖν οὗ νῦν ἐφθεγξάμην. ὅτε μὲν γὰρ τοῖς Ἡρακλέους παισὶν ἔδει βοηθείας, παρέσχε μόνη καὶ μετέδωκεν ἁπάντων, παρελθοῦσα τὴν χρείαν τῇ μεγαλοψυχίᾳ. ἐπεὶ δὲ ἔδει τὴν Πελοπόννησον Δωριέων γενέσθαι, συγκατήγαγε πάλιν αὐτοὺς μετὰ τοῦ θεοῦ. γενομένης δὲ τῆς Ἡρακλειδῶν καθόδου καὶ νεωτέρων συμβάντων ἐν τῇ Πελοποννήσῳ, πάλιν τὸ κινηθὲν ἐδέξατο. ἐν ᾧ τὰ μὲν

τῶν προτέρων ἱκετῶν ἀσφαλῶς εἶχεν, ἕτεροι δὲ αὖ τὸ ἐκείνων σχῆμα μετειλήφεσαν. δεξαμένη δὲ ἤδη πάντας ἀνθρώπους καὶ μεταδοῦσα χώρας καὶ νόμων καὶ πολιτείας ἐπενόησεν ὑπὲρ τῆς Ἑλλάδος χρῆσθαι τῷ πλεονεκτήματι καὶ τὰς παρʼ αὑτῇ πόλεις πολλὰς συμπεφευγυίας ἀφορμὴν τῶν ἔξω πόλεων πολλῶν καὶ μεγάλων ποιήσασθαι. καίτοι πῶς ἂν φιλανθρωπότερον ἡ πόλις ἢ πῶς λαμπρότερον περὶ τῶν ἑαυτοὺς δόντων ἐβουλεύσατο; ἣ πρῶτον μὲν τῆς ἑαυτῆς χώρας καὶ πολιτείας μετέδωκεν, ἔπειθʼ ἑτέραν ὅπως κτήσονται συμπαρεσκεύασεν, ὁμοίως τῇ τε οἰκείᾳ καὶ τῇ ἀλλοδαπῇ δέχεσθαι τοὺς δεομένους ἀξιοῦσα, καὶ τὰ πρέποντα ἑκατέροις τοῖς καιροῖς ἐτήρησεν. ὅτε μὲν γὰρ ἀσθενεῖς ἦσαν, τὸν φόβον περιεῖλεν αὐτῶν καὶ τὰς ἀπορίας ἐπηνώρθωσεν· ὡς δʼ ἄμεινον ἢ κατὰ συμφορὰν ἐπεπράγεσαν, οὕτως ἤδη διεκόσμει καὶ προέπεμπεν, ἡγεμόνας τε ἑκάστοις ἐφιστᾶσα, ὥσπερ αὐτὴ συμπάντων ἡγεμὼν καὶ φύλαξ ἐγεγόνει κοινὴ, καὶ λεὼν οἴκοθεν παραζευγνῦσα. ταῦτα δʼ οὐ μόνον ταῖς πράξεσιν εὕροι τις ἂν συνεχῆ, ἀλλὰ καὶ τῷ βουλήματι. ὥσπερ γὰρ τοὺς προτέρους δεξαμένη κατήγαγε, τοὺς Ἡρακλείδας εἶπον, οὕτω καὶ τοὺς μετʼ ἐκείνους δεξαμένη πρῶτον, εἶτʼ ἐπεξήγαγε, διπλῆν

ἀνθʼ ἁπλῆς τὴν εὐεργεσίαν ἐπʼ ἀμφοτέρων τιθεμένη. καὶ προϊοῦσα ἀπὸ τοῦ πρώτου πρὸς τὸ τελευταῖον ἀεὶ οὕτως, ὅπερ εἶπον, πολιτείᾳ προσέοικεν ἡ τῆς πόλεως ὑπὲρ τῶν Ἑλλήνων πρόνοια καὶ διὰ πολλῆς καὶ συνεχοῦς τῆς ἀκολουθίας σώζεται. καὶ μὴν τὸ μὲν τοὺς φεύγοντας

δέχεσθαι, εἰ καὶ μηδὲ τοῦτʼ ἐκφεύγει κοινῆς εἶναι δεῖγμα φιλανθρωπίας, ἀλλʼ οὖν εἴποι γʼ ἄν τις ὡς ἐκείνους ἦν εὖ ποιούσης μόνους, ὅσοι ταύτης τῆς τύχης ἐπειράθησαν. αἱ δὲ τῶν ἀποικιῶν κατασκευαὶ κοινὸν τῶν Ἑλλήνων κέρδος εἰσὶν, οὐ μόνων τῶν ἀπελθόντων. καὶ γὰρ πόλεις καὶ χώρας καὶ δυνάμεις πολλὰς καὶ μεγάλας εἰς τὸ κοινὸν προσέλαβον, ἐξ ὧν οὐκ ὀλίγῳ μείζους ἐγένοντο. οὕτως ἐγώ φημι τῆς πόλεως οὐχ ἧττον τὸ ἐκπέμψαι παρʼ αὐτῆς ἢ τὸ εἰσφέρεσθαι τοὺς δεηθέντας πρὸς τὴν παρὰ τῶν Ἑλλήνων εἶναι χάριν. καὶ γάρ τοι συμβέβηκε μόνοις τοῖς ταύτῃ καὶ διὰ τῶν ἐναντίων εὐδοκιμεῖν. οἱ γὰρ αὐτοὶ πρεσβύτατοι τῶν ἄλλων Ἑλλήνων εἰσὶ καὶ εἰς νέους Ἕλληνας τελοῦσι πολλαχῆ, καθάπερ τὸν Διόνυσον γράφουσιν. ἐπελθόντες δὲ οὐδαμόθεν, ἀλλʼ αὐτόθεν φύντες τοὺς πανταχόθεν πόλεως δεηθέντας ἐδέξαντο. καὶ μὴν δεξάμενοι τοὺς ἁπανταχόθεν, πανταχῆ καὶ πεπόμφασι, σώζοντες κἀν τούτοις τὸ προσῆκον ἑξῆς. καὶ γὰρ τῶν πρεσβυτάτων πλείστους εἶναι τοὺς ἀπογόνους εἰκὸς καὶ μᾶλλον ἢ τινῶν ἄλλων, καὶ τὸ δέχεσθαι τοὺς δεομένους τῶν κρειττόνων ἐστί. καὶ μὴν τῷ γε τὸν σῖτον ἐν ἀρχῇ διανεῖμαι πῶς οὐκ εἰς ταυτὸν ἥκει τὸ καὶ τὰ τῶν ἀποικιῶν σμήνη διαπέμψαι
καὶ κατοικίσαι τὴν γῆν; ἄλλως τε καὶ ἐξουσίας ἤδη πᾶσιν οὔσης ἐργάζεσθαι καὶ τὰ τοῦ βίου τίθεσθαι ῥᾷον ἀφορμῶν ἕνεκα.

ἐκδέχεται δʼ ἡ πάλαι τοῦ λόγου προσδοκωμένη μοῖρα, ὡς ἐμοὶ δοκεῖ, καὶ ὑπὸ πολλῶν, αἱ μετὰ τῶν κινδύνων πράξεις, ἃς ἐγὼ δέδοικα μὴ τῷ λέγοντι κίνδυνον ἔχωσιν εἰπεῖν μᾶλλον ἢ τῇ πόλει τῶν ἔργων ὅτε ἐπραγματεύετο. οὐ μὴν ἀλλʼ ἀναγκαῖον ἅψασθαι καὶ τούτων

ἤδη δυοῖν ἕνεκα, ἑνὸς μὲν ὅτι τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν καὶ οἷς κατεσκεύασε τὸν βίον ἡμῖν ἀποχρώντως μνημονεύσαντας εἰκὸς ἦν δή που καὶ τὰς ἐπὶ τῶν ἑτέρων καιρῶν πράξεις μὴ παρελθεῖν, ἄλλως τε καὶ πλείους μὲν ἢ τὰς τῶν ἄλλων συμπάντων, μείζους δὲ ἁπασῶν οὔσας ὧν παρειλήφαμεν· ἑτέρου δʼ ὅτι συμπίπτει τῇ πάσῃ φιλανθρωπίᾳ τῆς πόλεως, ἣν ἄρτι διεξιόντες ἐπαυσάμεθα, ὁ τῶν ἔργων τῶν ἐν τοῖς πολέμοις ἐξετασμὸς, ὥσθʼ ἡμῖν πάλιν ἀρχὴν ἐκ τελευτῆς ἐπανήκειν. σχεδὸν μὲν οὖν οὐδὲ τὰς ἀποικίας εὕροι τις ἂν τοῦτο τὸ μέρος τῶν λόγων διαπεφευγυίας. οὐ γὰρ ἄνευ μεγάλων ἀγώνων οὐδὲ τοῦ πανταχοῦ κρατεῖν οὐδʼ αὗται δή που συνέβησαν. ἐπάνειμι δʼ ὅθεν ἐπαυσάμην. οὐ τοίνυν μόνον ταῖς ἄλλαις δωρεαῖς οὐδὲ τῇ τῶν καταφευγόντων δή που θεραπείᾳ καὶ προστασίᾳ, οὐδʼ οἷς, ὡς εἴπομεν, ηὔξησε τὸ Ἑλληνικὸν τῆς εἰς πάντας ἀρετῆς καὶ μεγαλοψυχίας ἐναργῆ δείγματα ἐξήνεγκεν ἡ πόλις ἡμῖν, ἀλλʼ οὐδείς ἐστιν ἀγὼν ὅτου δεῆσαν ὤκνησεν, ἀλλʼ ἀμείνων περὶ τοὺς δεηθέντας ἢ

ʼκεῖνοι συνεβούλοντο ἐγένετο. ἀφʼ ὧν δʼ ἠρξάμεθʼ ἀρτίως τὴν ὅλην φιλανθρωπίαν ἐξετάζειν, ταῦθʼ ἡμῖν καὶ νῦν τῆς ἐπὶ τῶν ἀγώνων ἀρχέτω, τοὺς σὺν Εὐρυσθεῖ Πελοποννησίους μεθʼ ὅσου τοῦ κρείττονος ἠμύνατο ὑπὲρ τῶν Ἡρακλειδῶν καὶ τὸ πρᾶγμα ὡς μετέθηκεν. ὃν γὰρ οὐ πόλις, οὐκ ἀνὴρ, οὐ γένος οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν ὑφίστατο, καὶ ᾧ τοσοῦτον περιῆν ὥστʼ ἀπειλεῖν ἀπειλὰς κοινὰς τοῖς τε Ἡρακλέους παισὶ καὶ ταῖς πόλεσι, τοῖς μὲν, εἰ φανήσονται, ταῖς δὲ, εἰ δέξονται τοῦτον, εἰς τοῦτʼ ἤγαγεν ὥστʼ αὐτὸν οἴκοι ταφῆς μὴ τυχεῖν, καὶ τῆς ἐξουσίας, ἧς παρʼ ἀξίαν ἀπέλαυσεν Εὐρυσθεὺς, τὴν τελευτὴν ἡ πόλις εὗρε κατʼ ἀξίαν. καὶ τοῦτʼ ἄρʼ ἐκεῖνος ἐν καιρῷ μόνον ὕβρισε· τοῖς γὰρ ὑπάρχουσι θαρρήσας ἔδωκε δίκην. καὶ τοῦτο μὲν ἐν τῇ Ἀττικῇ τὸ ἔργον ἐκρίθη, καὶ διὰ τῆς τῶν ἱκετευσάντων σωτηρίας ἅπασαν τὴν

Πελοπόννησον ἠλευθέρωσε, τοσούτῳ χεῖρον ἐκείνων διακειμένην ὅσῳ τοῖς μὲν μὴ καταφεύγειν ἀπορρηθὲν, τοῖς δὲ μὴ δέχεσθαι, οἱ μὲν διὰ τῆς πόλεως ἄδειαν εὕροντο, οἱ δʼ οὐκ εἶχον ὅπως μὴ ποιήσουσι τὸ κελευόμενον· ἕτερον δὲ πρὸ τούτων ἐν μέσῃ τῇ Βοιωτίᾳ τῆς πόλεως ἔργον γίγνεται, καὶ μάλα μέντοι τῆς πόλεως, ὃ τῷ μὲν ἀκοῦσαι

καὶ τῇ χρείᾳ τῶν ἱκετῶν ὑπὲρ Ἀργείων οἱ τότε ἔπραξαν, τῇ δʼ ἀληθείᾳ καὶ τῷ σχήματι τῆς εὐεργεσίας ὑπὲρ τῆς φύσεως ἁπάσης τῆς ἀνθρωπείας κατεπράχθη. ὡς γὰρ ἤκουσαν τοὺς ὑπὸ τῇ Καδμείᾳ δυστυχήσαντας ἀτάφους ἐρρῖφθαι, οὐ φοβηθέντες τὴν ὕβριν τῶν ταῦτα τετολμηκότων οὐδʼ οἷα βουλευομένοις περὶ ὧν ἂν κρατήσωσιν ἐπίασιν, ἀλλὰ τὴν μὲν τοῦ νικήσειν ἐλπίδα τῷ συνειδότι τοῦ κρείττονος δόντες, τὴν δʼ ὀργὴν ὥσπερ ἂν αὐτοὶ πεπονθότες, οὕτω λαβόντες ὑπὲρ τοῦ κοινοῦ νόμου πρέπουσαν τοῖς μὲν τὴν τιμὴν, τοῖς δὲ τὴν τιμωρίαν ἀπέδοσαν. καὶ μὴν αὐτὸ τοῦτο πρῶτον τὸ πάντας τοὺς ἐν χρείᾳ βοηθείας καταφεύγειν ἐπὶ τὴν πόλιν ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς καὶ μηδεμίαν τῶν ἄλλων πόλεων ὁρᾶν μέγα καὶ φανερὸν σύμβολόν ἐστι καὶ στήλης ἄμεινον τοῦ προέχειν εὐθὺς ἐξ ἀρχῆς, οὐχ ὅσον λανθάνειν, καὶ μαρτύριόν γε δυοῖν τοῖν καλλίστοιν ἀνδρείας καὶ φιλανθρωπίας, εἰ δὲ βούλει, λέγω δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας. ὥσπερ γὰρ κήρυκες ἅπαντες οὗτοι περὶ αὐτῆς γεγόνασι καὶ τὴν ἀνάρρησιν ἀπʼ αὐτῶν τῶν ἔργων πεποίηνται, μήτε μέλειν τισὶ τοῦ δικαίου μᾶλλον τῶν Ἀθηναίων μήτε ἀμείνους εἶναι κωλύειν ὅσα ἂν ἔξω τοῦ καλοῦ γίγνηται, ἀλλʼ εἶναι τὰς μὲν ἄλλας πόλεις τῆς
Ἀθηναίων δεομένας αὐτὰς ἐφʼ αὑτῶν ἀριθμὸν πληρούσας τῇ Ἑλλάδι, τὴν δʼ ὡς ἀληθῶς ὥσπερ πόλιν ἐν χωρίοις ἀνέχουσαν ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς, τῶν μὲν τὰ δίκαια τιμώντων ὀχυρωτέραν, τῶν δὲ τὰς δυνάμεις ἐχόντων ἐπιεικεστέραν, μᾶλλον δὲ τῶν μὲν τὰ δίκαια τιμώντων ἀκριβεστέραν εἰς αὐτὸν τὸν τοῦ δικαίου λόγον, τῶν δὲ ἐπὶ τοῦ βιάζεσθαι δυνατωτέραν εἰς τέλος· ὥστʼ ἄμφω

τὼ γένη διʼ ἀμφοῖν νικᾶν. ταυτὶ μὲν οὖν κοινὰ δείγματα, ὅπερ εἶπον, ἀνδρείας τε καὶ φιλανθρωπίας ὑπαρχέτω τῶν ἀρχαίων ἐξειλεγμένα. ἀλλὰ μὴν ἅ γε ὑπὲρ τῆς οἰκείας ἐπεδείξαντο πρὸς τοὺς ἑκάστοτε ἐπιόντας ἀνήκοος μὲν οὐδεὶς οἶμαι, λεκτέον δὲ καὶ τούτων μικρὰ προχειρισαμένους· Ἀμαζόσι μὲν γὰρ, αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν, ἱππομαχίαν συνάψαντες πανωλεθρίᾳ διέφθειραν, οὐδενὸς ἀνταίροντος τῶν μέχρι τῆς Ἀττικῆς, ἀλλʼ ἐξισώκεσαν ἤδη τὰς ἠπείρους, ὥσπερ ἀπὸ σημείου τοῦ

Θερμώδοντος ὁρμώμεναι, τὴν μὲν Ἀσίαν μέχρι Λυκίας καὶ Καρίας καὶ Παμφυλίας παρατείνουσαι, ὥσπερ ἐν στρατοπέδῳ, τὴν δʼ Εὐρώπην ἄχρι τοῦ στρατοπέδου τοῦ πρὸς τὴν πόλιν. ἐντεῦθεν δὲ ἤδη πάντα ὥσπερ κάλω ῥαγέντος ἐχώρησεν ὀπίσω, καὶ διελέλυτο Ἀμαζόσιν ἥ τε ἀρχὴ καὶ ὁ δρόμος, καὶ ἡ πόλις κἀνταῦθα ἐβοήθησε τῇ κοινῇ φύσει, καὶ νῦν εἰς ἄπιστον περιέστηκεν εἴ ποτε ἐγένοντο. οἶμαι δʼ οὐδὲ Θρᾷκας αὑτοῖς μέμψασθαι τῆς συμφορᾶς,
οἳ δεῦρʼ ἔτι πρόσθεν ἐλθόντες σὺν Εὐμόλπῳ καὶ Ἑλλήνων τοῖς τἀκείνων ἑλομένοις ἔγνωσαν παραπλήσια βουλεύσαντες ὥσπερ ἂν εἰ τὴν θάλατταν ἐνεχείρουν περαιοῦσθαι πεζῇ. ἄξιον τοίνυν κἀκεῖνο προσθεῖναι, ὃ τοῖς πολλοῖς τῶν εἰωθότων λέγειν ἐπὶ τῷ τάφῳ τῷ δημοσίῳ παρεῖται, ὅτι οὐ μόνον ἡ κοινὴ τῆς πόλεως προθυμία τε καὶ ῥώμη τοσαύτη περὶ πάντα ἃ δεῖ γεγένηται, ἀλλὰ καὶ ἰδίᾳ πεφήνασιν ἐνταῦθα βουλόμενοί τινες χρήσασθαι συμφοραῖς ὑπὲρ τοῦ κοινοῦ, καὶ μάλα εὐλόγως. ᾧ γὰρ ἑώρων τρόπῳ τὴν πατρίδα τοῖς Ἕλλησιν ὁμιλοῦσαν, τοῦτον ᾤοντο δεῖν αὐτοὶ προσφέρεσθαι τῇ πατρίδι, ἡνίκα ὁ καιρὸς καλοίη· ὥστε καὶ ἐκ τῶν κοινῶν καὶ ἐκ τῶν ἰδίων διπλῆν εἶναι τῇ πόλει τὴν ὅλην φιλοτιμίαν. ὃ δέ γε ἔτι τούτου μεῖζόν ἐστιν, ὅτι καὶ τῶν ξένων τινὲς οὕτω πρὸς αὐτὴν διετέθησαν. λέγεται γὰρ Ἐρεχθεὺς μὲν ἐν τῷ πρὸς Εὔμολπον τούτῳ πολέμῳ τὴν θυγατέρα ὑπὲρ τῆς πόλεως ἐπιδοῦναι,

τοῦ θεοῦ χρήσαντος, προσαγαγεῖν δʼ αὐτὴν κοσμήσασα ἡ μήτηρ ὥσπερ εἰς θεωρίαν πέμπουσα· λεὼς δὲ ὅμοια

τούτῳ βουλεύσας, ἐκστῆναι τῶν θυγατέρων καὶ οὗτος ἐν τῷ λοιμῷ· Κόδρος δʼ ἐν τῷ πρὸς Δωριέας πολέμῳ καὶ Πελοποννησίους αὐτὸς ἐθελοντὴς ὑπὲρ τῆς χώρας ἀποθανεῖν. ὥστε καὶ οἷς τοιαῦτα ὑπάρχει τῶν σφετέρων διηγήσασθαι, καὶ τούτοις μηδὲν εἶναι πλέον εἰπεῖν τῶν παρʼ ὑμῖν, ἀλλὰ καὶ τῶν τοιούτων ἔργων ἄρχειν τὴν πόλιν διὰ τοσούτων καὶ ἔτι πλειόνων τῶν παραδειγμάτων, καὶ μηδεμίαν λείπεσθαι μήτε κοινὴν ὑπερβολὴν μήτʼ ἰδίαν. οὐ τοίνυν τῶν μὲν ἄλλων οὐδὲ καθʼ ἓν ἡττᾶσθαι τῇ πόλει συμβέβηκεν, οὐδὲ τῶν πολεμίων ὅσων εἶπον κεκρατηκέναι, τῶν δὲ παρʼ αὐτῇ ταῦτα γνόντων ὑπὲρ αὐτῆς ἀπολειφθῆναι περὶ τὴν χάριν, ἀλλὰ καὶ τούτους ταῖς εὐεργεσίαις
νενικηκυῖα φανήσεται, Κόδρῳ μὲν δοῦσα τὴν ἀρχὴν εἰς τοὺς παῖδας καὶ κοσμήσασα καὶ παρʼ αὐτῇ κἀν τῇ ὑπερορίᾳ τὸ γένος, τῶν δὲ κορῶν ἱερὰ ἱδρυσαμένη καὶ θείας μοίρας ἀντὶ θνητῆς ἀξιώσασα ταῖς τιμαῖς, Ἐρεχθέα δὲ τοῖς ἐν ἀκροπόλει θεοῖς πάρεδρον ἀποδείξασα.

καὶ ταῦτα μὲν ἡμῖν εἰς τοσοῦτον ἀνήχθω τοῦ λόγου, δείγματα τῆς τε πρὸς τοὺς ἔξωθεν φιλανθρωπίας τῶν προγόνων καὶ τῆς ὑπὲρ αὐτῶν εὐψυχίας ἐν τοῖς ἐπείγουσι, καὶ αὖ τῶν ἐπιφανῶν τε καὶ πολλῶν ὡς ἀλλήλοις

ὡμίλουν. χρὴ δὲ καὶ τῶν λοιπῶν ἴσως καθʼ ὅσον ἐγχωρεῖ μνησθῆναι, ἐπισκοποῦντας τά θʼ ὑπὲρ τῶν ἄλλων καταπραχθέντα καὶ ὅσα ὑπὲρ τῆς οἰκείας ὑπέστησαν, ὅπως ἂν συμπίπτῃ τῷ λόγῳ τοῦ μὴ πολὺ τὰς πράξεις τῷ χρόνῳ παρενεγκεῖν. ἔξεστι δʼ ἀκούοντας ἐπʼ αὐτῶν τῶν ἔργων διαιρεῖν τά τε κοινὰ καὶ τὰ ἴδια. εἰ μὲν οὖν περὶ ἄλλης τινὸς ἦν πόλεως ὁ λόγος, οὐκ ἂν ἦν παρελθεῖν ἃς νῦν δεήσει πράξεις, ἀλλὰ μόνας ἂν ταύτας ἀπέχρησεν εἰπεῖν· εἰσὶ γὰρ οἵας ἄν τις ἐζήτησε, καὶ πολλοὶ πολλῶν ἂν χρημάτων, εἰ δύναιντο, πρίαιντο αὑτοῖς εἶναι. νῦν

δʼ ἐξ ἴσου καθεστῶτος τοῦ θʼ εὑρεῖν ἃ χρὴ παραλιπεῖν καὶ τοῦ πρὸς ἀξίαν εἰπεῖν τὰ νικήσαντα, καὶ οὐδενὸς μὲν οὐδʼ ἐν ἁπλῇ διηγήσει πάντα πω διεξελθόντος, πλεῖστα δʼ ὑπὲρ μιᾶς πόλεως ταύτης ἁπάντων εἰρηκότων, μᾶλλον δʼ ὑπὲρ μόνης πλείω σχεδὸν ἢ τῶν ἄλλων ἁπασῶν, οὐκ ἐνδέχεται διεξιέναι καθʼ ἕκαστον ἀκριβῶς, ἀλλʼ ἀνάγκη τὰ πλεῖστα παραλιπεῖν, ἵνα τοῖς μεγίστοις χρησώμεθα. ἐπεὶ τίς οὐκ ἂν ἀσμένως καὶ ταῦτα εἰς μέσον ἤνεγκεν ἃ ἑτέροις γʼ ἂν ἤρκει καὶ μόνα; τριῶν γὰρ ἐθνῶν τῶν μεγίστων

ἐν τοῖς Ἕλλησιν ἐπιθεμένων τῇ πόλει, τὸ μὲν αὑτῷ φυγῆς τιμῆσαν ἀπῆλθε, τὸ Δωρικὸν, Βοιωτοὶ δὲ χερσὶν ἡττῶντο, καὶ τῆς αὐτῆς ἡμέρας Εὐβοεῖς ἐν Εὐβοίᾳ· τοσοῦτον περιῆν τῇ πόλει· ἀλλʼ ἵνα μὴ πολλὰ τοιαῦτα λέγων πόρρω τοῦ καιροῦ γένωμαι, παρεὶς ἅπαν τὸ μέσον καὶ προσχρησάμενος καὶ πρὸς αὐτό γε τοῦτο τῇ τῆς πόλεως μεγαλοψυχίᾳ καὶ δὴ πρὸς αὐτὰ τὰ κύρια τοῦ λόγου τρέψομαι. ὅτε γὰρ τοῖς Ἕλλησι καὶ βαρβάροις τὰ πράγματα ἐκρίνετο καὶ μικρὸν πρὸς πολὺ τῆς γῆς μέρος ἠγωνίζετο, ὁ δʼ ἀγὼν ἦν ὑπὲρ τῆς σωτηρίας ἅμα καὶ ἀρετῆς, τότʼ ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη κάλλιον εὐχῆς, ὡς τὸ μὲν προσθήκην μικρὰν αὐτῆς ἀποφανθῆναι, τὸ δὲ πλέον
χεῖρον ἢ ὅσῳ πλέον ἐδόκει. ἔξεστι μὲν οὖν καὶ θεῶν τινα αἰτιάσασθαι τοῦ παντὸς ἔργου βουλόμενον ὥσπερ κρίσιν τινὰ ποιήσασθαι τῶν ὑφʼ αὑτὸν ἀνθρώπων καὶ τὸν ἀγῶνα τοῦτον διαθεῖναι, καθάπερ τοὺς εἰωθότας ἡμεῖς, οὐ μὴν ἀλλʼ οὐκ ἐλάχιστον μέρος ἡ τῆς πόλεως ἀρετὴ συνεβάλετο, καὶ μάλʼ εἰκότως καὶ μετʼ ἀξίου τοῦ λόγου τῆς μελλούσης τύχης. ὥσπερ γὰρ ἐπὶ τούτῳ κινοῦσα τοὺς βαρβάρους, ἵνʼ αὐτήν τε καὶ πᾶν τὸ Ἑλληνικὸν ἐκφήνειε καὶ δείξειε τίς οὖσα τίνων προέστηκεν, οὕτως ἐφειλκύσατο αὐτοὺς, οὐκ ἄδικον τὴν ἀρχὴν παρασχομένη οὐδʼ, ὥσπερ οἱ ὕστερον διαβάντες εἰς τὴν Ἀσίαν, ἔρωτι τοῦ πλείονος,

ἀλλʼ ἤδη τότε ἀμυνομένη καὶ δίκην ἀξιοῦσα λαβεῖν τῶν ἐν τῇ ἠπείρῳ τῇ τῶν Ἰώνων δεδουλωμένων Ἑλλήνων, οὓς μόνη μὲν ἐδέξατο φθειρομένους κατὰ πᾶσαν τὴν Ἑλλάδα, μόνη δὲ εἰς τὸ δέον κατέστησε. καὶ πρῶτοι δὴ τῶν εἰς ἐκεῖνον τὸν χρόνον Ἑλλήνων ἀναβάντες εἰς Σάρδεις στρατιᾷ κοινῇ πορθήσαντες ᾤχοντο· τέως δὲ ἐν Βαβυλῶνος τάξει καὶ τῶν ἐν Ἰνδοῖς Ἕλληνες Σάρδεις ἐθαύμαζον·

λαβὼν δὲ ταύτην πρόφασιν Δαρεῖος ἡσυχίαν ἄγειν οὐκ ἠδύνατο, ἀλλʼ ἐξήταζε τὴν ἀρχὴν καὶ τὰς δυνάμεις συνεκρότει, καὶ πᾶν μικρὸν ἦν αὐτῷ. καὶ τὸ μὲν πρόσχημα τοῦτο ἦν ἀμύνασθαι Ἀθηναίους καὶ Ἐρετριέας· παρενθήκην γὰρ τοὺς Ἐρετριέας ἐποιήσατο, ἵνα δὴ πιστὸν ᾖ. δύο δʼ ὡς ἀληθῶς ἦν τὰ κινοῦντα, ἓν μὲν φόβος ἤδη καὶ ὑποψία τῆς πόλεως μὴ ἄρα οὐδὲν ἀποχρῆν ἀξιώσῃ· ἕτερον δʼ ἐπιθυμία καὶ πόθος αὐξῆσαι τὴν ἀρχὴν ἐνδόξῳ προσθήκῃ τῇ τοῦ Ἑλληνικοῦ καὶ τῆς γῆς μὴ διῃρημένως ἄρχειν, ἀλλὰ καὶ πάσης. τοῦτο δʼ οὐ παντάπασιν ἀνέλπιστον ἦν αὐτῷ, διὰ πλῆθος τῶν ἤδη δεδουλωμένων ἐθνῶν, ἃ καὶ ὀνομαστὶ γνωρίσαι φιλοτιμίαν εἶχε καὶ ψιλῇ πορείᾳ διελθεῖν ἐλπίδος κρεῖττον ἦν. πάντα γὰρ τότε Πέρσαις εἴπετο, ὥσπερ ἄλλως ζῆν οὐ δυνάμενα. ἔχων δʼ, ὡς εἶπον, μέσην τινὰ τοῦ τε φόβου καὶ τῆς ἐπιθυμίας ἦλθεν. αὐτὸς μὲν γὰρ ἀπέγνω μὴ διαβαίνειν, τὰ δʼ ἔθνη πέμπειν ἐπενόει.

καὶ πρῶτον μὲν ἡ τῶν κηρύκων περίοδος ἡ γιγνομένη κατὰ τὴν Ἑλλάδα ὑπʼ ἐκείνου τε καὶ τοῦ μετʼ ἐκεῖνον βασιλέως περὶ τῆς γῆς καὶ τοῦ ὕδατος ἀπὸ ταύτης τῆς πόλεως ἤρχετο, καὶ πάντα πρὸς ταύτην διελέγοντο· ἔν τε ταῖς ἐπιστολαῖς ταῖς Ἑλληνικαῖς καὶ ὅσαι πυκναὶ τοῖς ὑπάρχοις ᾔεσαν οὐδὲν ἦν ὅτι μὴ Ἀθῆναι, ὡς ταυτὸν ὃν εἰπεῖν τὴν Ἀθηναίων πόλιν καὶ τὴν Ἑλλάδα, καὶ οὐκ εἰπεῖν μόνον, ἀλλὰ καὶ ἔργῳ συμβαῖνον πάσας ἔχειν τὰς πόλεις, εἴ τις κατάσχοι ταύτην. καὶ μὴν ὅσα γε αὖ

τούτοις ἔδει χρήσασθαι καὶ προβουλεῦσαι περὶ τῶν ὅλων, ἅπαντα ἡ πόλις ἐξήταζεν, ἀπʼ ἀρχῆς προτάξασα τῶν

Ἑλλήνων ἑαυτήν. καὶ διχόθεν ἤδη ἀπὸ Περσῶν καὶ Ἀθηναίων συνεκροτεῖτο ὁ πόλεμος, τοῦ μὲν ἀπειλοῦντος καὶ πειρωμένου, τῆς δʼ ἀνθεστηκυίας καὶ νικώσης εὐθὺς ταῖς ἀποκρίσεσι. καὶ παρʼ ἀμφοτέρων τούτων ἐμαρτυρεῖτο ὅτι Ἀθηναίων καὶ Περσῶν ἐστιν ὁ πόλεμος περὶ τῆς Ἑλλάδος, τῶν μὲν λαβεῖν πειρωμένων, τῶν δὲ κωλῦσαι. ἐν ἐκείνοις μέντοι τοῖς καιροῖς ἔργα λόγων ἡττήθη—λέγω δὲ τὰ τῶν ἄλλων ἔργα λόγων τῶν παρʼ ὑμῖν—καὶ ψήφισμα τροπαίου κρεῖττον εἰς μνήμην ἐνίκησεν ἅμα λόγῳ καὶ ἔργῳ νικῆσαν. εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν οὐ τῇ χειροτονίᾳ μόνον, ὡς νόμος, ἀλλὰ καὶ τῷ διαφθεῖραι τοὺς ἀγγέλους. τῷ δʼ ἑρμηνεύσαντι τὰ γράμματα διαχειροτονίαν μὲν ἀπέδοσαν, ἵνʼ, ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρίσεως εἰκόνα, ἀπέκτειναν δὲ καὶ τοῦτον, ὡς οὐδʼ ἄχρι φωνῆς διακονῆσαι προσῆκον τοῖς βαρβάροις. καὶ τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ· τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν κατὰ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ἑρμηνέα τῷ φύσει πολεμίῳ γίγνεσθαι. καὶ οὕτω δὴ ῥίπτουσιν εἰς
τὸ βάραθρον, ὥστʼ ἄλλους ἀναγγεῖλαι τῷ βασιλεῖ τὰς ἀποκρίσεις καὶ παρὰ τῶν πεμφθέντων μὴ ἐκγενέσθαι μαθεῖν. ὁ δὲ δὴ καὶ δὴ λαμπρῶς ἐκινεῖτο, καὶ τοῦτο μὲν τοῖς ὑπάρχοις ἐκέλευεν ἑτοιμάζειν αὐτόθεν τὰς πέδας ὑπερβαλὼν ἢ καθʼ ὅσους ᾤετο τοὺς Ἀθηναίους εἶναι, ἵνα μηδεὶς ἄδετος αὐτῶν διαφύγοι, καὶ τῆς ὀργῆς ἀπολαύων ἕως ἐξῆν, τοῦτο δὲ τοῖς πλήθεσιν ἄλλα ἄλλοις ἐπέταττεν. ἐκ δὲ τούτου κήρυκες μὲν οὐκέτι ἐφοίτων εἰς τὴν Ἑλλάδα, αὐτάγγελον δὲ ἤδη κατέπεμπε τὸν στόλον, προστήσας ἄρχοντας Περσῶν τοὺς ἀρίστους, καὶ δίδωσι πλῆθος στρατιᾶς. οὗ τὸ διαλλάττον παρʼ ἑκάστους τοὺς ἀφηγουμένους τοσοῦτόν ἐστιν ὥστʼ εἶναι τὸν μέγιστον ὅρον στόλου, βουλόμενος μηδεμίαν πρόφασιν λιπεῖν μήτʼ

ἐκείνοις μήτʼ αὐτὸς αὑτῷ τὸ μὴ οὐ πρᾶξαι περὶ ὧν ἐνετέλλετο. ταῦτα δʼ ἦν τὴν μὲν πόλιν καταποντίσαι, τὸ δὲ φῦλον κομίζειν ἅπαν ὡς αὑτὸν ᾧ δὴ προειρήκειν τῷ σχήματι. θυμοῦ μὲν δὴ καὶ παρασκευῆς οὕτως εἶχε τὰ τοῦ βασιλέως, οἱ δʼ ἐφέροντο ὑπερηχοῦντες μὲν τὸν Αἰγαῖον, ἀποστεροῦντες δὲ τὴν ὄψιν τοὺς ἐντυγχάνοντας, φυγῆς δʼ ἐμπιμπλάντες τὴν θάλατταν· ὥστʼ οὐδεὶς ἦν ὅστις νῆσον τότʼ ἂν οἰκεῖν ἐβούλετο. ἔτι δʼ αὐτοῖς οὖσιν ἐν πλῷ καὶ μικρὸν πρὸ τῆς καταγωγῆς ἔδοξεν ἀπάρξασθαι τοῖς τοῦ

βασιλέως ἐπιτάγμασι καὶ ὥσπερ τι προοίμιον ᾆσαι τοῦ πολέμου· καὶ δόξαν οὕτως Ἐρετριᾶς ἐπιβάντες ᾤχοντο φέροντες, σαγήνην τινὰ μιμησάμενοι ναυτικήν. καὶ τὸ μὲν Ἐρετριέων γένος οὕτως ἀνήρπαστο ὡσπερεὶ παρʼ ἄλλου τινὸς τῶν κρειττόνων ἁρπασθὲν, οἱ δʼ ἐπὶ τὸν δεύτερον ᾔεσαν, ὡς ἀνασπάσοντες αὐτοὺς ἤδη τοὺς Ἀθηναίους καὶ τὴν Ἑλλάδα ἀναρπασόμενοι, κακῶς εἰδότες οἵαν θήραν μετέρχονται καὶ ὅτι οὐκ ἐνέχονται τῷ λόγῳ ὡς ἄρα οὐ τὰ φεύγοντα διώκουσιν, ἀλλὰ μᾶλλον τὰ τῷ διώκειν συνήθη.

οὕτω δὲ τούτων κεχωρηκότων καὶ φερομένων αὐτῶν πρὸς τὴν ἤπειρον ὥσπερ ἄλλου τινὸς ἐκ τοῦ πελάγους κακοῦ, οἱ μὲν ἄλλοι πάντες Ἕλληνες καὶ πάλαι προϊδόντες τὴν διάβασιν καὶ τότε ὁρῶντες ἤδη καθῆντο ἐκπεπληγμένοι, τὸ μέλλον ἀποσκοποῦντες, ὀνειροπολοῦντες ἕκαστοι τὰς Ἐρετριέων συμφορὰς, καὶ τοσοῦτον τῶν δεινῶν ἀπέχειν νομίζοντες ὅσον τὸν στρατὸν αὐτῶν. ἡ δὲ πόλις πομπὴν ἀγούσῃ προσεῴκει μᾶλλον ἢ πρὸς ἀγῶνα κοσμουμένῃ. ἱερά τε γὰρ πάντα ἀνέῳγε καὶ τὰ τῶν ἱερέων γένη συνῆγε καὶ διεπρεσβεύετο πρὸς τοὺς θεοὺς τὸν ἀρχαῖον

τρόπον, συμμάχους τε καλοῦσα καὶ ἡγεμόνας ποιουμένη· ὡς δʼ αὐτῇ τὸ θεῖον ἤσκητο, οὐδὲν ἦν ἀργὸν ἔτι, ἀλλʼ οἱ μὲν φύλακες τῶν ἱερῶν οἱ γέροντες καὶ τῆς πόλεως

ὑπελείποντο, ἡ δὲ νεότης ἐχώρει. καὶ πρῶτον μὲν τοὺς ἐν τοῖς στεφανίταις δρόμους ἀπέκρυψαν, ὅσῳ περὶ καλλιόνων τῶν ἄθλων ἠγωνίζοντο, τοσούτῳ θαυμαστοτέραν τὴν προθυμίαν παρασχόμενοι· ἔπειτα κρείττους ἦσαν τὰ τελευταῖα ἢ τὰ ἀπὸ τῶν πυλῶν. καίτοι μεσοῦντας μὲν ἔτι τῆς πορείας προσέβαλεν ὥσπερ πνεῦμα ἀπὸ θαλάττης βοὴ συμμιγὴς ἵππων καὶ ἀνδρῶν καὶ τῶν ἄλλων ἐφολκίων τῷ στρατοπέδῳ, τῶν μὲν χρείας ἕνεκα, τῶν δὲ καὶ ψυχαγωγίας βαρβαρικῆς κεκομισμένων. ὑπερβαλόντες δʼ οὐκ εἶχον ὅ τι ἴδωσι, πλὴν τῶν πολεμίων καὶ τῶν ἀτόπων ἐκείνων φασμάτων. χαλκὸς δὲ καὶ σίδηρος πόρρωθεν εἶργε μὴ προσιέναι. τοσαύτη δʼ ἦν ὑπερηφανία τῆς παρασκευῆς καὶ τῶν ποιουμένων ὥστʼ ἐξαρκεῖν ἐδόκει τοῖς βαρβάροις ὀφθῆναι μόνον. ᾤοντο γὰρ ὥσπερ ἐν ἄθλοις ἅπαντας εὐθὺς ἀπογνώσεσθαι καὶ δώσειν ἑαυτοὺς ἀκονιτί. αὕτη πρώτη δημοτελὴς κρίσις ἐν τῷ μέσῳ κατὰ τοὺς ἀνθρώπους ἐγένετο ἀρετῆς πρὸς πλοῦτον καὶ φρονήματος Ἑλληνικοῦ πρὸς βαρβάρων πλῆθος καὶ παρασκευὴν, οὐ λόγων εὐφημίᾳ κριθεῖσα, ἀλλʼ ἔργων ἀποδείξει καὶ τῷ καλοῦντι τοῦ καιροῦ. οὐ γὰρ εἰς φόβον τὴν θέαν ἔτρεψαν, ἀλλʼ εἰς

προθυμίαν κατεχρήσαντο, οὐδʼ ἐξεπλάγησαν τῶν ὁρωμένων τὴν ἀήθειαν, ἀλλʼ ἥσθησαν ὁρῶντες ὅσων κρείττους γενήσονται, καὶ νομίσαντες ὥσπερ ἀφορμὴν εἰληφέναι παρὰ τῆς τύχης ὑπερβαλέσθαι πάντας ἀνθρώπους ἀνδραγαθίᾳ καὶ τοῦτʼ εἶναι πλέον τῆς τοσαύτης στρατιᾶς ἔχειν ὥσπερ χρήμασιν ἀφθόνως χρήσασθαι, καὶ διανοηθέντες ὅτι νῦν ὥσπερ ἑστιάσονται λαμπρῶς ὑπὸ τῶν βαρβάρων καὶ τῆς ἀρετῆς ἀξίως τῆς ἑαυτῶν. καὶ γὰρ ἵπποι καὶ βέλη καὶ νῆες καὶ ψέλια καὶ στρεπτοὶ καὶ κύνες καὶ πάντα χρήματα δῶρα τῆς τύχης ἐστὶ προκείμενα τοῖς κρείττοσι, καὶ πάντα ταῦτα ἡ νίκη παραδίδωσι. ταῦτα καὶ στρατηγοὶ πρὸς ἑαυτοὺς εἰπόντες καὶ πρὸς ἀλλήλους ἕκαστοι διαλεχθέντες, ἐκ θεῶν ἀρξάμενοι καὶ τοῦ φίλου παιῶνος,

ἐχώρουν δρόμῳ, καθάπερ διὰ ψιλοῦ τοῦ πεδίου θέοντες, καὶ τοῖς βαρβάροις οὐκ ἔδωκαν ἰδεῖν ὅ τι ἐστὶ τὰ γιγνόμενα, ἀλλʼ ἅμα τε τάξεις ἐρρώγεσαν καὶ ἄνδρες ἐκτείνοντο καὶ ἵπποι συνελαμβάνοντο καὶ νῆες εἵλκοντο καὶ χρήματα ἤγετο καὶ χορεία Πανὸς ἦν τὰ ποιούμενα. ἤδη δέ τις καὶ τελευτήσας εἱστήκει περιτοξευθεὶς ὑπὸ τῶν βαρβάρων,

φοβῶν τοὺς λοιποὺς, ὥσπερ ἀθάνατος ὤν. ἀπολλύμενοι δὲ οἱ τὰ μεγάλα τολμήσαντες καὶ τρόπαια φέροντες ἐν ταῖς ναυσὶ πλείους αὐτοῖς ἐφάνησαν ἢ πρότερον. οὔτε γὰρ τὸ ἕλος οὔτε ἡ θάλαττα ἀρκούντως αὐτοὺς ἐδέχετο, οὐδʼ ἦν εὐρυχωρία τοῖς κακοῖς οὐδὲ διέξοδος, ἀλλὰ τότε ὡς ἀληθῶς ὄχλος ὄντες ᾐσθάνοντο καὶ μέγιστον ἐναντίωμα ἑαυτοῖς, καὶ τοῖς πλείοσιν ἥττους ἐγένοντο ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι. ὥστε οἱ τοῦ αἵματος ῥύακες ἤρκουν ἐν νοτίῳ ταῖς ναυσὶν εἶναι. τοσαύτη δὲ ἡ λαμπρότης τῶν ἀνδρῶν ἐκείνων ἐγένετο καὶ τοσοῦτον τῆς νίκης τὸ ἀξίωμα, ὥστε καὶ τὸ χωρίον ὥσπερ τι σύμβολον ἀρετῆς κατέστησαν. οὔκουν ἔστι γε οὐδεὶς ὅστις ἀκούσας τὸ τοῦ Μαραθῶνος ὄνομα οὐκ ἀνίσταται τῇ ψυχῇ οὐδʼ ὥσπερ ἄλλο τι τὴν ἐπωνυμίαν ἀσπάζεται καὶ σέβεται σὺν χαρᾷ. καὶ συνέβη δὲ τῇ πόλει πρώτῃ μὲν κινδυνεῦσαι τῶν κατὰ τὴν ἤπειρον Ἑλλήνων, μόνῃ δὲ ἀρκέσαι νικῆσαι, τῶν δὲ ἰδίων κινδύνων κοινὰ τὰ ἆθλα ἅπασι καταστῆσαι καὶ τροφὸν οὖσαν τῆς Ἑλλάδος τοὐναντίον τοῦ νενομισμένου ποιῆσαι. τοὺς μὲν γὰρ ἄλλους τὰ τροφεῖα κομίζεσθαι παρὰ τῶν ἐκτραφέντων ὁ νόμος λέγει, ἡ δὲ πόλις πρὸς ταῖς τροφαῖς καὶ οἷς ἔδωκεν ἐξ ἀρχῆς καὶ τὴν ἐλευθερίαν μετὰ τῆς σωτηρίας ἐν τοῖς αὑτῆς κινδύνοις ἀπέδωκε τῇ
Ἑλλάδι, ὥσπερ τοῦτο ὀφείλουσα τοῖς Ἕλλησι, ποιεῖν διὰ παντὸς αὐτοὺς εὖ καὶ τοῦτο ὡμολογηκυῖα τοῖς πρὸ τοῦ πᾶσιν. ὥστʼ εἰκότως εἰπεῖν εἶναι τὴν μὲν πόλιν τὸν ἐλευθέριον Δία τιμᾶν ἐπὶ τοῖς πραχθεῖσι προσήκειν, τοῖς δὲ

ἄλλοις Ἕλλησι τὴν πόλιν, καὶ νομίζειν τὸν Ἀθηναίων δῆμον ὥσπερ ἐλευθέριον τοῖς Ἕλλησιν εἶναι. δοκεῖ δέ μοι συγκληρωθῆναι τῇ τύχῃ τῆς πόλεως ἡ μάχη καὶ μηδένων ἄλλων εἶναι κατὰ γένος ἢ τῶν Ἀθηναίων. ἐκείνη γὰρ, εἰ καὶ νεανικώτερον εἰπεῖν, ὥσπερ μητρόπολις καὶ ἀφορμὴ τῶν ὕστερον πάντων ἐγένετο τοῖς Ἕλλησιν, οὐ μόνον τῶν ἐν τοῖς πολέμοις ἀγώνων ἀντὶ κρηπῖδος ἢ παραδείγματος προτελεσθεῖσα, ἀλλὰ καὶ πάντων ἐπιτηδευμάτων καὶ βίου καὶ προαιρέσεως καὶ, τὸ σύμπαν εἰπεῖν, τοῦ τῶν Ἑλλήνων σπέρματος. καὶ εἰ μὴ τότε ἡ πόλις οὕτω διήνεγκεν, ἅπαντʼ ἂν ἔρρει καὶ σώματα καὶ πράξεις καὶ λόγοι καὶ τὰ κοινὰ τῆς φύσεως. οἱ μὲν οὖν πολλοὶ θαυμάζουσιν ὅσας μυριάδας τῶν βαρβάρων ἐνίκων, ἐμοὶ δὲ δοκοῦσιν

ἅπαντας ἀνθρώπους, οὐ μόνον πρὸς οὓς ἠγωνίσαντο, ἐκεῖνοι νενικηκέναι, εἰ δεῖ παραιτησάμενον τὸν φθόνον εἰπεῖν, οὐ μόνον τῷ πᾶσι τοιούτων ἀγαθῶν αἴτιοι καταστῆναι, ἀλλὰ καὶ τῷ μηδένας ἐγγὺς εἶναι τοῖς ὑπάρχουσιν. ὥστʼ εἰ τὸ μὴ ἔχειν ἐξ ἴσου γενέσθαι τῶν ἡττόνων ἐστὶν, ἅπαντας νενικήκασιν. οἶμαι μὲν οὖν εἰ καὶ μόνα ταῦτα ἐκλέξας ἐπεπαύμην, ἔχειν ἂν πέρας ἀρκοῦν τὸν λόγον καὶ μηδὲν ἂν προσδεῖν τῇ πόλει φιλοτιμίας μηδʼ ἀρετῆς εἰς τὸ ὁμόφυλον. τὴν γὰρ πρώτην μὲν ἀνεῖσαν ἀνθρώπους, πρώτην δὲ βίου χρῆσιν εὑροῦσαν, θρέψασαν δʼ οὐ μόνον τοὺς ἐξ αὑτῆς, ἀλλὰ καὶ πάντας, δεξαμένην δὲ τοὺς ἐκπίπτοντας πρώτην τε καὶ πλείστους, ἑκάστους τε καὶ σύμπαντας, πλείστους δὲ αὖθις ἀποστείλασαν πανταχοῖ, πάλιν δʼ ἐν τοῖς ὑπὲρ σωτηρίας ἀγῶσιν ἀμφοτέρων προστᾶσαν, τῶν τʼ ἐν τῇ ὑπερορίᾳ καὶ τῶν ἐπὶ τῆς ἀρχαίας Ἑλλάδος, πῶς οὐ διὰ παντὸς ἂν εἴποι τις ἀφῖχθαι καὶ καθάπερ τοὺς δρομέας τὸ γιγνόμενον πεπληρωκέναι; ὥστε μηδεμίαν πρὸ ταύτης ἐγχωρεῖν ἐν τοῖς Ἕλλησι κηρύττεσθαι. πρὶν γὰρ ἄρχεσθαι τῶν ὁμοίων ἑτέρους, τοσοῦτον ἡ πόλις προεληλύθει.

οὐ μὴν ἐῶσί γε ἀπελθεῖν αἱ πράξεις, ἀλλὰ καλοῦσι καὶ προσάγουσιν εἰς τὸ πρόσω τοῦ λόγου, καὶ τοσούτῳ μᾶλλον ὅσῳ ταῦτα ἀκριβέστερον ἐξήτασται. τοσαύτην γὰρ ὑπερβολὴν τοῖς ἐφεξῆς ἐποιήσατο ἡ πόλις ὥσθʼ ὑπερῆρεν αὑτὴν τοσοῦτον ὅσονπερ πρὸ τοῦ τοὺς ἄλλους. καὶ πρὶν

τὰ πρῶτα ἀξίως τινὰ θαυμάσαι, ἐπέθηκε τὰ δεύτερα, ὥσπερ αὐτὴ πρὸς αὑτὴν ἁμιλλωμένη. γενομένου γὰρ τοῦ Μαραθῶνι τολμήματος καὶ τῶν βαρβάρων ἐλαθέντων ἐκ τῆς Ἑλλάδος ὥσπερ κονιορτοῦ, Δαρεῖος μὲν οὐκ εἶχεν ὅ τι χρήσεται, ἀλλʼ ὥσπερ ἐκ θεοῦ πληγεὶς ὑποπεπτώκει τῇ πόλει καὶ τοὺς αἰτίους τῆς διαβάσεως κατεμέμφετο, ὡς κακῶς προξενήσαντας αὐτῷ τοὺς Ἀθηναίους, καὶ τελευτᾷ δὴ, πρίν τι δεύτερον κακὸν αὑτὸν ἐξεργάσασθαι. ὁ δὲ πάντας βασιλέας παρενεγκὼν ταῖς ἐπινοίαις καὶ μηδὲν καταλιπὼν ἄτοπον νομίσαι, Ξέρξης ὁ Δαρείου, καταγνοὺς μὲν τοῦ πατρὸς ὡς ἐνδεῶς ἐπιχειρήσαντος, ὑπεριδὼν δὲ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ὡς οὐδαμοῦ φανησομένων, ἀγῶνα διπλοῦν ἀγωνίζεται, τὸν μὲν ὑπερβαλέσθαι, τὴν δὲ τιμωρήσασθαι, μετὰ πολλοῦ τοῦ κρείττονος. καὶ τοσοῦτον ὕβρισε τῇ ὑπερβολῇ ὥστʼ ἔγνω τὸν πρότερον στόλον ὡσπερεὶ παιδιὰν ἀποφῆναι. δοκεῖ δέ μοι καὶ πρὸς τὰς διοσημίας τότε Ξέρξης οὐ μόνον πρὸς τὸν πατέρα ἁμιλλήσασθαι καὶ πρὸς ἅπασαν ὄψιν τε καὶ ἀκοὴν ἀνθρώποις ἀνέλπιστον ὥσπερ ἐνδείξασθαι βουλόμενος ὅτι αὑτοῦ βεβαίως ἐστὶν ἡ γῆ. ποίαν γὰρ κυμάτων ἐπιρροὴν, ἢ τίνας σκηπτοὺς, ἢ τίνας σεισμοὺς, ἢ ποίαν νεφῶν ἢ χαλάζης ἐμβολὴν, ἢ ποίους ἀήθεις ἀστέρας οὐκ ἐλαφροτέρους ἐκεῖνός γε ἀπέδειξεν; ἢ ποίους φόβους ἐγγείους ἢ θαλαττίους οὐχὶ συνέστειλε τοῖς παρʼ αὑτοῦ; οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι, ἀλλʼ ἀπῆγον εἰς ἔσχατα γῆς, καὶ
προὔλεγον ἃ μηδενὸς ἦν εὑρεῖν πλὴν ἐκείνου μόνου. αἰτεῖν μὲν

γὰρ ἔφασκεν οὐδὲν τῶν ἀλλοτρίων, ἀλλʼ ἀπαρχὰς γῆς καὶ ὕδατος· πάντων δʼ εἶναι τούτων κύριος. τῆς δʼ ἀγνωμοσύνης τῆς Μαραθῶνι λύσιν μίαν εἶναι καὶ παραίτησιν, εἰ ταῦτα συγχωρήσαιεν καὶ μετὰ τῶν ἄλλων ἀνθρώπων γένοιντο καὶ τὸν κοινὸν δεσπότην γνοῖεν· εἰ δὲ μὴ, διδάξειν αὐτοὺς καλῶς μετὰ τῶν προπατόρων θεῶν· οὕτω γὰρ θεοῖς τε καὶ Ξέρξῃ δοκεῖν ὑπὲρ τῶν Ξέρξου πραγμάτων· ἥξειν γὰρ ἄγων ἅπαντα, ναῦς μὲν ὅσας ἡ Ἑλληνικὴ θάλαττα οὐχ ὑποδέξεται, ἵππῳ δὲ καὶ πεζοῖς ἀποκρύψειν τὴν Ἀττικὴν, καὶ τὴν πόλιν ἱππόκροτον καταστήσειν, ἱερά τε συμφλέξειν καὶ θήκας ἀναρρήξειν καὶ μετασκευάσειν ἅπαντα. ἔτι δὲ Ἀτλαντικοῦ πελάγους κληρουχίας ἀτίμους ἠπείλει καὶ γῆς ποίησιν ἔξω τῆς οἰκουμένης, ἣν ἀναγκάσειν ἠκρωτηριασμένους προχοῦν εἰς τὸ πέλαγος, ὕδωρ μὲν

ἀντλοῦντας, πέτρας δὲ ὀρύττοντας, τοσαῦτʼ ἔχοντας τοῦ σώματος ὅσα τοῖς ἔργοις ἀρκέσει. καὶ οὐκ ἠπείλει μὲν οὕτως ἀήθη καὶ ὑπερόρια καὶ φόβου μείζω, ἐτελεύτησε δʼ ἐνταῦθα, ἀλλʼ ἀπέκρυψε τοῖς ἔργοις τὰς ἀπειλὰς, ἄνευ γε τοῦ τι δυνηθῆναι, λέγω δὴ χρήσασθαι τῇ πόλει. τίνα γὰρ μεσόγειαν ἢ ποίαν Ἀτλαντικὴν ῥαχίαν οὐκ ἔσεισεν; ἢ ποῖον κόλπον ὧν ἴσασιν ἄνθρωποι, λέγω τῶν εἰσεχόντων ἀπὸ τῆς ἔξω θαλάττης, παρῆκεν ἀσύμβολον; οὐ τὸν εἰς Φᾶσιν, οὐ τὸν ἄνω τὸν Περσικὸν, οὐκ ἐρυθρὰν θάλατταν, οὐχ Ὑρκανίαν, οὐ πάντας συνήγαγεν; οὐ διηρευνήσατο πάντας τῆς γῆς τοὺς μυχοὺς ἀκριβέστερον ἢ Δᾶτις τὴν Ἐρετρικήν; οὐκ ἐσχατιαῖς γῆς καὶ θαλάττης τὸν στόλον ὡρίσατο, ὥσπερ σαγηνεύων τὴν ἀρχὴν τὴν αὐτὸς
αὑτοῦ; ποῖον δὲ τότε φάσμα οὐκ ἐκινήθη; ἢ τί τῶν ὄντων οὐχ ὑπερώφθη; ἢ τί τῶν οὐκ ὄντων οὐκ ἐγένετο; οὐχ οἱ πορθμοὶ τοσοῦτον αὐτῷ τῶν ποταμῶν διαφέρειν ἐδόκουν ὅσον οὐ παρέχειν πιεῖν ἐξ αὐτῶν; οἱ δʼ ἀέναοι ποταμοὶ τῶν χειμάρρων οὐδὲν ἀλλοιότερον

διετέθησαν, μᾶλλον δὲ τοῖς χειμάρροις εἰς τοὐναντίον περιέστησαν· ὥσπερ γὰρ τὰ ἐκείνων ῥεύματα ἐκ Διὸς αὔξεται, οὕτως ὑπὸ Ξέρξῃ πάντα ἐπέλιπεν. ἐδέχετο δʼ αὐτὸν οὔτε γῆ οὔτε θάλαττα ἱκανῶς, καὶ ταῦτα εἶπε πρὸς τὴν ἐκείνου χρείαν καὶ μετέβαλλεν εἰς ἄλληλα. γῆ τε γὰρ ἡ μὲν ἐγίγνετο, ἡ δʼ ἀπώλλυτο, καὶ θάλαττα ὑπεχώρει καὶ πάλιν συνῄει τῷ βασιλεῖ· —καὶ νῦν ἐστι τῆς νέας θαλάττης ὅσος τῆς ἐκείνου διαβάσεως χρόνος καὶ ὁ Ἄθως

ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται· —ὡς δʼ εἰπεῖν πάντα κινουμένοις ἐῴκει καὶ μεθισταμένοις ὡς ἐκείνῳ δοκοίη. κάμηλοι δὲ χρυσοῦ καὶ ἀργύρου κατέλαμπον, ὅσον μήκιστόν ἐστιν ἀνύσαι, τοσοῦτον ἐπέχουσαι. εἰ δʼ ἐπιθυμήσειε σκιᾶς, δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιά. ὥστε νύκτωρ μὲν ἤστραπτεν ἀργύρῳ καὶ χρυσῷ, μεθʼ ἡμέραν δὲ νύκτα ἐπῆγεν ὁσαχοῦ τοξεῦσαι κελεύσειε. πολλοῖς δʼ ἦν ἀφανὴς ὧν ἦγεν οὗ γῆς εἴη τὰ νῦν. οὐδὲν δʼ ἦν ἔθνος τῶν κατὰ τὴν πορείαν μεῖζον ἢ κρύπτεσθαι. φιλονεικήσας δὲ μαθεῖν ὁ πάντα ἄτοπος βασιλεὺς ὁπόσους ἄγει, χρῆν γὰρ καὶ τοῦτο ἐκείνῳ γενέσθαι δυνατὸν, ἠναγκάσθη μετρῆσαι τρόπον δή τινα μᾶλλον ἢ ἀριθμῆσαι τὴν στρατιὰν, καὶ κατασκευασάμενος τεῖχος μυρίανδρον πρὸς μέτρον ἠρίθμει. καὶ ὁ μὲν οὕτω πάντα κινῶν ᾔει, τοσαῦτα προσλαμβάνων ὁπόσοις ἐντύχοι, καὶ κατεπτήχει καὶ ἔθνη καὶ πόλεις καὶ πάντα γένη καὶ Εὐρωπαῖα καὶ τὰ ἐπὶ τῆς Ἀσίας πάντα, καὶ πρὸς τὴν κίνησιν εἶκεν ὥσπερ τὰ κοῦφα σὺν πολλῷ τῷ φόβῳ. ἡ πόλις δʼ ἕτερα ἀντεπεδείκνυτο, οὐδʼ ἦν Ξέρξην μᾶλλον θαυμάσαι τῆς ὑπερηφανίας ἢ τὴν πόλιν τοῦ μηδὲν τῶν ἐκείνου θαυμάσαι· ἣ θορύβου τοσούτου διὰ γῆς ἁπάσης καταρραγέντος καὶ τῶν ἠπείρων ἀμφοτέρων κρινομένων ἐπὶ τῆς Ἑλλάδος ἀντέσχεν, ὥσπερ ἔρυμα καὶ πρόβολος, ἀπʼ ἀρχῆς ἀρξαμένη καὶ αὐτὴ τὰ αὑτῆς

ἐπιδεικνύναι. πρῶτον μὲν τοῖς περὶ τὰς ἐπιστολὰς ἀκροβολισμοῖς καὶ πείραις τοσοῦτον ὑπερέσχε φρονήματι καὶ τοσοῦτον ἀπέσχε τοῦ πτοηθῆναι πρὸς τὰς τῶν ἀτόπων ἐκείνων φόβων ἐπαγωγὰς, ὥστʼ οὐκ ἐδεήθη ψηφίσματος πρὸς ταῦτα ἔτι, ἀλλʼ ὥσπερ ἑνὸς κοινοῦ νενικηκότος τοῦ κατὰ Δαρεῖον, μηδένα ἀκούειν βαρβάρων, πρὶν ἐκκλησίαν ἀποδοῦναι, ἀφανίζει τοὺς ἀγγέλους αὐτῇ σκευῇ καὶ ποικίλμασι, καὶ τοῖς εὖ φρονοῦσι τῶν Ἑλλήνων ἡγεμὼν τῆς ἀποκρίσεως ἐγένετο. ἔπειτα πάντων ἀγγελλόντων τὰ δεινὰ δὴ ταῦτα, ὅτι πάντα χρήματα μίγνυται καὶ τῶν Ἑλλήνων κερδανοῦσιν οἱ τελευταῖοι, πάντες δὲ ὥσπερ ὑπὸ κύματος τοῦ πολέμου καλυφθήσονται, καὶ τοσαύτης κατεχούσης ἐκπλήξεως τοῦ βαρβάρου ὥστʼ εἰκάζειν θεῶν τινος εἶναι πορείαν μετὰ τῶν λοιπῶν ἀνθρώπων ἐπὶ τὴν Ἑλλάδα ἐλαύνοντος, οὐδὲν μᾶλλον ὑφεῖτο οὐδὲ μετέγνω περὶ ὧν ἐβουλεύσατο, οὐδὲ ἐμέμψατο αὐτῇ τῆς ἀποκρίσεως, ἀλλὰ τούς τε Ἕλληνας συνεκάλει πρὸς τὸν ἀγῶνα τὸν κοινὸν, αἰσχυνομένη μοι δοκεῖν μόνη φανῆναι τῷ βαρβάρῳ, καθάπερ πρότερον Μαραθῶνι. οὐ γὰρ αὐτή γε ἐν ἄλλοις εἶχε τὰς ἐλπίδας τῆς σωτηρίας, ἀλλὰ πάντες εἶχον ἐν αὐτῇ τὰς ὑπὲρ αὑτῶν, οἵ γε ὁμοίως τε σωτηρίας δεόμενοι καὶ ἐλευθερίας, καὶ τὸ παράδειγμα ὑπῆρχεν ἀμφοῖν ἐγγύθεν ἡ προτέρα κρίσις, ἐσκόπει τε ὅ τι βουλευσαμένη

πρῶτον ἀντεκπλήξει τὸν βάρβαρον· καὶ παρῆλθέ γε αὐτὸν τοῖς θαύμασι. μετοικίζεται γὰρ ἐξαναστᾶσα, καὶ τὸ μέγιστον ἁπάντων, γῆς μὲν οὐδαμοῦ, πᾶσα γὰρ εἴχετο, ἡ δὲ εἰς τὴν θάλατταν ἀπεχώρει, καὶ τῆς περὶ τὸν Ἄθω διωρυχῆς καὶ τοῦ πορθμοῦ τῆς γεφύρας οὔτε εἰς ἀκοὴν ἀηδέστερον οὔτε γνώμῃ φαυλότερον τοῦτο τὸ τόλμημα ἀντεπεδείξατο ἐπὶ τῆς θαλάττης φανεῖσα, καὶ Ξέρξῃ καταλιποῦσα τὸ ἴχνος μόνον προσιδεῖν· ὥστʼ ἐλθὼν οὐχ εὗρε τὴν πόλιν οὐδὲ εἶχε λαβεῖν ἔχων ὡς ᾤετο· οὕτως