Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

μετουσίαν δόντες, ὥσπερ τοῖς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου μεταστᾶσιν. ἔπειθʼ ὡς καὶ τῆς διὰ τῶν ὅπλων ἐδέησε βοηθείας, ἐξελθόντες μικροῦ δεῖν ἅπαντες ὥσπερ πομπῆς ἀλλʼ οὐ κινδύνων μεθέξειν μέλλοντες, τὴν προτέραν αὐτῶν ἔξοδον μιμησάμενοι, τῇ δὲ γνώμῃ καὶ ὑπερβαλόμενοι. τότε μὲν γὰρ οὐκ οὔσης αὐτοῖς συμμαχίας πρὸς Θηβαίους ἐξῆλθον, ἐν δὲ τοῖς χρόνοις τούτοις καὶ τῶν στηλῶν τῶν περὶ τῆς συμμαχίας ὑπὸ Θηβαίων καθῃρημένων, ἀλλʼ ὅμως οὐχ ὑπελογίσαντο τὴν ἄνοιαν αὐτῶν τῇ χρείᾳ, οὐδὲ μᾶλλον τοῖς δικαίως κινδυνεύουσιν ὠργίσθησαν ἢ τοῖς ἀδίκως ἐπελθοῦσιν. οὕτω δὲ λαμπροῖς τοῖς λογισμοῖς χρησάμενοι πρέπουσαν τὴν τελευτὴν ἐπέθηκαν.

οὐ γὰρ παρὰ μικρὸν ἐνίκησαν οὐδʼ ὡς φοβῆσαι μόνον Λακεδαιμονίους, ἀλλʼ ἐκβαλόντες τὴν φρουρὰν καὶ τοὺς ἁρμοστὰς ὑποσπόνδους ἀνήγαγον εἰς τὴν ἐξ ἀρχῆς τάξιν τὴν πόλιν. καὶ τοῦτον μὲν ὑπὲρ τῆς ἐλευθερίας τὸν ἀγῶνα τῆς Θηβαίων, τὸν δʼ ἐφεξῆς ὑπὲρ αὐτῆς ἤραντο τῆς σωτηρίας αὐτῶν. παροξυνθέντων γὰρ Λακεδαιμονίων πρὸς τὸ συμβὰν καὶ μετὰ πάσης συμμαχίας ἐπελθόντων ἀντετάξαντο πρὸ τῆς πόλεως τῆς Θηβαίων, στρατηγούς τε φοβερωτέρους ἐκείνοις ἀντεπιστήσαντες ἢ ʼκεῖνοι τοὺς σὺν Ἀγησιλάῳ παρείχοντο, καὶ διὰ πάντων σωτῆρες τῇ πόλει γενόμενοι. περιίσταται δέ με παντοδαπὰ ὥσπερ ἐν συγγραφῇ τῶν αὐτῶν χρόνων, ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, ἀλλʼ οὐδʼ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς. ὧν τί παρεὶς τίνος μνησθῶ; πότερον τῆς ἐν Νάξῳ ναυμαχίας, ἔργου τοσούτου; ἢ τῶν περὶ Κέρκυραν ἀγωνισμάτων; ἢ τῶν ἐπὶ Θρᾴκης ὑπὲρ τῆς ἐκεῖ πραχθέντων Ἑλλάδος; ἢ τῶν ἐν Ἀκαρνανίᾳ; ἢ τῶν πανταχοῦ; ἢ πάντα τἄλλα ἀφεὶς ὃ μέγιστον ἔχω καὶ θαυμαστότατον καὶ μόνον ὡς ἀληθῶς τῶν Ἀθηναίων ἄξιον πρᾶξαι, τοῦτʼ εἴπω, τὸ ἐπειδὴ Θηβαῖοι
Λακεδαιμονίους ἐν Λεύκτροις κρατήσαντες ἐξελεῖν ἐπενόουν καὶ

κατελέλειπτο τὰ πράγματα ἐν τούτῳ Λακεδαιμονίοις ὥστε δεῖν ἢ θεῶν τινα χεῖρα ὑπερέχειν, ἢ τὴν πόλιν κληρονομῆσαι τῶν ἐκείνοις ὄντων κινδύνων ἐθελοντάς· καίτοι ἀφῖκτο μὲν κατʼ ἀρχὰς εὐθὺς κήρυξ παρὰ τῶν Θηβαίων, ὡς ἐπʼ εὐαγγελίοις ἐστεφανωμένος, ἧκε δʼ ἡ Πελοπόννησος ἅπασα διδοῦσα ἑαυτὴν, κελεύουσα ἐπʼ ἀναιρέσει τῆς Σπάρτης ἡγεῖσθαι· εἰ δὲ μὴ, Θηβαίοις ἠπείλουν προσθήσεσθαι. οἱ δʼ ἐπὶ μὲν τοῖς παρὰ τοῦ κήρυκος οὕτως ἐδάκρυσαν ὥσπερ οἰκείαν τινὰ συμφορὰν ἀκούσαντες καὶ ἀπέπεμψαν ὥσπερ ἐκ τῶν βαρβάρων ἥκοντα, πλεῖστον δὴ δόξης ψευσθέντα· τὴν δὲ Λακεδαιμονίων ἐρημίαν ἀντὶ τῆς Πελοποννησίων ἑκουσίου συμμαχίας καὶ τῆς φιλίας τῶν κεκρατηκότων εἵλοντο, οὐχ ὧν ἐπεπόνθεσαν αὐτοὶ μνημονεύσαντες, ἀλλʼ ἃ πείσονται Λακεδαιμόνιοι περιοφθέντες αὑτῶν εἶναι λῦσαι νομίσαντες. ὃ δὲ δὴ μάλιστα ἄξιον τῆς ἐκείνων φύσεως ἀγασθῆναι καὶ κρεῖττον ἢ κατʼ ἄνθρωπον ἡγήσασθαι, ἐξὸν γὰρ αὑτοῖς ἀκολουθοῦντας ἔχειν Λακεδαιμονίους καὶ κατὰ γῆν καὶ κατὰ

θάλατταν, ἢ περιιδεῖν ἐπὶ κεφαλὴν ὠσθέντας, συμμάχων, περιοίκων, οἰκετῶν, ἁπάντων ἐπανεστηκότων, ἐπὶ τοῖς ἴσοις ἐδέξαντο, καὶ πορευομένης ὥσπερ φλογὸς τῆς Θηβαίων δυνάμεως ἐπὶ τὴν πόλιν τῶν Λακεδαιμονίων καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου μόνοι καὶ Ἑλλήνων καὶ βαρβάρων προστάντες ἐκώλυσαν. ἐξ ὧν οὕτως ὑπὸ πάντων ἑωρῶντο ὥστε καταστῆναι τὴν πόλιν συνέδριον τῆς συμμαχίας ἁπάσης.

θαυμάζω τοίνυν τῶν τὰ Μηλίων καὶ Σκιωναίων τολμώντων προφέρειν τῇ πόλει ποῦ γῆς ἢ θαλάττης ὄντες ταῦτα κατηγοροῦσι, πότερον ταῦτα μόνα ἀκούσαντες τῶν πεπραγμένων τῇ κατὰ ἦθος πόλει, ἢ ταῖς ἑαυτῶν πατρίσιν οὐκ ἂν συμβουληθέντες καὶ ταῦτα καὶ τἄλλα ὑπάρχειν ὅσα τῇ πόλει; εἰ μὲν γὰρ οὐ συμβούλεσθαι φήσουσιν, ἀντεπιδειξάντων οἷς ἀγάλλονται· εἰ δʼ οὐκ ἂν φύγοιεν τὴν αἵρεσιν, εἴ τις αὐτοῖς διδοίη θεῶν, παυσάσθων μείζοσιν ἢ καθʼ αὑτοὺς λόγοις ἐγχειροῦντες. ἔτι τοίνυν