Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ταῦτʼ ἐστὶν ἁγὼ τοῖς παρεξετάζειν βουλομένοις ἄχθομαι. ἴσως μὲν οὖν κἀγώ τισι ποιεῖν ἄτοπον δοκῶ, μεμφόμενος μὲν, αὐτὸς δʼ εἰς τοὺς ὁμοίους λόγους προεληλυθὼς, καὶ διʼ αὐτά γε ταῦτʼ εἰρηκὼς αὐτοὺς διʼ ἅ φημι δεῖν μὴ λέγειν. οὐ μὴν ἀλλʼ ἐξ αὐτῶν τούτων καὶ μάλιστʼ ἄν τις κατίδοι ὡς οὔτε ἡ χάρις θαυμαστὴ, ἣν οἴονται τῇ πόλει κατατίθεσθαι, οὔτʼ ἐξεπίτηδες τά γε τοιαῦτα ἀγωνιστέον. ὥστʼ εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα
ταῦτʼ εἶναι, σχεδὸν τούτου χάριν εἴρηται· χωρὶς δὲ τούτων ἄνευ βλασφημίας οἱ λόγοι γεγόνασι καὶ τῆς παραπεσούσης χρείας ἕνεκα. οὐ γὰρ ἦν ἄλλως ὃ προειλόμην ἀποδεῖξαι, ὥστʼ ἐξ ὧν ἔφευγον, ἐκ τούτων προήχθην εἰπεῖν. δοκοῦσι γάρ μοι Λακεδαιμόνιοι τὸ τοῦ παρʼ Ὁμήρῳ Τεύκρου πρὸς τὸν Αἴαντα πεπονθέναι πρὸς τὴν πόλιν. καὶ γὰρ ἐκεῖνος τῶν ἄλλων προκινδυνεύων ὡς τὸν Αἴαντα ἀναχωρεῖ καὶ διʼ ἐκείνου φαίνεται, ὡς δʼ αὕτως καὶ κρύπτεται, καὶ Λακεδαιμόνιοι οἱ τῶν Ἑλλήνων προέχοντες καὶ προκινδυνεύοντες ἐν ταῖς χρείαις παῖδες τῇ πόλει παραβαλεῖν εἰσί. τεκμήριον δέ· τῶν γοῦν ὑπαρχόντων καὶ πεπραγμένων αὐτοῖς μέγιστα ταῦτʼ ἐστὶν ὧν κεκοινωνήκασι τῇ πόλει· καὶ τούτων ἃ μὲν διείλοντο ἀπέτυχον, ἃ δὲ σὺν τοῖς ἀπὸ τῆς πόλεως ἔπραξαν, ἐνδοξότατʼ ἀνθρώπων κατώρθωσαν. οὕτω διὰ τῆς πόλεως καὶ φαίνονται καὶ κρύπτονται πάλιν. οὐ μὴν ἀλλʼ ἔγωγε οὕτω παρὰ γνώμην εἰς τούτους ἐξήχθην τοὺς λόγους, ὥστʼ ἐβουλόμην ἂν καὶ τὰ τρόπαια ἃ μέλλω λέγειν ἀπʼ ἄλλων ὑπάρχειν ἀνακείμενα τῇ πόλει καὶ μὴ ἀναγκαῖον εἶναι προστιθέναι τοῖς πολλοῖς ὅτι ἀπὸ Λακεδαιμονίων. νῦν δʼ αὐτὰ τὰ πράγματα ταύτην ἄγει, ὥστʼ οὐ τοῦ παρεξετάσαι χάριν εἰρήσεται, ἀλλὰ τοῦ μὴ παντάπασι τὰς πράξεις παρελθεῖν· καὶ γὰρ εἰσὶν ἃς παρεξέλιπον· δεῖ δὲ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου.ἐνίκησαν μὲν τοίνυν ἐν Λεχαίῳ καὶ διέφθειραν μικροῦ
πᾶν τὸ στρατόπεδον, εἷλον δὲ τὰ ἐν τῇ Κορίνθῳ φρούρια καὶ τοὺς ἐγκαθεστῶτας Λακεδαιμονίων ἐξήλασαν καὶ τὰ τείχη κατέσκαψαν· ἦλθον δʼ εἰς Ἀρκαδίαν καὶ μέχρι τῆς Λακωνικῆς, κατέκλεισαν δὲ τοὺς ἐν Φλιοῦντι, καὶ τῶν ἐπεξελθόντων τρόπαιον ἔστησαν, καὶ Μαντινέων πάλιν καὶ Σικυωνίων αὖθις ἐν τῷ πεδίῳ καὶ τῶν συμμάχων· παρέπλευσαν δʼ ἄχρι Βυζαντίου, καὶ πάντα τὸν περὶ Θρᾴκην τόπον διʼ αὑτῶν ἐποιήσαντο, ἐνίκησαν δὲ τοὺς ἐπιλοίπους τῶν ἁρμοστῶν καὶ τὰς φρουρὰς ἐν Μηθύμνῃ καὶ πρὸς Ἀβύδῳ. τοσοῦτον δʼ αὐτοῖς περιῆν ὥστε καὶ τοὺς Θρᾳκῶν βασιλέας διήλλαξαν. γενομένου δὲ τοῦ περὶ τὴν Καδμείαν ἀπροσδοκήτου κακοῦ μόνοι τῶν Ἑλλήνων καὶ τὸ τῆς αἰσχρᾶς εἰρήνης δίκαιον καὶ τὰ τῶν Ἑλλήνων καλὰ καὶ ὡς ἀληθῶς δίκαια ἐτήρησαν Λακεδαιμονίοις ἐπεξελθόντες· ὧν ἀμφοτέρων τί χρὴ μεῖζον εἰπεῖν περὶ τῆς πόλεως; τήν τε γὰρ εἰρήνην ἔσχατοι τῶν Ἑλλήνων συνεχώρησαν καὶ οὐ πρότερον πρὶν ἔγνωσαν ὅτι οὐ μόνον Λακεδαιμονίοις ἅμα καὶ βασιλεῖ καὶ Σεύθῃ καὶ Διονυσίῳ καὶ Πελοποννησίοις ἀνάγκη πολεμεῖν, ἐπεὶ πρὸς τοῦτό γε ὑπῆρχον παρεσκευασμένοι, ἀλλὰ καὶ τοῖς συμμάχοις τοῖς σφετέροις αὐτῶν· οὕτω προὐδόθησαν καὶ οὐδʼ οὕτως ἁπάσαις ταῖς ψήφοις ὑπέμειναν, ἀλλὰ τῶν γε πεισάντων κατέγνωσαν, ἡγούμενοι παρὰ τὴν αὑτῶν εἶναι φύσιν καὶ οὐ θεμιτὸν πρὸ τῶν τροπαίων ὁντινοῦν τῶν Ἑλλήνων βασιλέως ἀκροᾶσθαι συγχωρῆσαι.ἐπειδὴ δὲ καὶ παρὰ ταύτην τὴν εἰρήνην παρῆλθον εἰς Θήβας ὧν ἐγὼ φεύγω λέγειν τοὔνομα ἐπὶ τοιούτοις, οὐ μόνον πρῶτοι τῶν Ἑλλήνων, ἀλλὰ καὶ μόνοι τῶν πραγμάτων ἀνθήψαντο, ὥσπερ ἑρμαίου λαβόμενοι, καὶ οὐχ ἓν εἶδος εὐεργεσίας ἐπεδείξαντο, ἀλλʼ οὐδὲν εἶδος εὐεργεσίας ἀπέλιπον, δεξάμενοι μὲν τὴν φυγὴν καὶ τὴν πρᾶξιν αὐτοῖς συνθέντες καὶ προδείξαντες ὥσπερ δρᾶμα παρʼ αὐτοῖς, ἀτέλειαν δὲ καὶ πολιτείαν καὶ πάντων