Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ταῦτʼ ἐστὶν ἁγὼ τοῖς παρεξετάζειν βουλομένοις ἄχθομαι. ἴσως μὲν οὖν κἀγώ τισι ποιεῖν ἄτοπον δοκῶ, μεμφόμενος μὲν, αὐτὸς δʼ εἰς τοὺς ὁμοίους λόγους προεληλυθὼς, καὶ διʼ αὐτά γε ταῦτʼ εἰρηκὼς αὐτοὺς διʼ ἅ φημι δεῖν μὴ λέγειν. οὐ μὴν ἀλλʼ ἐξ αὐτῶν τούτων καὶ μάλιστʼ ἄν τις κατίδοι ὡς οὔτε ἡ χάρις θαυμαστὴ, ἣν οἴονται τῇ πόλει κατατίθεσθαι, οὔτʼ ἐξεπίτηδες τά γε τοιαῦτα ἀγωνιστέον. ὥστʼ εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα
ταῦτʼ εἶναι, σχεδὸν τούτου χάριν εἴρηται· χωρὶς δὲ τούτων ἄνευ βλασφημίας οἱ λόγοι γεγόνασι καὶ τῆς παραπεσούσης χρείας ἕνεκα. οὐ γὰρ ἦν ἄλλως ὃ προειλόμην ἀποδεῖξαι, ὥστʼ ἐξ ὧν ἔφευγον, ἐκ τούτων προήχθην εἰπεῖν. δοκοῦσι γάρ μοι Λακεδαιμόνιοι τὸ τοῦ παρʼ Ὁμήρῳ Τεύκρου πρὸς τὸν Αἴαντα πεπονθέναι πρὸς τὴν πόλιν. καὶ γὰρ ἐκεῖνος τῶν ἄλλων προκινδυνεύων ὡς τὸν Αἴαντα ἀναχωρεῖ καὶ διʼ ἐκείνου φαίνεται, ὡς δʼ αὕτως καὶ κρύπτεται, καὶ Λακεδαιμόνιοι οἱ τῶν Ἑλλήνων προέχοντες καὶ προκινδυνεύοντες ἐν ταῖς χρείαις παῖδες τῇ πόλει παραβαλεῖν εἰσί. τεκμήριον δέ· τῶν γοῦν ὑπαρχόντων καὶ πεπραγμένων αὐτοῖς μέγιστα ταῦτʼ ἐστὶν ὧν κεκοινωνήκασι τῇ πόλει· καὶ τούτων ἃ μὲν διείλοντο ἀπέτυχον, ἃ δὲ σὺν τοῖς ἀπὸ τῆς πόλεως ἔπραξαν, ἐνδοξότατʼ ἀνθρώπων κατώρθωσαν. οὕτω διὰ τῆς πόλεως καὶ φαίνονται καὶ κρύπτονται πάλιν. οὐ μὴν ἀλλʼ ἔγωγε οὕτω παρὰ γνώμην εἰς τούτους ἐξήχθην τοὺς λόγους, ὥστʼ ἐβουλόμην ἂν καὶ τὰ τρόπαια ἃ μέλλω λέγειν ἀπʼ ἄλλων ὑπάρχειν ἀνακείμενα τῇ πόλει καὶ μὴ ἀναγκαῖον εἶναι προστιθέναι τοῖς πολλοῖς ὅτι ἀπὸ Λακεδαιμονίων. νῦν δʼ αὐτὰ τὰ πράγματα ταύτην ἄγει, ὥστʼ οὐ τοῦ παρεξετάσαι χάριν εἰρήσεται, ἀλλὰ τοῦ μὴ παντάπασι τὰς πράξεις παρελθεῖν· καὶ γὰρ εἰσὶν ἃς παρεξέλιπον· δεῖ δὲ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου.ἐνίκησαν μὲν τοίνυν ἐν Λεχαίῳ καὶ διέφθειραν μικροῦ
πᾶν τὸ στρατόπεδον, εἷλον δὲ τὰ ἐν τῇ Κορίνθῳ φρούρια καὶ τοὺς ἐγκαθεστῶτας Λακεδαιμονίων ἐξήλασαν καὶ τὰ τείχη κατέσκαψαν· ἦλθον δʼ εἰς Ἀρκαδίαν καὶ μέχρι τῆς Λακωνικῆς, κατέκλεισαν δὲ τοὺς ἐν Φλιοῦντι, καὶ τῶν ἐπεξελθόντων τρόπαιον ἔστησαν, καὶ Μαντινέων πάλιν καὶ Σικυωνίων αὖθις ἐν τῷ πεδίῳ καὶ τῶν συμμάχων· παρέπλευσαν δʼ ἄχρι Βυζαντίου, καὶ πάντα τὸν περὶ Θρᾴκην τόπον διʼ αὑτῶν ἐποιήσαντο, ἐνίκησαν δὲ τοὺς ἐπιλοίπους τῶν ἁρμοστῶν καὶ τὰς φρουρὰς ἐν Μηθύμνῃ καὶ πρὸς Ἀβύδῳ. τοσοῦτον δʼ αὐτοῖς περιῆν ὥστε καὶ τοὺς Θρᾳκῶν βασιλέας διήλλαξαν. γενομένου δὲ τοῦ περὶ τὴν Καδμείαν ἀπροσδοκήτου κακοῦ μόνοι τῶν Ἑλλήνων καὶ τὸ τῆς αἰσχρᾶς εἰρήνης δίκαιον καὶ τὰ τῶν Ἑλλήνων καλὰ καὶ ὡς ἀληθῶς δίκαια ἐτήρησαν Λακεδαιμονίοις ἐπεξελθόντες· ὧν ἀμφοτέρων τί χρὴ μεῖζον εἰπεῖν περὶ τῆς πόλεως; τήν τε γὰρ εἰρήνην ἔσχατοι τῶν Ἑλλήνων συνεχώρησαν καὶ οὐ πρότερον πρὶν ἔγνωσαν ὅτι οὐ μόνον Λακεδαιμονίοις ἅμα καὶ βασιλεῖ καὶ Σεύθῃ καὶ Διονυσίῳ καὶ Πελοποννησίοις ἀνάγκη πολεμεῖν, ἐπεὶ πρὸς τοῦτό γε ὑπῆρχον παρεσκευασμένοι, ἀλλὰ καὶ τοῖς συμμάχοις τοῖς σφετέροις αὐτῶν· οὕτω προὐδόθησαν καὶ οὐδʼ οὕτως ἁπάσαις ταῖς ψήφοις ὑπέμειναν, ἀλλὰ τῶν γε πεισάντων κατέγνωσαν, ἡγούμενοι παρὰ τὴν αὑτῶν εἶναι φύσιν καὶ οὐ θεμιτὸν πρὸ τῶν τροπαίων ὁντινοῦν τῶν Ἑλλήνων βασιλέως ἀκροᾶσθαι συγχωρῆσαι.ἐπειδὴ δὲ καὶ παρὰ ταύτην τὴν εἰρήνην παρῆλθον εἰς Θήβας ὧν ἐγὼ φεύγω λέγειν τοὔνομα ἐπὶ τοιούτοις, οὐ μόνον πρῶτοι τῶν Ἑλλήνων, ἀλλὰ καὶ μόνοι τῶν πραγμάτων ἀνθήψαντο, ὥσπερ ἑρμαίου λαβόμενοι, καὶ οὐχ ἓν εἶδος εὐεργεσίας ἐπεδείξαντο, ἀλλʼ οὐδὲν εἶδος εὐεργεσίας ἀπέλιπον, δεξάμενοι μὲν τὴν φυγὴν καὶ τὴν πρᾶξιν αὐτοῖς συνθέντες καὶ προδείξαντες ὥσπερ δρᾶμα παρʼ αὐτοῖς, ἀτέλειαν δὲ καὶ πολιτείαν καὶ πάντων
μετουσίαν δόντες, ὥσπερ τοῖς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου μεταστᾶσιν. ἔπειθʼ ὡς καὶ τῆς διὰ τῶν ὅπλων ἐδέησε βοηθείας, ἐξελθόντες μικροῦ δεῖν ἅπαντες ὥσπερ πομπῆς ἀλλʼ οὐ κινδύνων μεθέξειν μέλλοντες, τὴν προτέραν αὐτῶν ἔξοδον μιμησάμενοι, τῇ δὲ γνώμῃ καὶ ὑπερβαλόμενοι. τότε μὲν γὰρ οὐκ οὔσης αὐτοῖς συμμαχίας πρὸς Θηβαίους ἐξῆλθον, ἐν δὲ τοῖς χρόνοις τούτοις καὶ τῶν στηλῶν τῶν περὶ τῆς συμμαχίας ὑπὸ Θηβαίων καθῃρημένων, ἀλλʼ ὅμως οὐχ ὑπελογίσαντο τὴν ἄνοιαν αὐτῶν τῇ χρείᾳ, οὐδὲ μᾶλλον τοῖς δικαίως κινδυνεύουσιν ὠργίσθησαν ἢ τοῖς ἀδίκως ἐπελθοῦσιν. οὕτω δὲ λαμπροῖς τοῖς λογισμοῖς χρησάμενοι πρέπουσαν τὴν τελευτὴν ἐπέθηκαν.
οὐ γὰρ παρὰ μικρὸν ἐνίκησαν οὐδʼ ὡς φοβῆσαι μόνον Λακεδαιμονίους, ἀλλʼ ἐκβαλόντες τὴν φρουρὰν καὶ τοὺς ἁρμοστὰς ὑποσπόνδους ἀνήγαγον εἰς τὴν ἐξ ἀρχῆς τάξιν τὴν πόλιν. καὶ τοῦτον μὲν ὑπὲρ τῆς ἐλευθερίας τὸν ἀγῶνα τῆς Θηβαίων, τὸν δʼ ἐφεξῆς ὑπὲρ αὐτῆς ἤραντο τῆς σωτηρίας αὐτῶν. παροξυνθέντων γὰρ Λακεδαιμονίων πρὸς τὸ συμβὰν καὶ μετὰ πάσης συμμαχίας ἐπελθόντων ἀντετάξαντο πρὸ τῆς πόλεως τῆς Θηβαίων, στρατηγούς τε φοβερωτέρους ἐκείνοις ἀντεπιστήσαντες ἢ ʼκεῖνοι τοὺς σὺν Ἀγησιλάῳ παρείχοντο, καὶ διὰ πάντων σωτῆρες τῇ πόλει γενόμενοι. περιίσταται δέ με παντοδαπὰ ὥσπερ ἐν συγγραφῇ τῶν αὐτῶν χρόνων, ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, ἀλλʼ οὐδʼ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς. ὧν τί παρεὶς τίνος μνησθῶ; πότερον τῆς ἐν Νάξῳ ναυμαχίας, ἔργου τοσούτου; ἢ τῶν περὶ Κέρκυραν ἀγωνισμάτων; ἢ τῶν ἐπὶ Θρᾴκης ὑπὲρ τῆς ἐκεῖ πραχθέντων Ἑλλάδος; ἢ τῶν ἐν Ἀκαρνανίᾳ; ἢ τῶν πανταχοῦ; ἢ πάντα τἄλλα ἀφεὶς ὃ μέγιστον ἔχω καὶ θαυμαστότατον καὶ μόνον ὡς ἀληθῶς τῶν Ἀθηναίων ἄξιον πρᾶξαι, τοῦτʼ εἴπω, τὸ ἐπειδὴ Θηβαῖοι Λακεδαιμονίους ἐν Λεύκτροις κρατήσαντες ἐξελεῖν ἐπενόουν καὶκατελέλειπτο τὰ πράγματα ἐν τούτῳ Λακεδαιμονίοις ὥστε δεῖν ἢ θεῶν τινα χεῖρα ὑπερέχειν, ἢ τὴν πόλιν κληρονομῆσαι τῶν ἐκείνοις ὄντων κινδύνων ἐθελοντάς· καίτοι ἀφῖκτο μὲν κατʼ ἀρχὰς εὐθὺς κήρυξ παρὰ τῶν Θηβαίων, ὡς ἐπʼ εὐαγγελίοις ἐστεφανωμένος, ἧκε δʼ ἡ Πελοπόννησος ἅπασα διδοῦσα ἑαυτὴν, κελεύουσα ἐπʼ ἀναιρέσει τῆς Σπάρτης ἡγεῖσθαι· εἰ δὲ μὴ, Θηβαίοις ἠπείλουν προσθήσεσθαι. οἱ δʼ ἐπὶ μὲν τοῖς παρὰ τοῦ κήρυκος οὕτως ἐδάκρυσαν ὥσπερ οἰκείαν τινὰ συμφορὰν ἀκούσαντες καὶ ἀπέπεμψαν ὥσπερ ἐκ τῶν βαρβάρων ἥκοντα, πλεῖστον δὴ δόξης ψευσθέντα· τὴν δὲ Λακεδαιμονίων ἐρημίαν ἀντὶ τῆς Πελοποννησίων ἑκουσίου συμμαχίας καὶ τῆς φιλίας τῶν κεκρατηκότων εἵλοντο, οὐχ ὧν ἐπεπόνθεσαν αὐτοὶ μνημονεύσαντες, ἀλλʼ ἃ πείσονται Λακεδαιμόνιοι περιοφθέντες αὑτῶν εἶναι λῦσαι νομίσαντες. ὃ δὲ δὴ μάλιστα ἄξιον τῆς ἐκείνων φύσεως ἀγασθῆναι καὶ κρεῖττον ἢ κατʼ ἄνθρωπον ἡγήσασθαι, ἐξὸν γὰρ αὑτοῖς ἀκολουθοῦντας ἔχειν Λακεδαιμονίους καὶ κατὰ γῆν καὶ κατὰ
θάλατταν, ἢ περιιδεῖν ἐπὶ κεφαλὴν ὠσθέντας, συμμάχων, περιοίκων, οἰκετῶν, ἁπάντων ἐπανεστηκότων, ἐπὶ τοῖς ἴσοις ἐδέξαντο, καὶ πορευομένης ὥσπερ φλογὸς τῆς Θηβαίων δυνάμεως ἐπὶ τὴν πόλιν τῶν Λακεδαιμονίων καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου μόνοι καὶ Ἑλλήνων καὶ βαρβάρων προστάντες ἐκώλυσαν. ἐξ ὧν οὕτως ὑπὸ πάντων ἑωρῶντο ὥστε καταστῆναι τὴν πόλιν συνέδριον τῆς συμμαχίας ἁπάσης.θαυμάζω τοίνυν τῶν τὰ Μηλίων καὶ Σκιωναίων τολμώντων προφέρειν τῇ πόλει ποῦ γῆς ἢ θαλάττης ὄντες ταῦτα κατηγοροῦσι, πότερον ταῦτα μόνα ἀκούσαντες τῶν πεπραγμένων τῇ κατὰ ἦθος πόλει, ἢ ταῖς ἑαυτῶν πατρίσιν οὐκ ἂν συμβουληθέντες καὶ ταῦτα καὶ τἄλλα ὑπάρχειν ὅσα τῇ πόλει; εἰ μὲν γὰρ οὐ συμβούλεσθαι φήσουσιν, ἀντεπιδειξάντων οἷς ἀγάλλονται· εἰ δʼ οὐκ ἂν φύγοιεν τὴν αἵρεσιν, εἴ τις αὐτοῖς διδοίη θεῶν, παυσάσθων μείζοσιν ἢ καθʼ αὑτοὺς λόγοις ἐγχειροῦντες. ἔτι τοίνυν
πότερον τῆς πόλεως ἢ τῶν συμβάντων κατηγοροῦσιν· εἰ μὲν γὰρ τῆς πόλεως, οὐδὲν, ὡς ἔοικε, τῶν μεγίστων ἐπίστανται, ἀλλʼ ἐκπέφευγεν αὐτοὺς ἀφʼ ὧν ἡ πόλις γνωρίζεται· εἰ δὲ τὰ συμβάντα μέμφονται, οὐχ ὅμοια τοῖς ἄλλοις, ὡς ἔοικεν, οἷς προείλετο ἡ πόλις νομίζοντες οὕτω μέμφονται ὥστʼ ἐξ ὧν τὸ πρᾶγμα κακίζουσι τὴν πόλιν ἐγκωμιάζουσι. τότε γὰρ κακία καὶ πόλεως καὶ ἰδιώτου δείκνυται, ὅταν ἢ μόνα τῳ προσῇ τὰ ὑπαίτια, ἢ πλείω τὰ φαῦλα τῶν ἐπιεικῶν ἐλέγχῃ τις ἢ μείζω· προσκείσθω γάρ. ὅταν δʼ ἐξετάζων διὰ πάντων ἑνὸς καὶ δυοῖν λαμβάνῃ, λέληθας ἐπαινῶν οἷς ἀφίης, ἄλλως τʼ εἰ μηδʼ ἰδιώτου ποιεῖ τὴν κρίσιν, ἀλλὰ πόλεως καὶ ταύτης πρεσβυτάτης τῶν Ἑλληνίδων καὶ ᾗ πλεῖστα ὑπάρχει τὰ δέοντα συμβάντα. εἰ δὲ δεῖ καὶ περὶ τούτων ἀποκρίνασθαι, οὐκ ἐρῶ πῶς οἱ μετὰ ταῦτα δυνηθέντες προσηνέχθησαν τοῖς αὐτοῖς τούτοις πράγμασιν· οὔτε γὰρ λυπεῖν ἔγωγε οὐδένα τῶν Ἑλλήνων προῄρημαι, ἀλλʼ ἀνεῖται τῷ γένει τῶν Ἑλλήνων ὁ λόγος φιλοτιμία κοινὴ, οὔτʼ ἂν ἑτέρους ἐπιδείξω δή που μείζω καὶ δεινότερα εἰργασμένους, ἀπολογία τοῦτʼ ἐστὶν ὑπὲρ τῆς πόλεως, ἀλλʼ ὁμολογία μᾶλλον εἰς συγγνώμην καταφεύγουσα· οὐδὲν οὖν δέομαι τοιαύτης ἀπολογίας. ἀλλά μοι δοκοῦσιν ὅλως ἠγνοηκέναι τὴν τῶν πραγμάτων φύσιν καὶ ὥσπερ ἔξω οἰκεῖν τῆς οἰκουμένης οἱ τοὺς τοιούτους παραφέροντες λόγους. πῶς γὰρ ἂν καὶ λογίζεσθαι φαίη τις αὐτοὺς περὶ τῶν ὄντων μετρίως, ἢ πῶς ὑπὲρ ἀρχῆς χρῆναι διαλέγεσθαι, εἰ τοῦτο πρῶτον
ἠγνοήκασι, τὴν φύσιν αὐτῆς; ἅπασα γὰρ δήπουθεν ἀρχὴ τῶν κρειττόνων ἐστὶ καὶ παρʼ αὐτὸν τὸν τῆς ἰσότητος νόμον· εἰ δὲ μὴ, πῶς ἴσον ἢ ποῦ δίκαιον ἢ φόρους ἐκλέγειν ἀπὸ τῆς ἀλλοτρίας, ἢ νόμους τιθέναι τοῖς οὐδὲν δεομένοις, ἢ κρίνειν τἀκείνων, ἢ προστάττειν, ἢ πολεμεῖν, ἢ κτᾶσθαι τὰ μὴ προσήκοντα; ὅλως γὰρ οὐδὲν τούτωνἀπὸ τοῦ ἴσου γίγνεται. ὥστʼ εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων καὶ σοφιστὴς εἶναι μᾶλλον βούλεται ἢ τῇ τῶν πραγμάτων φύσει συγχωρεῖν, οὐκ ἂν φθάνοι διαγράφων πάσας ἀρχάς τε καὶ δυνάμεις ἁπλῶς· ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττονος. εἶθʼ ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν, ἐλέγχων, καὶ λέγων ὡς οὐδὲ οὗτοι τοῖς ἀνθρώποις ἐξ ἴσου προσομιλοῦσιν, ἀλλʼ ᾕρηνται κρείττους εἶναι. ἀλλʼ οἶμαι ταῦτʼ ἐστὶ γωνίας ἀξίων ἀνθρώπων καὶ τὸν ἥλιον οὐχ ἑορακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι. εἰ δʼ ἀναγκαῖον τὸ πάσῃ δυναστείᾳ καὶ πάσῃ περιουσίᾳ τὰ τοιαῦτα προσεῖναι, καὶ οὗτός ἐστιν ἀρχῆς θεσμὸς, μὴ ἀπὸ τοῦ ἴσου πρὸς τοὺς ὑπηκόους κρίνεσθαι, τότε νικῶν ἀπίτω τις, ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνάμεων εἴτε καὶ βαρβαρικῶν βασιλειῶν ἡντινοῦν ἐλάττονι τῷ τῆς πλεονεξίας γιγνομένῳ χρησαμένην ἢ τὸν τῶν Ἀθηναίων ἔστι δῆμον εὑρεῖν. φανήσεται γὰρ ἃ μὲν διαφερόντως ἐβουλεύσατο ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου, ἃ δʼ ἐγκαλοῦσί τινες, οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτὼν, ἀλλὰ τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ, καὶ δυνάμει μὲν ἄρχων καταστὰς τὸ ἐξ ἀρχῆς, φιλανθρωπίᾳ δὲ τὸ
τῆς ἀρχῆς δεδοικὸς ἑκὼν μεθεὶς καὶ σχεδὸν αὐτὸς αὑτῷ τῶν ἐγκλημάτων αἴτιος γεγονώς. πλείστῳ γὰρ τῷ κοινῷ καὶ μετρίῳ πρὸς ἅπαντας χρησάμενος καὶ τρόπον τινὰ τῆς πολιτείας μᾶλλον κοινωνοὺς ποιησάμενος ἢ δυναστείας νόμῳ κατέχων, ταυτὸν τοῖς χρηστοῖς ἔπαθε τῶν δεσποτῶν· οὐ γὰρ διὰ τὴν ἄλλην ἐπιείκειαν χάριτος παρʼ ἐνίων ἔτυχεν, ἀλλʼ εἴ τι προσηνάγκασεν, ἐπιφανῶς ἔδοξε βιάζεσθαι. καὶ μὴν εἰ μὲν ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα ταῦτʼ εἰργασμένος φαίνεται, δῶμεν τοῖς ἐθέλουσι βλασφημεῖν· εἰ δὲ τοὺς μὲν ἀποστάντας καὶ παρʼ ἀξίαν ὑβρίσαντας εἰς αὐτὸν, τοὺς δʼ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας, ποτέροις ἄξιον ἐγκαλεῖν; οἶμαί γε τοῖς τὴν ἀνάγκην παρασχοῦσιν· ἐπεὶ κἀκεῖνοί μοι δοκοῦσιν ὥσπερ ἐνέχυροναὐτὸ τοῦτʼ ἔχοντες ἐπαρθῆναι καὶ τούτῳ μάλιστα πιστεύσαντες ἁμαρτεῖν, οὐ τῷ διὰ τέλους κρατήσειν τῆς πόλεως, ἀλλὰ τῷ μηδʼ ἂν ληφθῶσι μηδὲν δεινὸν πείσεσθαι, ὡς Ἀθηναίους γε πεφυκότας σώζειν. δῆλον δέ· ἃ γὰρ περὶ
Μυτιληναίων μετέγνωσαν τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; ἐκεῖνοι γὰρ ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν τῆς κρίσεως ἦν καὶ ὧν ἠδίκηντο, ἃ δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν τῆς πόλεως ἦν μόνης καὶ ἡ τριήρης τὴν τριήρη κατειλήφει. θαυμάζω δὲ εἰ τῶν μὲν ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπολογίαν τιμῶσι, τῆς πόλεως δὲ οὐχ ὁρῶσιν οἱ σεμνοὶ τὰ ἔργα διʼ οἵων καὶ ὅσων ἀπολελόγηται περὶ τούτων. καὶ ἡλίου μὲν καὶ σελήνης οὐχ ὅσα βλάπτουσι κατηγοροῦμεν, ἀλλʼ ὅσων ἀγαθῶν αἴτιοι γίγνονται θαυμάζομεν, τὴν πόλιν δʼ ἐξ ὧν ἐνίοις προσέκρουσεν, ἀλλʼ οὐκ ἐξ ὧν ἅπασιν ὡμίλησεν, οὐδʼ ἐκ τῆς ὅλης φύσεως κρινοῦμεν; οὐκ οἴομαί γε. ὥσπερ ἂν εἴ τις καὶ τῶν θεῶν κατηγοροίη τοὺς σκηπτοὺς καὶ τὰς βροντὰς, κἂν εἴ τι σεισθῇ, τὰς ὅλας καὶ κοινὰς εὐεργεσίας αὐτῶν ἀμελήσας σκοπεῖν. ἡ τοίνυν πόλις Σκιωναίους μὲν ἀνέστησε, τοὺς δʼ Ἕλληνας ἅπαντας καὶ κοινῇ καὶ καθʼ ἑκάστους ἔσωσε, καὶ ταῦτα μυριάκις. ἡδέως δʼ ἂν πυθοίμην τῶν ῥᾳδίως ἀξιούντων αὑτοὺς τὰ τηλικαῦτα κατηγορεῖν τίνας τοιούτους αὐτὴν ἀναστάτους ποιῆσαί φασιν οἵους ἀναστάτους ἐκώλυσε γενέσθαι Θηβαίους, ἢ τίνων τείχη καθελεῖν οἷα Κορινθίοις ἀνέστησεν, ἢ τίνας τοιούτους ἀνελεῖν οἵους διετήρησε Λακεδαιμονίους καὶ τὰς μετʼ ἐκείνων πόλεις, ἄλλοις τε πολλοῖς παλαιοῖς καὶ καλοῖς ἔργοις, καὶ τὰ τελευταῖα τῇ περὶ Μαντίνειαν ἀρίστῃ τῶν Ἑλληνικῶν, οἶμαι δὲ καὶ τῶν μνημονευομένων, ἱππομαχίᾳ.ὃ δʼ ὡσπερεὶ κεφάλαιον τῶν χρόνων ἐκείνων ἐστὶ καὶ ὃ πάσας τῇ πόλει καὶ τὰς ἄνω καὶ τὰς τότε πράξεις
ἐπεσφραγίσατο, Διονυσίου γὰρ τοῦ Σικελίας μὲν τυράννου, πολλῶν δὲ καὶ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπάρχοντος εἰς νοῦν ἐμβαλλομένου ἐπιθέσθαι τῇ Ἑλλάδι, τῷ μήκει τῶν πολέμων κεκακωμένῃ, καὶ τοῦτο μὲν τοὺς προσοίκους τοῖς Ἕλλησι βαρβάρους τεθεραπευκότος ἐκ πολλοῦ, τοῦτο δὲ τὸν Περσῶν βασιλέα καλοῦντος, καὶ τοῦ πράγματος ἤδη ζέοντος, ἔσχον τὴν πεῖραν Ἀθηναίων στρατηγοὶ δύο, ὁ μὲν τὰς ἀπὸ Σικελίας ναῦς προσπλεούσας ἁπάσας λαβὼν αὐτοῖς ἀνδράσιν, ὁ δὲ καταναυμαχήσας Λακεδαιμονίους ἐπὶ Λευκάδι καὶ τὴν θάλατταν διʼ αὑτοῦ ποιησάμενος. μόνη γὰρ πόλεων οὐ τύραννον ἐπηγάγετο, οὐ πλοῦτον ἐθαύμασεν, οὐκ ἀσφάλειαν, οὐχ ἡδονὰς ἀντὶ τῶν δικαίων ἠλλάξατο, ἀλλʼ ὥσπερ ἅπασι πεφυκυῖα ζῆν οὕτως ἑαυτὴν ἤγαγε. καὶ γάρ τοι πάντες, ὅσοι τῆς Ἑλλήνων ἀρχῆς ἐπεθύμησαν τῇ πόλει πολεμοῦντες διεγένοντο. καὶ Φίλιππος τοὺς μὲν ὑπερεῖδε τῶν ἄλλων Ἑλλήνων, τοὺς δʼ ἐλπίσι καὶ δωρεαῖς αὑτῷ συμπράττειν ἔπεισε· πρὸς δὲ τὴν πόλιν
πολεμῶν ἐξ ἀρχῆς διετέλεσεν, ὥσπερ ὅρον τινὰ ἀναγκαῖον ἐκπληρῶν. ἡ δὲ ἕως μὲν ἐξήρκει, τοὺς μὲν ἐξῃρεῖτο, τοῖς δʼ ἐν πατρίδος μοίρᾳ κατέστη, πάντων δὲ ὥσπερ μήτηρ ὑπὲρ παίδων προὔκαμε, μόνη δὲ τὸ σύμβολον τῆς Ἑλλάδος διετήρησε καὶ συνεσκίασε τὰς κατεχούσας τότε συμφοράς· ἐπεὶ δʼ ἔκλινε τὰ πράγματα, οὐδὲν ἦν ἐμποδὼν Φιλίππῳ, ἀλλʼ ἐδείχθη σαφῶς ὅτι καὶ αἱ νῖκαι τῆς πόλεως τῶν Ἑλλήνων εἰσὶ νῖκαι καὶ τὰ τῆς πόλεως ἐναντιώματα τῶν Ἑλλήνων ἁπάντων ἐστίν. οὐ γὰρ πρότερον τῆς ἡγεμονίας ἀπέστησαν Φιλίππῳ πρὶν ἡ πόλις τὴν εἰρήνην παρεδέξατο. ἔχων δὲ πολλὰ καὶ τῶν ὕστερον εἰπεῖν καὶ μάχας ἀτόπους καὶ τολμήματα θαυμαστὰ καὶ καρτερίας ὑπερφυεῖς, οὐκέθʼ ὁρῶ τὸν καιρὸν ἀρκοῦντα. τοσοῦτον δʼ ἔτι προσθεὶς τοῖς περὶ τούτων λόγοις ἀπαλλάττομαι· τέτταρας ὡς διελέσθαι γένει πολέμους ἡ πόλις πεποίηται, τοὺς μὲν αὑτῆςἰδίους, τοὺς δʼ ὑπὲρ τοῦ κοινοῦ τῆς Ἑλλάδος, τοὺς δʼ ὑπὲρ τῶν ἐν μέρει δεηθέντων, κἀν τούτοις αὐτοῖς τοῖς δεηθεῖσιν ἔνεισιν ὑφʼ ὧν ἠδίκητο καὶ οἷς ἐγκαλεῖν εἶχεν ἐκ τῶν πρόσθεν. φημὶ τοίνυν ἐγὼ τουτὶ μόνον τὸ σχῆμα τοῦ πολέμου πάσας ὁμοῦ τὰς Ἑλληνικὰς πράξεις ἐλέγχειν ὑστέρας οὔσας. πλείους γάρ εἰσιν οὓς ἡ πόλις ἀγνωμονήσαντας εἰς αὑτὴν ἔσωσεν ἢ ὅσοις μᾶλλον χάριν εὖ
ποιήσασιν ἀπεμνημόνευσε, λέγω δὴ Θηβαίους ἀπὸ Λακεδαιμονίων, Κορινθίους ἀπὸ Λακεδαιμονίων, Λακεδαιμονίους ἀπὸ Θηβαίων, Εὐβοέας ἀπὸ Θηβαίων, ὅτε διττῆς ἀρετῆς δείγματα ἐξήνεγκε, τοῖς μὲν τὰς πόλεις φυλάξασα καὶ τὴν χώραν ὑφʼ ὧν ἀπεστέρητο τὴν αὑτῆς, τοὺς δʼ ὡς ἐκράτησεν ὑποσπόνδους ἀφεῖσα, αὖθις Εὐβοέας ἀπὸ Φιλίππου, Βυζαντίους, Περινθίους, Χερρονησίτας, Χαλκιδέας τὸ καθʼ αὑτὴν, ἑτέρους μυρίους. ἀνθʼ ὧν εἰ χρῆν ὥσπερ ἰδιώτου πόλεως εἰκόνα ποιήσασθαι, τῆς Ἀθηναίων προσῆκε μόνης καὶ τιμᾶν ὥσπερ ἄγαλμα κοινὸν τῆς Ἑλλάδος. ὅπερ γὰρ τῇ πόλει τὸ πρυτανεῖον, τοῦθʼ ἡ πόλις πᾶσι κοινῇ γέγονε τοῖς Ἕλλησιν ἐν ταῖς χρείαις, τῶν τροπαίων καὶ τῶν ἐπιγραμμάτων καλλίους ἀεὶ παρασχομένη τὰς ὑποθέσεις.ὃ τοίνυν ἔξω μὲν κινδύνων πέπρακται, οὐδενὸς δʼ ἧττον ἐμφανίζει τί ποτʼ ἦν τὸ τῶν Ἀθηναίων πρᾶγμα, ἐν μὲν τοῖς ἄνω λόγοις ἡμᾶς διέφυγε, νῦν δʼ ἴσως οὐ χεῖρον ἀποδοῦναι. γενομένων γὰρ αὐτοῖς συνθηκῶν πρὸς Λακεδαιμονίους, ἐὰν κρατήσωσι τῶν βαρβάρων, ἀνελεῖν τοὺς μηδίσαντας, ἐπειδὴ παρῆλθον οἱ κίνδυνοι, τῆς ἔχθρας ἐπελάθοντο. καὶ Λακεδαιμονίους ὡρμημένους ποιεῖν τὰ δεδογμένα διεκώλυσαν, ὁρῶντες τῶν πόλεων τὸ πλῆθος, αἷς ἔμελλεν ἡ Ἑλλὰς ἐλάττων γενήσεσθαι· οὕτως οὐ μόνον τῷ κοινῷ γένει τῶν Ἑλλήνων, ἀλλὰ καὶ τοῖς ἐξ ἀρχῆς ἁμαρτοῦσι καὶ εἰς αὑτὴν καὶ εἰς τοὺς Ἕλληνας ἐλυσιτέλησεν ἀεὶ δή ποθʼ ἡ πόλις, καὶ ὅσα ἐνίκησεν ἀκριβῶς ὑπὲρ ἁπάντων ἐνίκησε.
καὶ περὶ μὲν τούτων ἱκανά. ὧν δʼ οὐδεὶς τὸ μέχρι τοῦδε, ὅσα γʼ ἡμεῖς σύνισμεν, ἐν ταῖς κοιναῖς εὐφημίαις ἐμνήσθη, ταῦτʼ οὐ πρὶν εἰπεῖν παύσομαι. καὶ γὰρ ὥσπερ οὐ θεμιτόν μοι φαίνεται λόγοις τὰς πράξεις κοσμοῦντα τοῦ κατʼ αὐτοὺς τοὺς λόγους μέρους παρελθεῖν τὴν μνείαν. μόνοι γὰρ ἁπάντων ἀνθρώπων, τὸ λεγόμενον δὴ τοῦτο, ἀναίμακτον τρόπαιον ἐστήσατε, οὐκ ἀπὸ Βοιωτῶν οὐδʼ ἀπὸ Λακεδαιμονίων οὐδὲ Κορινθίων, ἀλλʼ ἀπὸ τῶν ὁμοφύλων ἁπάντων, —λέγω δὲ οὐχ ὡς ἄν τις Ἕλληνας προσείποι πρὸς βαρβάρους ἀντιδιαιρούμενος, ἀλλʼ ἀπὸ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων—καὶ νίκην ἀνείλεσθε ἔντιμον καὶ μεγάλην κατὰ παντὸς τοῦ χρόνου, οὐ κατὰ τὴν ἐν Τανάγρᾳ μάχην τὴν ἀμφισβητήσιμον οὐδὲ μὰ Δία κατὰ τὴν ἐν Μαραθῶνι τὴν τοσοῦτον νικῶσαν, ἀλλʼ ὡς ἀληθῶς τὴν πρέπουσαν ἀνθρώπῳ καὶ διηνεκῆ καὶ ἣν Διὸς παῖδα προσειπεῖν εὐσεβές. ἅπασαι γὰρ αἱ πόλεις καὶ πάντα τὰ τῶν ἀνθρώπων γένη πρὸς ὑμᾶς καὶ τὴν ὑμετέραν δίαιταν καὶ φωνὴν ἀπέκλινε. καὶ οὐ φρουραῖς ἐγκαθεστηκυίαις ἡ δύναμις τῆς πόλεως συνέχεται, ἀλλὰ πάντων ἐξεπίτηδες τὰ ὑμέτερα ᾑρημένων καὶ εἰσποιούντων ἑαυτοὺς, ὡς δυνατὸν, τῇ πόλει, συνευχομένων καὶ παισὶ καὶ ἑαυτοῖς τοῦ παρʼ ὑμῖν καλοῦ μεταλαβεῖν· καὶ οὔτε Ἡρακλέους στῆλαι κωλύουσιν οὔτε Λιβύης κολωνοῖς ταῦτα ὁρίζεται, οὐδʼ αὖ Βοσπόρῳ ὁποτέρῳ βούλει, οὐδὲ στενοῖς Συρίας καὶ Κιλικίας, ἀλλὰ πᾶσαν τὴν γῆν τύχῃ τινὶ θείᾳ ζῆλος ἐπέρχεται τῆς ὑμετέρας σοφίας καὶ συνηθείας, καὶ ταύτην μίαν φωνὴν κοινὴν ἅπαντες τοῦ γένους ἐνόμισαν, καὶ διʼ ὑμῶν ὁμόφωνος μὲν πᾶσα γέγονεν ἡ οἰκουμένη, ἴδοις δʼ ἂν καὶ τοὺς ἡνιόχους καὶ τοὺς νομέας καὶ τοὺς ἀπὸ τῆς
θαλάττης ζῶντας καὶ πάντα ὅσα ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ χώρας τῆς παρʼ ὑμῶν φωνῆς ἐχομένους καὶ πειρωμένους τῆς γῆς ἀνθάπτεσθαι, καθάπερ τοὺς νεῖν ἀδυνάτους. ταύτην ἐγώ φημι τὴν μαρτυρίαν, ὦ Λακεδαιμόνιοικαὶ πάντες Ἕλληνες, καὶ παρʼ ὑμῶν αὐτῶν καὶ τῶν παρʼ ὑμῖν πρώτων διαφερόντως εἰσέτι νῦν ἐφʼ ἑκάστῃ ἡμέρᾳ τελεῖσθαι τῇ πόλει τῆς νίκης· οἳ τὰς μὲν πατρίους φωνὰς ἐκλελοίπασι καὶ καταισχυνθεῖεν ἂν καὶ ἐν σφίσιν αὐτοῖς διαλεχθῆναι τὰ ἀρχαῖα παρόντων μαρτύρων· πάντες δὲ ἐπὶ τήνδε ἐληλύθασιν ὥσπερ ὅρον τινὰ παιδείας νομίζοντες. ταύτην ἐγὼ τὴν μεγάλην ἀρχὴν καλῶ τὴν Ἀθηναίων, οὐ τριήρεις διακοσίας, ἢ πλείους, οὐδʼ Ἰωνίαν, οὐδʼ Ἑλλήσποντον, οὐδὲ τὰ ἐπὶ Θρᾴκης, ἃ μυρίους μεταβέβληκεν ἄρχοντας. τοσοῦτον γὰρ τὸ διάφορον τῶνδε τῶν λόγων πρὸς ἅπαντας τοὺς ἄλλους ἐξ ἀρχῆς τε ἦν καὶ ἔτι μᾶλλον ἐξεφάνη τῷ χρόνῳ, ὥστʼ οὐ μόνον ἐκλελοιπότων σχεδὸν ἤδη τῶν ἄλλων οἵδε τοσοῦτον ἀνθοῦσιν, ἀλλὰ καὶ φήσειεν ἄν τις ἁπάσας τὰς τῶν ἄλλων φωνὰς καὶ μὴ ὅτι βαρβάρων, ἀλλʼ αὐτῶν τῶν Ἑλλήνων τοῖς τῶν ψελλιζομένων παίδων ῥήμασι προσεοικέναι ὡς τῇ παρʼ ὑμῶν παραβαλεῖν. μέχρι μὲν γὰρ δυοῖν καὶ τριῶν ῥημάτων κἂν ἀκούοι τις κἂν τέρποιτο ὥσπερ ἐν παιδιᾷ, τὸ δὲ λοιπὸν κόρος ἤδη καὶ πάντα ἐλέγχεται· μόνη δὲ ἥδε πάσαις μὲν πανηγύρεσι, πᾶσι δὲ συλλόγοις καὶ βουλευτηρίοις σύμμετρος, ἔτι δὲ ἅπασι καὶ καιροῖς καὶ τόποις ἀρκεῖ καὶ διʼ ἴσου πρέπει· δύο γὰρ τὰ πρῶτα σχεδὸν ὡς εἰπεῖν κέκτηται μόνη, σεμνότητα λέγω καὶ χάριν. ἀλλὰ μὴν τοῦ γε διὰ πάντων ἀγῶνος καὶ τόνου καὶ δρόμου καὶ κράτους τίς ἂν
οἷός τʼ εἴη πλησίον ἐλθεῖν, ἑτέραν κομίζων γλῶτταν, καὶ οὐχ ὡς ἀληθῶς παῖς ἀνδρὸς ἡττηθεὶς ἄπεισιν, ἵνʼ εὐπρεπῶς εἴπω; καὶ γάρ τοι πᾶσα μὲν ποίησις ἡ παρʼ ὑμῶν ἀρίστη καὶ τελεωτάτη, καὶ ὅση σεμνότητος καὶ ὅση χαρίτων προέστηκεν. εἰ δὲ δεῖ καὶ τῆς Ὁμήρου μνησθῆναι, μετέχει καὶ ταύτης τῆς φιλοτιμίας ἡ πόλις, οὐ μόνον διὰ τῆς ἀποίκου πόλεως, ἀλλʼ ὅτι καὶ ἡ φωνὴ σαφῶς ἐνθένδε. ἅπαντες δὲ οἱ λόγοι διὰ πάντων τῶν εἰδῶν οἱ παρʼ ὑμῖν ἄριστοι καὶ οὓς οἱ παρʼ ὑμῶν ἐποίησαν, καὶ σχεδὸν οἱ διὰ πάντων ἐν Ἕλλησι νικήσαντες ἅπαντες τῇ τῶνἈθηναίων δυνάμει νενικήκασιν. εἰ δὲ δή τι καὶ τὸ καθʼ ἡμᾶς—τοῦτο νῦν ἐστι θεῶν ἵλεων ὄντων—καὶ τοῦτʼ εἰς ὑμᾶς ἀναφέρει, οὔκουν ξενίαν γʼ ἔστι τῶν λόγων καταγνῶναι· ὥσπερ γὰρ προειδυῖα ἐξ ἀρχῆς ἡ φύσις περὶ τῆς πόλεως ὅσον τοῖς ἔργοις προέξει τῶν ἄλλων, κατεσκευάσατο αὐτῇ πρὸς ἀξίαν τοὺς λόγους, ἵνα αὐτή τε κοσμοῖτο ὑπὸ τῶν ἑαυτῆς ἀγαθῶν κἄν τισι τῶν ἄλλων δέῃ, καὶ τοῦτʼ ἔχοι μετὰ τῶν ἄλλων χαρίζεσθαι. πρότερον μὲν οὖν τοὺς καταφεύγοντας ἐφʼ ὑμᾶς τῶν Ἑλλήνων διεσώζετε, νυνὶ δʼ ἀτεχνῶς πάντας ἀνθρώπους καὶ πάντα γένη τῇ καλλίστῃ τῶν εὐεργεσιῶν ἀνέχετε, ἡγεμόνες παιδείας καὶ σοφίας ἁπάσης γιγνόμενοι καὶ πάντας ἁπανταχοῦ καθαίροντες. τῇ μὲν γὰρ τῶν Ἐλευσινίων τελετῇ τοῖς εἰσαφικνουμένοις ἐξηγηταὶ τῶν ἱερῶν καὶ μυσταγωγοὶ κέκλησθε, διὰ παντὸς δὲ τοῦ χρόνου πᾶσιν ἀνθρώποις
τῶν εἰς τὸ μέσον εἰσφορῶν ἱερῶν ἐξηγηταὶ καὶ διδάσκαλοι καθεστήκατε· ἀνθʼ ὧν ἅπαντας ταῖς πρεπούσαις ἐπῳδαῖς ἐφέλκεσθε, οὐκ ἴυγγι ὑποκινοῦντες, ἀλλὰ τῷ καλλίστῳ τῶν φαρμάκων, τῷ λόγῳ, ὅπερ οἱ θεοὶ πάντων ἀντάξιον ἀνθρώπῳ μόνῳ τῶν ἄλλων ἐδωρήσαντο. ὥστε τὰς μὲν ἄλλας πόλεις, ἃς ἕκαστοι τιμῶσι, μετὰ τὴν ἑαυτῶν φαῖεν ἂν οἶμαι πατρίδα, ἐπὶ δὲ τῆς Ἀθηναίων ἀντέστραπται, καὶ πάντες οὐ τὴν ὑμετέραν εἴποιεν ἂν τιμᾶν μετὰ τὴν ἑαυτῶν, ἀλλὰ τὴν ἑαυτῶν μετὰ τὴν ὑμετέραν, ὡς ταύτην οὖσαν τὴν ὡς ἀληθῶς οἰκείαν καὶ προτέραν, καὶ οὐδʼ ἂν εἷς νεμεσήσαι. ὥσπερ γὰρ τοὺς θεοὺς καὶ πρὸ τῶν γονέων τιμᾶν νενόμισται, ὡς κοινοὺς ὄντας ἁπάντων γονέας τε καὶ εὐεργέτας, οὕτω τὴν κοινὴν πατρίδα τοῦ γένους πρὸ τῆς ἰδίας εὐσεβὲς τιμᾶν.ἄξιον τοίνυν καὶ τὸ τῆς αἰδοῦς εἰπεῖν ὅσον παρὰ πάντων ἐστί τε καὶ γέγονε τῇδε τῇ πόλει καὶ κατὰ πάντας ἀεὶ τοὺς χρόνους. οὐ γὰρ μόνον εὐθενούσης τῆς Ἑλλάδος ἠξιοῦτο τῶν πρωτείων, ἀλλὰ κἀν ταῖς μεταβολαῖς οὐδεμία ἐστὶν ἥτις ἐξ ἴσου ταύτῃ γεγένηται. φίλιππός τε γὰρ εὐτυχήσας τῇ περὶ Χαιρώνειαν μάχῃ τὴν μὲν Θηβαίων πόλιν εὐθὺς φρουρᾷ κατέλαβε, τὴν δὲ τῶν
Ἀθηναίων οὐδʼ ἰδεῖν ὑπέμεινεν, ἀλλʼ ἔστη κατὰ χώραν αἰδοῖ τοῦ κρείττονος. καὶ σιωπῶ τὸν Ἀλέξανδρον, ὡς ἀεὶ πρὸς αὐτὴν ἔσχε θεραπευτικῶς. ἥ τε νῦν ἀρχὴ γῆς τε καὶ θαλάττης, εἴη δὲ ἀθάνατος, οὐκ ἀναίνεται τὰς Ἀθήνας μὴ οὐκ ἐν διδασκάλων καὶ τροφέων μέρει κοσμεῖν, ἀλλὰ τοσαύτη τῶν τιμῶν ἐστιν ἡ περιουσία ὥστε τοσοῦτον ἑτέρως ἡ πόλις πράττει τὰ νῦν ὅσον οὐ πραγματεύεται. τὰ δὲ τῆς ἄλλης εὐδαιμονίας μικροῦ δεῖν παραπλήσιά ἐστιν αὐτῇ τοῖς ἐπʼ ἐκείνων τῶν χρόνων, ὅτʼ εἶχε τῆς Ἑλλάδος τὴν ἀρχὴν, καὶ προσόδων ἕνεκα καὶ προεδρίας καὶ τοῦ παρὰ πάντων συγκεχωρηκότος. ὃ δὲ πάντων θεοφιλέστατον, ὅτε μὲν γὰρ ἤνθει τὰ τῶν Ἑλλήνων, διετέλει καὶ Ἕλληνας καὶ βαρβάρους νικῶσα, ὧν δὲ μόνων ἔδοξεν ἔλαττον ἔχειν ἐν τοῖς ὕστερον, τούτων τοσούτῳ κάλλιον ἀπήλλαξε καὶ εὐτυχέστερον εἰς τέλος, ὥστε τῶν μὲν αἱ πόλεις ἀπολώλασιν, ὅσαι δὲ καὶ λοιπαὶ, τῷ τῆς ἀρχῆς ἄγονται νόμῳ καὶ φόροις καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὑποκείμεναι ὑποτελεῖς· ἡ δʼ οὐ τοσοῦτον ἠλαττώθη τότʼ οὐδʼ εἰς τοσοῦτον τοῦ χρόνου ἐξ ὅσου καὶ ὅσῳ μέχρι τοῦδε οὐ μόνον πρὸ ἐκείνων, ἀλλὰ καὶ πρὸ τῶν ἄλλων τετίμηται. δῆλον δέ· Πέλλῃ μὲν γὰρ οὐδεὶς ἂν φιλοτιμοῖτο πατρίδι οὐδὲ Αἰγαῖς, Ἀθηναῖος δὲ οὐδείς ἐστιν Ἑλλήνων ὅστις
οὐκ ἂν εὔξαιτο μᾶλλον ἢ τῆς ὑπαρχούσης πόλεως πολίτης γεγονέναι. οὐ μόνον δὲ τὰ τῶν ἰδιωτῶν οὕτω πρεσβεύουσι τὰς Ἀθήνας, ἀλλὰ καὶ πόλεις αἱ μὲν ὡς ἀληθῶς ἐνθένδε καὶ παρʼ ὑμῶν οἰκισθεῖσαι ἥδιον ἂν ὡς ἀφʼ ὑμῶν εἰσιν εἴποιεν ἢ τὴν ἴσην ὑμῖν κτήσαιντο δύναμιν, αἱ δὲ κύκλῳ περιέρχονται ζητοῦσαι τρόπον τινὰ εἰς ὑμᾶς ἀνενεγκεῖν. ἀλλὰ μὴν πέντε μέν ἐστι μνήμη βασιλειῶν, μὴ γένοιτο δὲ πλειόνων· τούτων δʼ ἐπὶ μὲν τῆς Ἀσσυρίων τῆς πρεσβυτάτης αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις, καὶ ὅσα τῶν θείων, εἰς τοῦτον ἐμπίπτει τὸν χρόνον· ἐπὶ δὲ τῆς δευτέρας ᾔρετο ἡ πόλις· τὴν δὲ τρίτην διὰ τέλους ἐνίκησεν· ἐν δὲ τῇ τετάρτῃ μόνη μὲν ἀντέσχεν, ἄριστα δὲ ἀπήλλαξετῶν ἄλλων. ἐπὶ δὲ τῆς πάντα ἀρίστης καὶ μεγίστης τῆς νυνὶ καθεστηκυίας τὰ πρεσβεῖα παντὸς ἔχει τοῦ
Ἑλληνικοῦ, καὶ πέπραγεν οὕτως ὥστε μὴ ῥᾳδίως ἄν τινα αὐτῇ τἀρχαῖα ἀντὶ τῶν παρόντων συνεύξασθαι. γνοίη δʼ ἄν τις ὅσον τῇ πόλει περίεστιν ἐκ τοῦ παντὸς αἰῶνος, εἰ τὰ ὑπάρχοντα αὐτῇ, πάντα μὲν οὐκ ἴσως δυνατὸν, μᾶλλον δὲ σαφῶς ἀδύνατον, ἀλλʼ ὅσα γε ἐγχωρεῖ μερίσας ἄλλο ἄλλῃ χώρᾳ καὶ πόλει προσθεὶς, εἶτα ἀγῶνα τῷ λόγῳ ποιήσειε, καθάπερ ποιητῶν ἢ χορῶν· οὐ γάρ μοι δοκεῖ τὴν νικῶσαν εὑρεῖν ἂν ῥᾳδίως· οἷον εἰ φιλοτιμοῖτο ἡ μὲν ὡς πρώτη τεκοῦσα τὸ τῶν ἀνθρώπων γένος, ἡ δʼ ὡς πρώτη δείξασα τοὺς καρποὺς, ἡ δὲ ὡς πλείστοις μεταδοῦσα, ἡ δέ τις ὡς νόμους καταδείξασα, ἡ δὲ πανηγύρεις, ἡ δʼ ὡς ἐν καλλίστοις κεῖται γῆς ἅμα καὶ θαλάττης, ἡ δὲ τοῖς τῆς σοφίας ἀγαθοῖς ἀγάλλοιτο, ἡ δὲ τὰς ἐν τοῖς πολέμοις πράξεις καταλέγοι, ἄλλη δὲ ὅσους ὑπεδέξατο τῶν Ἑλλήνων, ἡ δὲ τὰς ἀποικίας ἃς ἀπέστειλεν, ἡ δʼ ὅ τι καὶ δοίη τις αὐτῇ τῶν ὑπαρχόντων τῇ πόλει, φήμʼ ἔγωγε μάλιστʼ ἂν οὕτω γενέσθαι καταφανὲς ὁπόσοις τισὶ τοῖς κρείττοσιν ἡ πόλις ὑμῖν τὰς ἄλλας παρελήλυθεν. ἃ γὰρ ἐξαρκεῖ νειμαμένῃ τῇ Ἑλλάδι, ταῦτα μόνη συλλήβδην ἔχει. καὶ τοίνυν ὥσπερ τοῖς ἅπασι τοσοῦτον περίεστιν, οὕτω καὶ καθʼ ἕκαστον αὖ πολλοῖς τοῖς εἰς ταυτὸν φέρουσιν ἀγάλλεται.οἷον τῶν μὲν θείων εὐθέως δύο μὲν τὰ πρῶτα καὶ μέγιστα, ἥ τε ἐκ τῶν θεῶν τιμὴ καὶ ἡ περὶ τοὺς θεοὺς σπουδή. τούτων δʼ αὖ τῆς μὲν παρὰ τῶν θεῶν τιμῆς πότερον τὰς ἐπιδημίας εἴποι τις, αἷς τὸ κοινὸν ἐτίμησαν, ἢ τὰς τροφὰς αἷς ἔθρεψαν τοὺς ἐν τέλει καθάπερ παῖδας ἑαυτῶν; ἢ τὰς δίκας ἃς ἐποιήσαντο; καὶ τῶν γε δικῶν αὖ πότερον ἃς πρὸς ἀλλήλους περὶ τῆς πόλεως ἐποιήσαντο, ἢ τὰς ἐν τῇ πόλει πρὸς ἀλλήλους ὑπὲρ τῶν
διαφόρων, ἢ τὰς ἀναμὶξ ἥρωσι καὶ θεοῖς ἐν θεοῖς δικασταῖς ἐνταυθοῖ γενομένας; καὶ μὴν τῶν γε δωρεῶν ὡσαύτως οὐ ῥᾴδιον τὴν μεγίστην εὑρεῖν. ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις, ἡ μὲν τοὺς Δήμητρος καρποὺς κομίζουσα, ἡ δὲ τοὺς τοῦ Διονύσου, καὶ τούτους οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων· ἡ δὲ τρίτη λεγέτω τὴν τῆς Ἀθηνᾶς δωρεὰν, καὶ ταύτην διπλῆν, ἆρʼ οὐ πολλαῖς πόλεσι μεριζόμενα ἐξαρκεῖ
τὰ ἐκ τῶν θεῶν ἑκάστῃ φιλοτιμεῖσθαι ὡς ἐχούσῃ τὸ κάλλιστον; αὖθις τοίνυν τὰ πρὸς τοὺς θεοὺς, τοῦτο μὲν οἱ νεῲ, τοῦτο δὲ αἱ διʼ ἔτους θυσίαι καὶ πρόσοδοι· ὧν τὰ μὲν παρʼ ὑμῖν πρώτοις γεγένηται, τὰ δʼ εἰς ὑπερβολὴν ἔτι καὶ νῦν γίγνεται· τὰς δʼ ἀρρήτους τελετὰς, ὧν τοῖς μετασχοῦσι καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν βελτίω τὰ πράγματα γίγνεσθαι δοκεῖ, τίς οὐκ ἂν ἐξαρκεῖν φαίη πᾶσιν ἓν ἀντιθεῖναι; ἀλλὰ μὴν ἥ γε πρὸς τοὺς ἀνθρώπους ὁμιλία τίνʼ ἐκπέφευγε τρόπον εὐεργεσίας; πρῶτον μέν γε ἡ τῶν καρπῶν μετάδοσις, ἔπειθʼ ἡ τῶν τελετῶν ἑτέρα, τρίτον ἡ κατὰ τοὺς πολέμους προστασία, τέταρτον ἡ διὰ τῆς σοφίας ἀεὶ πᾶσι γιγνομένη καὶ εἰς τοὺς ἰδίους οἴκους καὶ εἰς τὰ κοινὰ τῶν πόλεων ἐπικουρία. τῆς τοίνυν σοφίας αὐτῆς πότερον τοὺς νόμους εἴπωμεν, οἷς ἔτι νῦν οἱ πολλοὶ χρῶνται τοῖς ὑμετέροις, ἢ τοὺς λόγους; καὶ τῶν λόγων πότερον τοὺς περὶ τὴν ῥητορείαν, ἢ τοὺς διαλεκτικοὺς, ἢ τὴν ποίησιν, ἢ τὴν ἄλλην συγγραφὴν, εἰ δὲ βούλει, τί τῆς ποιήσεως εἶδος; ὅ τι γὰρ πρῶτον ἢ τελευταῖον εἴποις τῆς πρώτης ἐστὶ τῇ πόλει.σκόπει δὴ καὶ τὰ τῶν πολέμων, τοῦτο μὲν τοὺς ἰδίους ἀγῶνας, τοῦτο δὲ τοὺς ὑπὲρ τῶν ἄλλων, αὖθις αὖ τὰ ἐν τῇ οἰκείᾳ κατορθώματα, καὶ πάλιν γε τὰ ἐν τῇ ὑπερορίᾳ ὁμοίως Ἑλλάδι καὶ βαρβάρῳ· καὶ πότερον τὴν ἀνδρείαν, ἢ τὴν φιλανθρωπίαν ἐρεῖς τὴν ἐν αὐτοῖς τοῖς πολέμοις ἐνοῦσαν; ὥσπερ γὰρ ἐν μιᾷ πηγῇ πάνθʼ ὅσα ἂν μερίσῃς πάλιν εἰς ἄλληλα συρρεῖ καὶ μίγνυται, εἰς μὲν τὰς εὐεργεσίας οἵ τε πόλεμοι τῇ χρείᾳ τῶν δεηθέντων καὶ
τὰ ἀπὸ τῆς σοφίας ἀγαθὰ, εἰς δʼ αὖ τοὺς πολέμους τά τε οἰκεῖα καὶ τὰ ὑπὲρ τῶν δεηθέντων. πάλιν τοίνυν τῶν ἢ ὑπὲρ αὑτῶν ἢ ὑπὲρ τῶν ἄλλων πολέμων πότερον τὰς ναυμαχίας χρὴ λέγειν, ἢ τὰς πεζομαχίας, ἢ τὰς ἱππομαχίας, ἢ τὰς τειχομαχίας; πάντα γὰρ ταῦτα κρατίστη ἡ πόλις. εἰ δʼ αὖ βούλει, τί τῶν ἐν τῇ θαλάττῃ μέγιστον αὐτῆς, ἢ τί τῶν κατʼ ἤπειρον; τρεῖς δʼ οὖν ὅροι ταύτῃ κείσθων, οἷς εἰ μὴ ἑαυτὴν, ἀλλὰ τούς γε ἄλλους ἀναμφισβητήτως ὑπερβέβληκε· πεζομαχία μὲν ἡ Μαραθῶνι, ναυμαχία δʼ ἡ ἐν Σαλαμῖνι, ἱππομαχία δὲ, ἀπορῶ μὲν ἥντινα κρίνω, ἔστω δὲ ἡ ἐν Μαντινείᾳ· τειχομαχίας μὲν γὰρ οὐδʼ ἠμφισβήτησεν οὐδεὶς πώποτε. καὶ τοίνυν πότερον τῷ πλήθει τῶν τροπαίων, ἢ τῷ μεγέθει τῶν ἔργων
θησόμεθα; ἢ πῶς τὴν ἀξίαν ἀποδώσομεν; οὕτω καὶ διὰ πάντων καὶ διʼ ἑκάστου πολλαχῶς νικᾷ. καὶ γὰρ ἀγῶνας πλείστους καὶ μεγίστους καὶ ὑπὲρ καλλίστων ἐποιήσατο, καὶ τρόπαια πλεῖστα καὶ κάλλιστα ἐκ τῶν Ἀθηνῶν, καὶ λόγοι πλεῖστοι καὶ κάλλιστοι καὶ διὰ πάντων ὑπερέχοντες οἱ τῆσδε τῆς πόλεως· προσθήσω δὲ καὶ παρὰ τῆσδε καὶ στρατηγοὶ σοφώτατοι καὶ ὀξύτατοι καὶ ἀσφαλέστατοι καὶ δικαιότατοι καὶ πλείους ἢ σύμπαντες οἱ τῶν Ἑλλήνων. ἵνα δʼ εἴπω κεφάλαιον, τρισὶ τούτοις ὁ τῶν ἀνθρώπων βίος πληροῦται, τῇ τῶν ἀναγκαίων εὐπορίᾳ, τοῖς τῆς παιδείας καλοῖς, τῇ τῶν πρὸς τὸν πόλεμον κατασκευῇ· δυοῖν γὰρ ὄντοιν καιροῖν, εἰρήνης καὶ πολέμου, τὸ μὲν ἀμφοῖν κοινόν ἐστι, τὸ δὲ τῷ τῆς εἰρήνης ἀνεῖται καιρῷ, τὸ δὲ ἀμύνεσθαι δυνατοὺς εἶναι ποιεῖ περὶ τῶν ὑπαρχόντων. τούτων τοίνυν ἔστω μὲν ὅ τί τις βούλεται μέγιστον· τριῶν δʼ εἶναι πόλεων δεδόσθω ταῦτα, ἑκάστῃ ἕκαστον· φημὶ τοίνυν ἐγὼ καθʼ ἣν ἄν τις αὐτῶν κρίνῃ, τῆς πόλεως εἶναι τὸ νικᾶν. πάντα γὰρ αὕτη δείξασα καὶ πάντων ἐπὶ πλεῖστον προελθοῦσα φανήσεται· οὕτω πᾶσι τοῖςκριταῖς νικᾷ καὶ πρός γε ἔτι ταῖς χώραις ἁπάσαις· ὥστʼ οὐκ ἄν τις ὀκνήσειεν εἰπεῖν ὅτι χρὴ καὶ πρώτην καὶ δευτέραν καὶ τρίτην αὐτὴν ἐν τοῖς Ἕλλησι κηρύττειν, ὥσπερ ἐν ἅρμασιν, εἰ δὴ καὶ ἅρμα γε ἀπὸ τῶν Ἀθηνῶν τὸ ἀρχαῖον, οὐκ ἀπὸ τῆς Σικελίας. εἶεν. ἀλλὰ ταῦτα μὲν τοιαῦτα.
τὰ δʼ αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης κατασκευῆς τίς οὐκ ἂν ἄξια τῆς ὅλης τύχης εἴποι καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος; τοῦτο μὲν αὐτὸν τὸν κύκλον τοῦ ἄστεος, μέγιστον μὲν τῶν Ἑλληνικῶν, κάλλιστον δὲ τῶν πανταχοῦ. καὶ σιωπῶ τείχη καθήκοντά ποτε ἐπὶ θάλατταν, ἡμερησίας ὁδοῦ μῆκος τὰ σύμπαντα, καὶ πρὸς τῇ θαλάττῃ κύκλους ἑτέρους ἀντιστρόφους τῶν περὶ τὴν πόλιν. ἀλλὰ τοὺς δήμους πάρεστι δή που θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεών εἰσι κατεσκευασμένοι, καὶ πάντα δὲ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ. τῶν μὲν αὐτοφυῶν, ἀήρ τε οὗτος ἐξαίρετος τοῦ πολλοῦ καὶ λιμένες τοσοῦτοι, ὧν εἷς ἕκαστος ἀντάξιος πολλῶν. ἔτι δʼ αὐτῆς τῆς ἀκροπόλεως ἡ θέσις καὶ τὸ ὥσπερ αὔρας εὔχαρι προσβάλλον πανταχοῦ. ὃ δὲ καὶ ἐν αὐτοῖς τούτοις ἄξιον ἐπισημήνασθαι, ταῖς μὲν γὰρ ἄλλαις πόλεσιν, ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ, τῆς γε αὑτῶν χώρας ἐπιεικῶς ἡττᾶσθαι συμβέβηκε, τοῦ δὲ τῆς πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος ἄριστος καὶ καθαρώτατός ἐστιν ὁ τῆς πόλεως ὑπερέχων. γνοίης δʼ ἂν αὐτὴν ἐπὶ τῇ πόρρωθεν ὥσπερ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι.
καὶ τὰ μὲν παρὰ τῆς φύσεως τοιαῦτα, πολλὰ τῶν ὄντων
ἀφελόντι. τῶν δʼ αὖ τῆς τέχνης τί χρὴ μέγιστον θεῖναι ἢ τί πρῶτον εἰπεῖν; νεῴ τε γὰρ ἐνταῦθα οἱ αὐτοὶ μέγιστοι καὶ κάλλιστοι τῶν πανταχοῦ, καὶ ἀγάλματα ἄνευ τῶν οὐρανίων τῆς πρώτης τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινά· πρὸς δὲ τούτοις βιβλίων ταμιεῖα οἷα οὐχ ἑτέρωθι γῆςφανερῶς, καὶ μάλα τῶν Ἀθηνῶν κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια· ὥστʼ εἴ τις τῆς πόλεως περιέλοι τοὺς Ἐριχθονίους, τοὺς Κέκροπας, τὰ μυθώδη, τὰ τῶν καρπῶν, τὰ τρόπαια τὰ ἐν τῇ γῇ καὶ τῇ θαλάττῃ, τοὺς λόγους, τοὺς ἄνδρας, πάντα διʼ ὧν τὸν αἰῶνα διεξελήλυθε, σκοποῖτο δʼ αὐτὴν, ὥσπερ τὰς νῦν φρονούσας ἐφʼ αὑταῖς, ἐξαρκεῖν αὐτὴν τοῖς ὁρωμένοις νικᾶν. καὶ μὴν τὰ μὲν ἔσχηκε, τὰ δὲ ἔχει, καὶ οὔτε οἷς ὑπερεῖχεν ἀφῄρηται τὴν μνήμην οὔτʼ αὖ τῆς παρούσης εὐδαιμονίας ἀπολέλειπται, εἴ τῳ καὶ τούτων φίλον μεμνῆσθαι, ἀλλὰ μόνη δὴ πόλεων τὰ μὲν παλαιὰ
τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς, εἰ δὲ βούλει, τὰ μὲν παλαιὰ τοῖς καινοῖς, τὰ δὲ καινὰ τοῖς παλαιοῖς, τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων. κατίδοι δʼ ἄν τις κἀκεῖθεν τὰς ὑπερβολὰς αὐτῆς· ὅσοι γὰρ καὶ μικροῦ τινος μέρους τῇ πόλει κεκοινωνήκασιν, ὡς ἄριστοι τῶν ἄλλων ἀγάλλονται· ἡ δʼ οὐδεμιᾶς μὲν φιλοτιμίας ὑστερεῖ τῶν οἱστισινοῦν ὑπαρχόντων, τῶν δʼ ἑαυτῆς οὐδένα κοινωνὸν ἔχει διὰ τέλους· οἷον Ἀργεῖοι παλαιότατοι τῶν Ἑλλήνων ἀξιοῦσιν εἶναι, οὐκοῦν καὶ ἡ τῶν Ἀθηναίων πόλις· καὶ ὅλως οὐχ ὅμοια τὰ τῶν Ἀργείων παλαιὰ τοῖς τῶν Ἀθηναίων οὐδʼ ἂν εἷς φήσαι δικαστὴς κοινός. Ἀρκάδες αὐτόχθονες, μετά γε Ἀθηναίους, καὶ τοῖς δευτέροις αὖ νικῶνται τῇ τῶν καρπῶν εὑρέσει καὶ δόσει. δῆλον δʼ ἐκ τῶν ἐνταῦθα φερόντων Ἑλλήνων τὰς ἀπαρχὰς, ἀλλʼ οὐκ ἐκεῖσε. ἄριστοι Λακεδαιμόνιοι τὰ πρὸς τὸν πόλεμον, ἀλλὰ καὶ ἡ τῶν Ἀθηναίων πόλις· καὶ τά γε δεύτερα ἐκείνοις ἐν φιλοτιμίᾳ καθέστηκεν. ἔχει ταῖς Θήβαις χάριν καὶ τιμὴν ἡ τῶν θεῶν γένεσις· τούτων τοίνυν ὁ μὲν ἐν τῇ Ἀττικῇ τὴν δωρεὰν ἔφηνε, τὸν δὲ πρῶτοι τῶν Ἑλλήνων Ἀθηναῖοι θεὸν ἤγαγον, χωρὶς τῶν διὰ Θησέως πρὸς αὐτὸνκοινωνιῶν. ἀλλὰ καὶ τῆς τελευταίας Θηβαίων ῥώμης ἅπαντες μέμνηνται, ταύτης ἡ πόλις αἰτία, καὶ ὅτε ἔδει τἀναντία πράττειν, οὐκ ἔδεισεν. ἐπαινεῖν ἄν τις ἔχοι Κορινθίους δικαιοσύνης ἕνεκα· ἡ τοίνυν πόλις οὐ βεβούληται
μόνον τὰ δίκαια, ἀλλὰ καὶ βραβεύουσα τοῖς ἄλλοις διαγέγονεν. ἐνδοξότατοι πάντων οἱ κατὰ τὴν Ἑλλάδα ἀγῶνες· καὶ μὴν τούτων πρεσβύτατος ὁ τῶν Παναθηναίων, εἰ δὲ βούλει, ὁ τῶν Ἐλευσινίων. ἔπειτα καὶ πάντας αὐτοὺς ἡ τῆς πόλεως δωρεὰ συγκροτεῖ, λέγω γὰρ οὖν τῆς πόλεως τὴν παρὰ τῆς Ἀθηνᾶς. Σαμοθρᾷκες ἀγάλλονται τοῖς ἱεροῖς, καὶ ταῦτα πάντων ὀνομαστότατά ἐστι, πλὴν τῶν Ἐλευσινίων· ἀλλὰ καὶ Δῆλος ἀνεῖται τοῖς θεοῖς· ἡ δέ ἐστι τῆς πόλεως. τὸ δὲ δὴ καὶ τὴν εἰς Δελφοὺς ὁδὸν ἔργον εἶναι τῆς πόλεως καὶ τὴν θεωρίαν τὴν Πυθιάδα Ἀθηναίων μόνον πάτριον τί ἂν εἴποις ἢ τῶν θεῶν ἅπαντα ταῦτʼ εἶναι, βουλομένων πανταχῆ τὰς Ἀθήνας πρεσβεύειν καὶ πᾶσιν ὥσπερ χεῖρα τοῖς καλοῖς ἐπιβάλλειν τὴν πόλιν; ἔτι τοίνυν εἰσὶν αἳ τῶν κατὰ τὴν Ἀσίαν πόλεων μεγέθει νεῶν φιλοτιμοῦνται, αἱ δὲ κατασκευῇ λουτρῶν τῆς χρείας κρείττονι· καὶ ταῦτʼ ἐστὶ τῇ πόλει πρὸς ὑπερβολὴν, καθάπερ πρώην συνῳκισμένῃ. καὶ τὸ κάλλιστον· ἃ γὰρ τοῖς ἄλλοις ἐν ἀγάλμασι δεῖξαι σπουδὴν ἔχει, τούτων ὑμεῖς τοὺς νεὼς καὶ τὰ θέατρα κέκτησθε. ἀγάλματα θαυμάζεται καὶ τούτων πρῶτον εἶναι κρατεῖ τὸ παρʼ ὑμῖν ἐν τῇ πόλει, χωρὶς τοῦ καὶ τἄλλα πανταχοῦ κάλλιστα προσήκειν τρόπον δή τινα τῇ πόλει. ἁπάντων γὰρ, ὡς ἔοικε, τῶν ἀρίστων αὕτη πατρὶς καὶ σοφίας πάσης καὶ τέχνης ἡγεμὼν, ὥστʼ οὐ μόνον τοῖς ἀγάλμασιν, ἀλλὰ καὶ τοῖς ἀγαλματοποιοῖς αὐτοῖς περίεστιν.ἀλλὰ μὴν ἑπτά γε ἀνδρῶν, ἵνα μηδὲ τοῦτο παρῶμεν, ἐνδόξων ἐπὶ σοφίᾳ γενομένων, εἷς ἀπὸ τῆς πόλεως γέγονε, καὶ δυοῖν ἀρίστοιν νομοθέταιν ἅτερος αὐτὸς οὗτος. δύο τοίνυν ἀνδράσι τῶν πρόσθεν ἐκ θεῶν ψῆφον δεδόσθαι παρειλήφαμεν, Λυκούργῳ τε τῷ Λακεδαιμονίῳ καὶ
Σωκράτει τῷ παρʼ ὑμῶν· ὥστε καὶ τῆς ἐπὶ τοῖς κοινοῖς καὶ τῆς ἐπὶ τοῖς ἄκροις φιλοτιμίας μετέχειν τὴν πόλιν καὶ μηδὲν εἶναι τῶν ὀνομαστῶν ὅτῳ μὴ τὸ τῶν Ἀθηνῶν ὄνομα ἐπιφημίζεται. εἰ τοίνυν τις ἐρωτῴη ποῖον τῶν ἐν τοῖς Ἕλλησι δικαστηρίων ἐντιμότατον καὶ ἁγιώτατον, τὸ
ἐν Ἀρείῳ πάγῳ πάντες ἂν φήσαιεν. ἔθεσι δὲ τίνες κοινοτάτοις καὶ δημοτικωτάτοις ἐχρήσαντο; ἡ τῶν Ἀθηναίων πόλις ὁμοίως Ἀθηναίοις τε καὶ πᾶσιν ἀναγκαῖον εἰπεῖν, εἰ τἀληθῆ λέγειν ἐθέλοιεν. καὶ τὸ μὲν διὰ πάντων ἀποδεικνύναι συχνοῦ καὶ λόγου καὶ χρόνου, μόνοι δʼ ἁπάντων ἀνθρώπων τρία ταῦτʼ ἐνομίσατε· τῶν μὲν ὑπὲρ τῆς πόλεως τελευτησάντων αὐτῶν μὲν ἐπαίνους ἐπὶ ταῖς ταφαῖς καθʼ ἕκαστον ἔτος λέγειν, τοὺς δὲ παῖδας δημοσίᾳ τρέφειν ἄχρι ἥβης, καὶ τηνικαῦτα ἀποπέμπειν ἐπὶ τοὺς πατρῴους οἴκους μετὰ τῶν πανοπλιῶν· τοὺς δʼ ἀδυνάτους τῶν πολιτῶν δημοσίᾳ τρέφειν. ὥστε καὶ τὴν δύναμιν καὶ τὴν ἀδυναμίαν τιμῶντες ἐδείξατε ὡς ἑκάτερον προσῆκε. ψηφίσματα τοίνυν πόθεν ἢ λαμπρότερα ἢ φιλανθρωπότερα; ὧν ἃ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ παραλείπω, ἓν δʼ ὡσπερεὶ δείγματος χάριν ἔστω μοι κατὰ παντὸς τοῦ περὶ ταῦτα λόγου, τὸ κατʼ Ἀρθμίου τοῦ Ζελείτου νικῆσαν· ὃν, ἐπεὶ τῷ βασιλεῖ διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων ἐψηφίσαντο αὐτὸν καὶ γένος καὶ ἀτίμους. καίτοι μόνου τούτου πάνθʼ ὁμοῦ τὰ τῶν ἄλλων ἀπολείπεται. πρεσβείας τοίνυν πλείστας μὲν ἐδέξατο, πλείστας δʼ ἐξέπεμψε. καὶ τοῦτο εἰ μὲν ὅλως ὁμολογεῖται· εἰ δὲ μὴ, τῇ προσθήκῃ μεῖζον γίγνεται, πλείστας γὰρ ὑπὲρ τῶν δεομένων ἀπέστειλεν. ὅσα μὲν οὖν ἢ κοινῇ τοὺς Ἕλληνας μὴ πολεμεῖν ἀλλήλοις ἑκάστοτε πείθουσα, ἢ τοὺς ἐν χρείᾳ παραμυθουμένη διεπρεσβεύσατο, ἀναγκαῖον παραλιπεῖν διὰ πλῆθος. δυοῖν δὲ κἀνταῦθα