Dithyrambs
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- ὣς εἶπε· τῷ δʼ οὐ πάλιν
- θυμὸς ἀνεκάμπτετʼ, ἀλλʼ εὐ-
- πάκτων ἐπʼ ἰκρίων
- σταθεὶς ὄρουσε, πόντιόν τέ νιν
- δέξατο θελημὸν ἄλσος.
- τά[φ]εν δὲ Διὸς υἱὸς ἔνδοθεν
- κέαρ, κέλευσέ τε κατʼ οὖ-
- ρον ἴσχεν εὐδαίδαλον
- νᾶα· μοῖρα δʼ ἑτέραν ἐπόρσυνʼ ὁδόν.
- ἵετο δʼ ὠκύπομπον δόρυ· σόει
- νιν βορεὰς ἐξόπιν πνέουσʼ ἀήτα·
- τρέσσαν δʼ Ἀθαναίων
- ἠϊθ έω ν πᾶν γένος, ἐπεὶ
- ἥρως θόρεν πόντονδε, κα-
- τὰ λειρίων τʼ ὀμμάτων δά-
- κρυ χ έο ν, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν·
- φέρον δὲ δελφῖνες ἁλι-
- ναιέται μέγαν θοῶς
- Θησέα πατρὸς ἱππί-
- ου δόμον, μέγαρόν τε θεῶν