Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. μόλεν· τόθι κλυτὰς ἰδὼν
  2. ἔδεισʼ ὀλβίοιο Νη-
  3. ρέος κόρας· ἀπὸ γὰρ ἀγλα-
  4. ῶν λάμπε γυίων σέλας
  5. ὧτε πυρός, ἀμφὶ χαίταις
  6. δὲ χρυσεόπλοκοι
  7. δίνηντο ταινίαι· χορῷ δʼ ἔτερ-
  8. πον κέαρ ὑγροῖσι ποσσίν·
  9. σεμνάν τε πατρὸς ἄλοχον φίλαν
  10. ἴδε βοῶπιν ἐρατοῖ-
  11. σιν Ἀμφιτρίταν δόμοις·
  12. ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν,
  13. κόμαισί τʼ ἐπέθηκεν οὔλαις
  14. [*](Column 36)
  15. ἀμεμφέα πλόκον,
  16. τόν ποτέ ϝοι ἐν γάμῳ
  17. δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
  18. ἄπιστον ὅ τι δαίμονες
  19. θ έω σιν οὐδὲν φρενοάραις βροτοῖς·
  20. νᾶα παρὰ λεπτόπρυμνον φάνη· φεῦ,
  21. οἵαισιν ἐν φροντίσι Κνώσιον