Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἐρύκεν ὕβριν· οὐ γὰρ ἂν θελοι-
  2. [*](Column 34)
  3. μʼ ἀμβρότου ἐραννὸν Ἀοῦς
  4. ἰδεῖν φάος, ἐπεί τινʼ ἠϊθ έω ν
  5. σὺ δαμάσειας ἀέκον-
  6. τα· πρόσθε χειρῶν βίαν
  7. δείξομεν· τὰ δʼ ἐπιόντα δαίμων κρινεῖ.
  8. τόσʼ εἶ]πεν ἀρέταιχμος ἥρως·
  9. τάφον δὲ ναυβάται
  10. φωτὸς] ὑπεράφανον
  11. θάρσος· Ἁλίου τε γαμβρῷ χολώ[σατʼ ἦτορ,
  12. ὕφαινέ τε ποταινίαν
  13. μῆτιν, εἶπέν τε· μεγαλοσθενὲς
  14. Ζεῦ πάτερ, ἄκουσον· εἴπερ μ[ε κούρ]α
  15. Φοίνισσα λευκώλενος σοὶ τέκε,
  16. νῦν πρόπεμπʼ ἀπʼ οὐρανοῦ θ[οὰν
  17. πυριέθειραν ἀστραπὰν
  18. σᾶμʼ ἀρίγνωτον· εἰ
  19. δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι
  20. φύτευσεν Αἴθρα Ποσει-
  21. δᾶνι, τόνδε χρύσεον