Dithyrambs
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- ὅσιον οὐκέτι τεᾶν
- ἔσω κυβερνᾷς φρενῶν
- θυμόν· ἴσχε μεγαλοῦχον ἥρως βίαν.
- ὅ τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴς
- ἄμμι κατένευσε καὶ Δίκας ῥέπει τά-
- λαντον, πεπρωμέναν
- αἶσαν ἐκπλήσομεν, ὅταν
- ἔλθῃ· σὺ δὲ βαρεῖαν κάτε-
- χε μῆτιν. εἰ καί σε κεδνὰ
- τέκεν λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας
- μιγεῖσα Φοίνικος ἐρα-
- τώνυμος κόρα βροτῶν
- φέρτατον, ἀλλὰ κἀμὲ
- Πιτθέος θυγάτηρ ἀφνεοῦ
- πλαθεῖσα ποντίῳ τέκεν
- Ποσειδᾶνι, χρύσεον
- τέ ϝοι δόσαν ἰόπλοκοι
- κάλυμμα Νηρηΐδες.
- τῶ σε, πολέμαρχε Κνωσίων,
- κέλομαι πολύστονον