Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- Πυθῶνί τʼ ἐν ἀγαθέᾳ·
- γᾷ δʼ ἐπισκήπτων πιφαύσκω·
- οὔπω νιν ὑπὸ προτέρων
- ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις
- πρὸς τέλος ὀρνύμενον·
- ῥιπᾷ γὰρ ἴσος βορέα
- ὃν κυβερνήταν φυλάσσων
- ἵεται νεόκροτον
- νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.
- ὄλβιος ᾧτινι θ εὸ ς
- μοῖράν τε καλῶν ἔπορεν
- σύν τʼ ἐπιζήλῳ τύχᾳ
- ἀφν εὸ ν βιοτὰν διάγειν· οὐ
- γάρ τις ἐπιχθονίων
- πάντα γʼ εὐδαίμων ἔφυ.
- καὶ μάν π]οτʼ ἐρειψιπύλαν
- παῖδʼ ἀνίκ]ατον λέγουσιν
- δῦναι Διὸς] ἀργικεραύ- [*](Column 8)
- νου δώματα Φερσεφόνας τανισφύρου,
- καρχαρόδοντα κύνʼ ἄ-