Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. θαρσεῖ κρατερᾷ πίσυνος
  2. ἰσχύϊ, πτάσσοντι δʼ ὄρνι-
  3. χες λιγύφθογγοι φόβῳ·
  4. οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,
  5. οὐδʼ ἁλὸς ἀκαμάτας
  6. [*](Column 7)
  7. δυσπαίπαλα κύματα· νωμᾶ-
  8. ται δʼ ἐν ἀτρύτῳ χάει
  9. λεπτότριχα σὺν ζεφύρου πνοι-
  10. αῖσιν ἔθειραν ἀρίγνω-
  11. τος μετʼ ἀνθρώποις ἰδεῖν·
  12. τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος
  13. ὑμετέραν ἀρετὰν
  14. ὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκας
  15. χαλκεοστέρνου τʼ Ἄρηος,
  16. Δεινομένευς ἀγέρω-
  17. χοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
  18. ξανθότριχα μὲν Φερένικον
  19. Ἀλφεὸν παρʼ εὐρυδίναν
  20. πῶλον ἀελλοδρόμαν
  21. εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,