Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. μηδʼ ἀελίου προσιδεῖν
  2. φέγγος· ἀλλʼ οὐ γάρ τίς ἐστιν
  3. πρᾶξις τάδε μυρομένοις,
  4. χρὴ κεῖνο λέγειν ὅ,τι καὶ μέλλει τελεῖν.
  5. ἦ ῥα τις ἐν μεγάροις
  6. Οἰνῆος ἀρηϊφίλου
  7. ἔστιν ἀδμήτα θυγάτρων,
  8. σοὶ φυὰν ἀλιγκία;
  9. τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.
  10. τὸν δὲ μενεπτολέμου
  11. ψυχὰ προσέφα Μελεά-
  12. γρου· λίπον χλωραύχενα
  13. ἐν δώμασι Δαϊάνειραν,
  14. νῆϊν ἔτι χρυσέας
  15. Κύπριδος θελξιμβρότου.
  16. λευκώλενε Καλλιόπα,
  17. στᾶσον εὐποίητον ἅρμα
  18. αὐτοῦ· Δία τε Κρονίδαν
  19. ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,
  20. τόν τʼ ἀκαμαντορόαν