Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- ἐκ λάρνακος ὠκύμορον
- φιτρὸν ἀγκλαύσασα, τὸν δὴ
- μοῖρʼ ἐπέκλωσεν τότε
- ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν
- Δαϊπύλου Κλύμενον
- παῖδʼ ἄλκιμον ἐξεναρί-
- ζων ἀμώμητον δέμας,
- πύργων προπάροιθε κιχήσας·
- τοὶ δὲ πρὸς εὐκτιμέναν
- φεῦγον ἀρχαίαν πόλιν
- Πλευρῶνα· μινύνθη δέ μοι ψυχὰ γλυκεῖα,
- γνῶν δʼ ὀλιγοσθενέων·
- αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλ[άμων
- ἀγλαὰν ἥβαν προλείπων.
- φασὶν ἀδεισιβόαν [*](Column 11)
- Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε
- τέγξαι βλέφαρον, ταλαπενθ έο ς
- πότμον οἰκτίροντα φωτός·
- καί νιν ἀμειβόμενος
- τοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον,