Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. [ׯ˘¯¯]
  2. !!!!]ς ἱππευταὶ κυανώπιδας ἐκ-
  3. ¯¯˘¯¯¯] νέας
  4. ¯¯˘˘ εἰλα]πίνας τʼ ἐν
  5. ἁμέ]ρ[α]ις ἕξειν θεόδματον πόλιν.
  6. μέλλον ἄρα πρότερον δι-
  7. νᾶντα φοινίξειν Σκάμανδρον,
  8. θνᾴσκοντες ὑπʼ Αἰακίδαις
  9. ἐρειψ[ιτ]ο̣ί ̣[χοις·
  10. τῶν εἰ καὶ τ[˘˘¯¯
  11. ἢ βαθυξύλω[ι˘¯¯
  12. [*](5 lines lost.)
  13. οὐ γὰρ ἀλα[μπέσ]ι νυ[κτὸς
  14. πασιφανὴς Ἀρετὰ
  15. κρυφθεῖσʼ ἀμαυρο[ῦται δνόφοισιν,
  16. ἀλλʼ ἔμπεδον ἀκ[αμάτᾳ
  17. βρύουσα δόξᾳ
  18. στρωφᾶται κατὰ γᾶν [τε
  19. καὶ πολυπλάγκταν θ[άλασσαν.
  20. καὶ μὰν φερεκυδέα ν[ᾶσον
  21. Αἰακοῦ τιμᾷ, σὺν Εὐ-