Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. φοιβὰν ἐσιδόντες ὑπαὶ
  2. χειμῶνος αἴγλαν·
  3. πασσυδίᾳ δὲ λιπόντες
  4. τείχεα Λαομέδοντος
  5. ἐς πεδίον κρατερὰν
  6. ἄϊξαν ὑσμίναν φέροντες·
  7. ὦρσάν τε φόβον Δαναοῖς·
  8. ὤτρυνε δʼ Ἄρης
  9. εὐεγχής, Λυκίων τε
  10. Λοξίας ἄναξ Ἀπόλλων·
  11. ἷξόν τʼ ἐπὶ θῖνα θαλάσσας·
  12. [*](Column 27)
  13. ναυσὶ δʼ εὐπύμνοις παραὶ
  14. μάρναντʼ, ἐναριζομένων
  15. δʼ ἔρ]ευθε φώτων
  16. αἵμα]τι γαῖα μέλαινα
  17. Ἑκτορ]έας ὑπὸ χειρός,
  18. πῆμα μ]έγʼ ἡμιθέοις
  19. !!!!!] ἰσοθ έω ν διʼ ὁρμάν.
  20. !!!!!]ρονες, ἦ μεγάλαισιν ἐλπίσιν
  21. !!!!]οντες ὑπερφίαλον