Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ναῖον ἀδεισιβόαι
  2. χαλκάσπιδες ἡμίθεοι
  3. σὺν πολυζήλῳ βασιλεῖ.
  4. νεῖκος γὰρ ἀμαιμάκετον
  5. βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπʼ ἀρχᾶς
  6. [*](Column 21)
  7. Προίτῳ τε καὶ Ἀκρισίῳ·
  8. λαούς τε διχοστασίαις
  9. ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς.
  10. λίσσοντο δὲ παῖδας Ἄβαντος
  11. γᾶν πολύκριθον λαχόντας
  12. Τίρυνθα τὸν ὁπλότερον
  13. κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν·
  14. Ζεύς τʼ ἔθελεν Κρονίδας,
  15. τιμῶν Δαναοῦ γενεὰν
  16. καὶ διωξίπποιο Λυγκ έο ς,
  17. παῦσαι στυγερῶν ἀχέων.
  18. τεῖχος δὲ Κύκλωπες κάμον
  19. ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει
  20. κάλλιστον, ἵνʼ ἀντίθεοι
  21. ναῖον κλυτὸν ἱππόβοτον