Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. βωμὸν κατένασσε πολύλ-
  2. λιστον εὔπεπλοί τε κοῦραι·
  3. τὰς ἐξ ἐρατῶν ἐφόβησεν
  4. παγκρατὴς Ἥρα μελάθρων
  5. Προίτου, παραπλῆγι φρένας
  6. καρτερᾷ ζεύξασʼ ἀνάγκᾳ·
  7. παρθενίᾳ γὰρ ἔτι
  8. ψυχᾷ κίον ἐς τέμενος
  9. πορφυροζώνοιο θεᾶς·
  10. φάσκον δὲ πολὺ σφέτερον
  11. πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου
  12. σεμνοῦ Διὸς εὐρυβία.
  13. ταῖσιν δὲ χολωσαμένα
  14. στήθεσσι παλίντροπον ἔμβαλεν νόημα·
  15. φεῦγον δʼ ὄρος ἐς τανίφυλλον,
  16. σμερδαλ έα ν φωνὰν ἱεῖσαι,
  17. Τιρύνθιον ἄστυ λιποῦσαι
  18. καὶ θεοδμάτους ἀγυιάς,
  19. ἤδη γὰρ ἔτος δέκατον
  20. θ εο φιλὲς λιπόντες Ἄργος