Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἡ Καππαδοκία ὁρίζεται πρὸς νότον μὲν τῷ Κιλικίῳ λεγομένῳ Ταύρῳ, πρὸς ἕω δὲ τῆ Ἀρμενίᾳ καὶ τῆ Κολχίδι καὶ τοῖς μεταξὺ ἑτερογλώττοις ἔθνεσι, πρὸς ἄρκτον δὲ τῷ Εὐξείνῳ μέχρι τῶν ἐκβολῶν τοῦ Ἅλυος, πρὸς δύσιν δὲ τῆ τε Παφλαγονία καὶ Γαλατίᾳ καὶ τῶν τῇ Φρυγίᾳ ὁμόρων μέχρι Λυκαόνων καὶ Κιλίκων τῶν τὴν τραχεῖαν Κιλικίαν νεμομένων τῆ χώρᾳ.

Ὅτι τὴν ἐντὸς τοῦ Ταύρου ὄρους γῆν πρὸς δυσμὰς ἰδίως Ἀσίαν καλοῦσιν.

Ὅτι τὴν Καππαδοκίαν εἰς δύο μέρη διαιροῦσιν ἢ σατραπείας· ἄν τὴν μέν μεγάλην φασὶν, ἀφοριζομένην πρὸς τῷ Ταύρῳ, τὴν δὲ μικρὰν καὶ Ποντοκαππαδοκίαν. Καὶ ἑκατέρα εἰς ε΄ στρατηγίας ἐνεμήθη· ἡ μὲν μεγάλη εἰς Μελιτηνὴν, Καταονίαν, Κιλικίαν, Τυανῖτιν, Γαρσαυρῖτιν· ἡ δὲ μικρὰ εἰς ἑτέρας ε΄, Λαουινασηνὴν, Σαργυσηνὴν, Σαραουηνὴν, Χαμανηνὴν, Μοραμηνήν.

Ὅτι ἡ Κομμαγηνή καὶ Κυρηστικὴ νοτιώτεραι

600
|ιέν εἰσι τῆς Σαραυηνῆς, δυσμικώτερα δέ τῆς Ἀνθεμουσίας τε καὶ Χαλκίτιδος τῶν ἐν Μεσοποταμίᾳ, ἀνατολικώτεραι δὲ τῆς κατὰ Ἰσσὸν Κιλικίας, βορειότεραι δὲ Χαλκιδικῆς τε καὶ Παλμυρηνῆς, περὶ τὸν Ἄμανον τὸ ὄρος κείμεναι· ὅς ἐστιν ἀπόσπασμα τοῦ Κιλικίου Ταύρου καὶ περικλείων τὸν Ἰσσικὸν κόλπον καὶ κείμενος τῶ Ἀντιταύρῳ ὄρει παράλληλος καὶ ἔτι τῷ κατὰ τὸν Πόντον Σκορδίσκῳ ὄρει.

Ὅτι ὁ Πύραμος ποταμὸς διὰ τῆς Καταονίας χώρας ῥεῖ, ἐκ μέσου τοῦ πεδίου τὰς πηγὰς ἔχων. Ἔστι δὲ βόθρος ἀξιόλογος, δι᾿ οὖ καθορᾶν ἐστὶ τὸ ὕδωρ ὑποφερόμενον κρυπτῶς μέχρι πολλοῦ διαστήματος ὑπὸ γῆς, εἶτ᾿ ἀνατέλλον εἰς τὴν ἐπιφάνειαν· τῶ δὲ καθιέντι ἀκόντιον ἄνωθεν εἰς τὸν βόθρον ἡ βία τοῦ ὕδατος ἀντιπράττει τοσοῦτον, ὥστε μολις βαπτίζεσθαι. Τῶ δέ πλάτει καὶ βάθει πολὺς ἐνεχθεὶς, ἐπειδὰν συνάψῃ τῶ Ταύρῳ, παράδοξον λαμβάνει τὴν συναγωγήν. Παράδοξος δὲ καὶ ἡ διακοπὴ τοῦ ὄρους ἐστὶ, δι᾿ ἧς ἄγεται τὸ ῥεῖθρον· καθάπερ γὰρ ἐν ταῖς ῥῆγμα λαβούσαις πέτραις καὶ σχισθείσαις δίχα τὰς κατὰ τὴν ἑτέραν ἐξοχὰς καὶ κοιλότητας τῆ ἑτέρᾳ ἐοικέναι, οῦτως εἴδομεν καὶ τὰς ὑπερκειμένας τοῦ ποταμοῦ πέτρας ἑκατέρωθεν σχεδόν τι μέχρι τῶν ἀκρωρειῶν ἀνατεινούσας ἐν διαστάσει διπλέθρῳ, ἀντικείμενα ἐχούσαι τὰ κοῖλα ταῖς ἐξοχαῖς. Τὸ δ᾿ ἔδαφος τὸ μεταξὺ πᾶν πέτρινον, βαθύ τι καὶ στενὸν τελέως ἔχον διὰ μέσου ῥῆγμα, ὥστε καὶ κύνα καὶ λαγὼ διάλλεσθαι. Ἕστι δὲ τὸ μῆκος περὶ α σταδίους ὀχετοῦ δίκην· τοσαύτην δὲ χοῦν ἐκ τῶν πεδίων κατάγει πρὸς τὴν θάλασσαν, ὥσπερ καὶ ὁ Νεῖλος, ὡς καὶ λόγιον εἶναι περὶ αὐτοῦ· « Ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης, Ἤιόνα προχέων, ἱερὴν ἐς Κύπρον ἵκηται. »

Ὅτι τὸ ἐν Καππαδοκία ὄρος, τὸ Ἀργαῖον, ὑψηλότατόν ἐστι πάντων τῶν ἐκείνῃ ὀρῶν, ὡς μηδέποτε λείπεσθαι χιόνος τὰ ἄκρα αὐτοῦ· οἱ δὲ ἀναβάντες εἰς αὐτὰ ὁρῶσι τὰ δύο πελάγη, τό τε Ποντικὸν καὶ τὸ Ἰσσικόν.

τἀπάσης σχεδὸν Καππαδοκίας οὔσης ὀλιγοξύλου, μόνος ὁ Ἀργαῖος τὸ ὄρος ἐστὶ πολύξυλον· ὅμως δ᾿ ἔχει κατὰ γῆς συχνὰ πυρὰ, ἃ τῆ νυκτὶ διαφαίνεται, καὶ πάλιν ἐγγύθεν ψυχρὰ ὕδατα ἀφανῆ ὑπόγεια. Οἱ γοῦν ἔμπειροι τοῦ τόπου φυλαττόμενοι ξυλεύονται· οἱ δ᾿ ἄπειροι καὶ τὰ κτήνη κινδυνεύουσι πολλάκις εἰς λάκκους πυρὸς ἐμπίπτοντες.

Ὅτι τὰ Μάζακα τῆς Καππαδοκίας ἀπέχει τῆς μὲν Ποντικῆς θαλάσσης σταδίους ω΄, τοῦ δέ Εὐφράτου αφ΄, τῶν δὲ Κιλικίων πυλῶν ὁδὸν ἡμερῶν Ϛ΄, τῶν δὲ Κυβίστρων τ΄· νῦν δέ καλεῖται Καισάρεια.

Ὅτι τὸ τῆς Καππαδοκίας μέγεθος, τὸ μέν πλάτος ἀπὸ τοῦ Πόντου πρὸς τὸν Ταῦρον στάδιοι αω΄, μῆκος δὲ ἀπὸ τῆς Λυκαονίας καὶ Φρυγίας μἔχρι Εὐφράτο πρὸς τὴν ἔω καὶ τὴν Ἀρμενίαν γ.

601

Ὅτι ἐν Καππαδοκίᾳ γίνεται ἀρίστη μίλτος, ἡ Σινωπικὴ καλουμένη διὰ τὸ κατάγειν τοὺς ἐμπόρους ταύτην εἰς Σινώπην· ἐνάμιλλος δʼ ἐστὶν αὐτῇ καὶ ἡ Ἰβηρική. Ἔχει δὲ καὶ μέταλλα, πλάκας τε ὀνυχίτου λίθου καὶ κρυστάλλου πλησίον Γαλατῶν.